Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἀλλὰ τῷ μοχθηρῷ οὐδενὸς μέτεστιν ἀγαθοῦ, ἡ δὲ ἀδικία ἦν ἀγαθοῦ ἀφαίρεσις· ὁ δὲ μὴ ἔχων ὅ,τι, ἂν ᾖ, ἀφαιρεθῇ, οὐδὲ εἰς ὅ,τι ἀδικηθῇ ἔχει.

Μήποτε οὖν οὐ κατὰ τὴν ἀφαίρεσιν τοῦ πάσχοντος ἡ ἀδικία τέτακται, ἀλλὰ κατὰ τὴν γνώμην τοῦ δράσαντος· καὶ ὁ μοχθηρὸς ὑπὸ τοῦ μοχθηροῦ ἀδικεῖται, κἂν μὴ ἔχῃ τὸ ἀγαθόν· καὶ ὁ χρηστὸς ὑπὸ μοχθηροῦ, ἂν ἔχῃ δὴ ἀν αφαίρετον τὸ ἀγαθόν.

Ἀποδέχομαι τοῦ λόγου τῆς γνώμης τῷ ἡμαρτημένῳ προστιθέντος τὴν ἀδικίαν μᾶλλον ἢ τῷ ἐπιτυχεῖ τοῦ ἔργου· καὶ γὰρ μοιχὸν κολάζει ὁ νόμος, οὐ τὸν δράσαντα μόνον, ἀλλὰ καὶ τὸν βουληθέντα· καὶ τοιχώρυχον τὸν ἐπιχειρήσαντα, [*](1 οὐκ ἀδικεῖται sq. cf. Senec. dial. lI 7. 2 ‘iniuria in bonos nisi a malis non temptatur, bonis inter se pax est, mali tam bonis perniciosi quam inter se’ vi. etiam or. 24. 2 b et c cf. Senec. de const. sap. 2. 4 ep. 71. 7 Chrysipp. ap. Plut. stoic. rep. 20 μὴ ἀδικεῖσθαι τὸν σοφὸν ἐν ἄλλοις ἀποφῃνάμενος Muson. (Hense) 56. 14 || 3 ἀναφαίρετος (ἀρετὴ) cf. Archytas ap. Stob. flor. l 72 || 14. 15 καὶ γὰρ μοιχὸν sq. cf. Senec. dial. lI 7. 3 ‘non minus latro est cuius telum opposita veste elusum est omnia scelera etiam ante effectum operis, quantum culpae satis est, perfecta sunt’) [*](1 εἶεν om. n | 〈οὔτε — 2 ἀρετή〉 Hob. lac. indic. Duebn. || 2 οὔτε] οὐδὲ Markl. || 3 ἀναφαίρετος γὰρ 〈ἡ ἀρετὴ αὐτοῦ〉 Heins. et simil. Schenkl ἀναφαίρετος γάρ· 〈οὔτε ὁ μοχθηρὸς ὑπὸ τοῦ χρηστοῦ· ἀναφαίρετος γάρ, οὐδὲν ἔχων ἀρετῆς〉 Reiske | μηδένα nescio unde Heins.2 (Δ) || 6 ὅ,τι, ἂν ᾖ, Hob. ὅτι μὴ codd. ὅτι δὴ Schenkl ὅτι καὶ Duebn. μὴ (punctis notat. in H) del. Steph. (Dav.2) || 11 ὑπὸ τοῦ μοχθηροῦ MNOPα(δΔ) || 12 ἂν ἔχῃ δὴ] κἂν μὴ ᾖ φα(δ) κἂν ἔχῃ μὴ Dav.2 (Δ) | 〈ἀν〉αφαίρετον Hob. ἀφαιρετὸν codd. (δ Δ) || 14 ἐπιτυχεῖ (ει in ras.) R ! ἐπιτυχεῖν BMN || 15 κολάζει-ὁ (fuit -εινο) R!)

150
κἂν μὴ λάθῃ· καὶ προδότην τὸν μελλήσαντα, κἂν μὴ πράξῃ.

Ἥξει τοίνυν ὁ σύμπας λόγος εἴς τι δέον. Ὁ μὲν γὰρ ἀγαθὸς οὔτε ἀδικεῖ, οὔτε ἀδικεῖται· οὐκ ἀδικεῖ μὲν διὰ τὴν βούλησιν, οὐκ ἀδικεῖται δὲ διὰ τὴν ἀρετήν. δὲ μοχθηρὸς ἀδικεῖ μέν, οὐκ ἀδικεῖται δέ· ἀδικεῖ μὲν διὰ μοχθηρίαν, οὐκ ἀδικεῖται δέ, δι᾿ ἀπουσίαν ἀγαθοῦ.

