Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ὥσπερ γὰρ ἀποδιδοὺς χάριν τῷ προϋπάρξαντι οὐδὲν ἧττον εὖ ποιεῖ, κἂν προπεπονθὼς ᾖ· οὕτως ὁ μετατιθεὶς τὴν ἀμοιβὴν εἰς κάκωσιν οὐδὲν ἧττον κακῶς δρᾷ, κἂν προπεπονθὼς ᾖ.

[*](sq. nam τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι χεῖρον Muson. (Hense) 11.7 cf. Plat. Gorg. 509c Senec. ep. 95. 52 dial. II 11. 2; 12. 3)[*](3. ἀπουσίᾳ sq. cf. Sallust. (Mullach III 41 b) || 8 εἰ τὸ ἀδικεῖν sq. cf. Plat. Kriton. 49 b (═ Stob. fl. 10. 27) οὐδαμῶς ἄρα δεῖ ἀδικεῖν οὐδὲ ἀδικούμενον ἄρα ἀνταδικεῖν)[*](11 καὶ μὴν — 16 προπεπονθὼς ᾖ p)[*](13. προϋπάρξαντι] in mge τῷ προαρξαμένῳ χαρίζεσθαι οἶμαι (schol. rec.) R)[*](2 ἀδικῆ RMOP ἀδικῇ φα(θ) ἀδικηθῇ Schenkl ἀδικῇται Dav2. (Duebn.) ἀδικήσει Reiske | οὐκ ἀδικῆ RPM del. Dav. (Duebn.) 〈ἔχων〉 οὐκ ἀδικεῖ Reiske | ὅτι del. Dav. (Duebn.) || 3 μοχθηρὸς 〈ὁ μοχθηρ〉ὸς ἦν Hob. cum σ2 („quam ob rem enim potius improbus improbus est, quam quod careat bono“) μοχθηρὸς ὅση codd. (sine acc. R) μοχθηρός ἐστιν α(δ Δ) || 4 ἔργον (ν in ras.) R! || 7 μέλος Bα(δ Δ) || 9 εἰ γὰρ φα(δ) | τὸ ὑπάρξαι NOP || 11 καὶ μέν p || 13 ὁ ἀποδιδοὺς MN pα(δ Δ) || 14 εὖ ποιεῖ] ποιεῖ καλῶς p)
152

Τί δὲ τοίνυν ἔσται καὶ πέρας τοῦ κακοῦ; εἰ γὰρ ὁ ἀδικηθεὶς ἀμύνεται, ἀεὶ μεταβαίνει τὸ κακὸν ἀπʼ ἄλλου πρὸς ἄλλον καὶ μεταπηδᾷ, καὶ διαδέξεται ἀδικία ἀδικίαν. ᾯ γὰρ δικαίῳ συγχωρεῖς τῷ παθόντι ἐπεξεῖναι, τῷ αὐτῷ τούτῳ δικαίῳ ἐπαναχωρεῖ αὖθις ἀπʼ ἐκείνου πρὸς τὸν αὐτὸν ἡ τιμωρία· τὸ γὰρ δίκαιον ἐπʼ ἀμφοῖν [*](63b) ἴσον.

Ὦ Ζεῦ, καὶ οἷον πεποίηκας; δικαιοσύνην ἐξ ἀδικημάτων; καὶ ποῖ βαδιεῖται τὸ κακόν; καὶ ποῦ

στήσεται; Οὐκ οἶσθα, ὅτι πηγὴν ταύτην ἀέναον κινεῖς πονηρίας, καὶ γράφεις νόμον ἀρχέκακον τῇ πάσῃ γῇ; Τοῦτο γὰρ ἀμέλει ἐστὶν τὸ τῶν πάλαι κακῶν τοῖς ἀνθρώποις ἡγησάμενον, στόλων βαρβαρικῶν καὶ Ἑλληνικῶν ἐπʼ ἀλλήλους περαιουμένων, ἁρπαζόντων, καὶ πολεμούντων, καὶ ληϊζομένων, προκάλυμμα ποιουμένων τῆς παρούσης ἀδικίας τὴν φθήσασαν.

Φοίνικες ἐξ Ἄργους βασιλικὴν κόρην ἄγουσιν, Ἕλληνες ἐκ Κόλχων βαρβαρικὴν παρθένον ἄγουσιν, καὶ αὖθις Φρύγες ἐκ Πελοποννήσου Λακωνικὴν γυναῖκα.

Ὁῥᾷς τὴν διαδοχὴν [*](9. 10 πηγὴν . . πονηρίας ut πηγαὶ ἀρετῆς or. 34. 4 a || 12 στό- λων βαρβαρικῶν ═ or. 13. 1 a cf. Plat. legg. lII 692 c l 642 e Περσικὸν στόλον || 13 ἁρπαζόντων sq. similiter vitia hominum castigat Lucian lcarom. 15 Hippocr. ep. 14 Themist. 26. 320 d vi. etiam simil. or. 1. 5 f; 15. 1 b sq.) [*](8 ποῖ — 10 πάσῃ γῇ p) [*](3 διαδέχεται Reiske || 4 ᾧ] εἰ φα(δ) | δικαίῳ] τῷ αὐτῷ τούτῳ δικαίῳ α(δ) | τῷ παθόντι συγχωρεῖς α(δ) 〈 ᾧ〉 τῷ παθόντι συγχω- ρεῖς Markl. | ἐπεξιέναι α(δ Δ) sed vi. Crönert l. a. p. 253 adn. 7 || 5 〈εἰ〉 τῷ Reiske | τῷ αὐτῷ τούτῳ om. α(δ) | τούτῳ ÷ δικαίῳ | δικαίῳ] εἰς τὸν ἀδικήσαντα α(δ) || 6 τὸν 〈δρῶντα〉 αὐτὸν Markl. τὸν ἄλλον Dav.2 || 7 〈ὅσον〉 ὦ Ζεῦ Reiske (Duebn.) || 8 καὶ ποῖ] ποῦ γὰρ p || 9 οὐκ οἶσθα, ὅτι om. p | πηγὴν γὰρ ταύ- την p || 10 in mge σημείωσαι M || 11 ἀμέλει] ὀμειλει (ex parte corr.) R (═ ὀλίγου δεῖ(ν)?) || 15 φθίσασαν R φθάσασαν BNOα(δΔ) )

153
τῶν κακῶν, καὶ τὰς προφάσεις τῶν πολέμων, καὶ τὸν πολυπλασιασμὸν τῶν ἀδικημάτων. Τοῦτο καὶ τὴν Ἑλλάδα συνέτριψεν αὐτήν, ἡ περὶ ἑαυτὴν δόξα ἀδικίας διαβαίνουσα ἐπὶ τοὺς πλησίον, καὶ ἄπαυστοι θυμοί, καὶ ὀργαὶ ἀθάνατοι, καὶ τιμωρίας ἔρως, καὶ ἀμαθία δίκης.

Ἀλλʼ εἴπερ οἱ ἀδικούμενοι ἠπίσταντο, ὅτι τοῖς ἀδικοῦσιν μέγιστον κακὸν ἡ ἀδικία αὐτή, τοῦτʼ εἶναι πολέμου μεῖζον, καὶ τειχῶν ἀφαιρέσεως καὶ γῆς δῃώσεως, καὶ τυραννίδος καταστάσεως, οὐκ ἂν ἐμπέπληστο ἡ Ἑλλὰς τοσούτων κακῶν.

Ποτίδαιαν Ἀθηναῖοι πολιορκοῦσιν· ἔασον, Λακεδαιμόνιε· μεταγνώσονταί ποτε· μὴ μιμήσῃ τὸ κακόν, μὴ μεταλάβῃς τοῦ ψόγου· ἐὰν δὲ ἀγαπᾷς μὲν τὴν πρόφασιν || καὶ ἐπὶ Πλαταιὰς[*](Ed. Duebn. p73) ἔλθῃς, ἀπόλωλέ σοι Μῆλος νῆσος γείτων, ἀπόλωλεν Αἴγινα νῆσος φίλη, ἀπόλωλεν Σκιώνη πόλις σύμμαχος, [*](64a)μίαν πόλιν λαβών πολλὰς πορθήσεις.

Ὥσπερ | γὰρ τῶν ἐπὶ χρηματισμῷ παραβαλλομένων ἐν θαλάττῃ οἱ τόκοι μεγάλοι τῶν δανεισμάτων, οὕτω καὶ τῶν ἐπεξιόντων τοῖς θυμοῖς οἱ τόκοι μεγάλοι τῶν συμφορῶν. Καὶ πρὸς τὸν Ἀθηναῖον λέγω·

Σφακτηρίαν ἔχεις, [*](10 οὐκ ἂν sq. cf. simil. Plat. legg. IIl 692 || 14. 15 Πλαταιὰς . . Μῆλος . . Αἴγινα . . Σκιώνη ═ or. 6. 5 k) [*](17 ὥσπερ — 20 συμφορῶν) [*](2 πολλαπλασιασμὸν Bα(θ) || 3 αὐτὴν περὶ ἑαυτῇ Reiske || 7 ἐπίσταντο Δ⁰ || 8 ἡ] Dav.2 | αὐτή, καὶ τοῦτʼ α(δ) αὐτή· τό τʼ Reiske || 9 καθαιρέσεως Markl. (Duk.) || 11 Potideam σ2 || 14 ἀγα- πᾶις (non ἀγαπῷς ut legit Duebn.) R! | Πλαταιᾶς B Plateas σ2 || 15 Δῆλος B || 16 Συκειώνη NOφ Σικυώνη αδ vi. or. 6. 5 k || 17 πορθήσεις | προήσῃ (vel ἀπολέσεις) Markl. || 18 θαλάττῃ (τῃ in ras.) R! || 19 post δανεισμάτων verba παραβαλλομένων ἐν θα- λάττῃ (ex 18) falso repetita R! M)

154
ἀπόδος τῇ Σπάρτῃ τοὺς ἄνδρας· ἕως εὐτυχεῖς, σωφρόνησον· εἰ δὲ μή, τοὺς μὲν ἄνδρας ἕξεις, τὰς δὲ τριήρεις οὐχ ἕξεις.