Ἔτι τοίνυν, εἰ μὲν ἀγαθὸν ἡ ἀρετὴ μό|νον καὶ οὐκ ἄλλό τι, ὁ μοχθηρὸς τὴν [*](63a) ἀρετὴν οὐκ ἔχων οὐδ᾿ εἰς ὅ,τι ἀδικηθῇ ἔχει·

εἰ δὲ πρὸς τῇ ἀρετῇ καὶ ταυτὶ ἀγαθὰ τὰ περὶ σῶμα, καὶ [*](Ed. Duebn. p. 72)τὴν ἐκτὸς τύχην καὶ περιβολήν, ἀρετῆς μὴ παρού||σης, βέλτιον ἀπεῖναι ταῦτα, ἢ μή· ὥστε οὐδ᾿ ὣς ἀδικηθείη ἂν ὁ μοχθηρός, ἀφαιρούμενός τι τούτων, οἷς χρῆται κακῶς.

Οὐκοῦν ἀδικεῖ μέν, οὐκ ἀδικεῖται δέ, προστιθέντων ἡμῖν τῇ βουλήσει τὸ ἄδικον, οὐ τῷ ἔργῳ.

Πονηρῶν νῦν βούλεται μὲν ὁ μοχθηρὸς ἀδικεῖν, οὐ μὴν δυνατός· βουλόμενος δέ, ἢ πρὸς τὸν ὅμοιον ἀποτείνεται, ἢ πρὸς τὸν κρείττονα. Τί δὲ τῷ [*](12 ὥστε οὐδ᾿ ὣς ἀδικηθείη ἂν ὁ μοχθηρός nam „non ulci- scitur sapiens, sed emendat“ Senec. dial. ll 12. 3 || 18 κρείττονα) [*](3 ὁ μὲν γὰρ — 7 ἀγαθοῦ n) [*](1 λάθῃ 〈δράσας〉 ΜΝΟΡ α(δ) φθάσῃ Markl. (Duebn.) | μελήσαντα μελετήσαντα φα(δ) || 2.3 εἰς τὸ δέον α(δΔ) || 3 οὔτε ἀδικεῖ om. M || 6. 7 〈οὐκ ἀδικεῖται δέ, δι᾿ ἀπουσίαν〉 Schenkl cum φα(δ Δ) (qui τὴν ἀπορίαν pro ἀπουσίαν) || 8 μοχθηρὸς ἢ τὴν α(δ) || 12 ἐπεῖναι ΝΟΡ α(δ) || 12.13 ἀδικηθείη ÷÷÷ | ÷÷÷ ἂν R! || 14 προστιθέντων scil. τῶν φιλοσόφων ut or. 15. 5 a ἔροιντο 15 ἡμῶν ΝΡ α(δ Δ) || 15. 16, οὐ τῷ ἔργῳ. Πονηρῶν νῦν Hob. Οὕτως ἐρῶ πονηρῶ νῦν codd. (sine acc. R) Οὕτως ἐρῶ περὶ πο- νηροῦ νῦν Heins. Οὕτως ἔγω γ᾿ οὖν ἐρῶ νῦν Dav.2 Οὕτως ἐρῶ τῷ πονηρῷ τανῦν Markl. Οὕτως ἐγὼ ἐπιχειρῶ νῦν Reiske (Duebn.) cet. vi. similem structuram or. 16. 4i ὧν (i. e. πόλεων) . . ἡ πόλις 18 ἀποτείν -ἔται R! | κρείττονα τί α(δ) lacum. sign. in mge (man. recent.) R! deficere hic sex versus adnot. σ2 nullam lacu- nam indic. Δ)

151
κρείττονι δραστέον; ἢ ἀνταδικητέον τὸν μοχθηρόν; καὶ μὴν εἰς ὅ,τι ἀδικεῖ, οὐκ ἀδικεῖ, ὅτι οὐκ ἔχει· ἀπουσίᾳ γὰρ ἀγαθοῦ μοχθηρὸς ὁ μοχθηρ ὸς ἦν. Οὔτ᾿ οὖν κατὰ τὸ ἔργον ἀνταδικήσει ὁ νοῦν ἔχων τὸν μοχθηρόν, οὐ γὰρ ἔχει εἰς ὅ,τι ἀδικηθήσεται· οὔτε κατὰ τὴν βούλησιν, οὐ γὰρ ἐθέλει ἀδικεῖν χρηστὸς ὢν οὐ μᾶλλον, ἢ αὐλητικὸς παρὰ μέρος αὐλεῖν.

Καθόλου δέ, εἰ τὸ ἀδικεῖν πονηρόν, καὶ τὸ ἀνταδικεῖν ὅμοιον οὐ γὰρ τῷ ὑπάρξαι πλεονεκτεῖ κατὰ πονηρίαν ὁ ἀδικῶν, ἀλλὰ τῷ ἀμύνασθαι ἐξισοῦται κατὰ μοχθηρίαν ὁ ἀνταδικῶν.

Κὶ μήν, εἰ ὁ ἀδικῶν κακῶς ποιεῖ, ὁ ἀντιποιῶν κακῶς οὐδὲν ἧττον ποιεῖ κακῶς, κἂν ἀμύνηται.