Dialexeis
Maximus of Tyre
Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.
Ὥσερ οὖν εἴ τις ἐπιθυμεῖ ἰδεῖν τὸν ἥλιον, οὐχὶ ταῖς ἀκοαῖς θηρᾶται αὐτοῦ τὴν σύνεσιν· οὐδὲ εἴ τις τῆς ἐν φωναῖς ἁρμονίας ἐρᾷ, τοῖς ὀφθαλμοῖς αὐτὴν μεταδιώκει· ἀλλ᾿ ὄψις μὲν ἐρᾷ χρωμάτων, ἀκοὴ δὲ ἀκουστῶν· οὕτω καὶ νοῦς νοητὰ ὁρᾷ, καὶ νοητῶν ἀκούει.
Πῶς οὖν ὁρᾷ νοῦς; καὶ πῶς ἀκούει; Ὀρθῇ τῇ ψυχῇ καὶ ἐρρωμένῃ, πρὸς τὸ ἀκήρατον ἐκεῖνο φῶς ἀντιβλέπων, καὶ μὴ σκοτοδινιῶν, μηδὲ εἰς γῆν καταφερόμενος·
ἀλλὰ ἀποφράττων μὲν καὶ τὰ ὦτα, ἀποστρέφων δὲ τὰς ὄψεις καὶ τὰς ἄλλας αἰσθήσεις ἔμπαλιν πρὸς ἑαυτόν·
καὶ ἐκλαθόμενος μὲν τῶν κάτω οἰμωγῶν καὶ στόνων καὶ ἡδονῶν καὶ δοξῶν καὶ τιμῆς καὶ ἀτιμίας, [*](2 ἀόρατον ὀφθαλμοῖς, ἄρρητον φωνῇ ═ or. 2. 10 a || 13 νοῦς ὁρῇ sq. Epicharmi cf. Plut. sollert. an. 3 (═ Porph. de abst. III 21) de fort. 3 de fort. Alex. II 3 Philostr. ep. 41 Cicer. Tusc. I 20 κῶφος καὶ τυφλὸς inde mutuatus est Plat. Pol. III 411d Phaedr.) [*](7 ὥσπερ — 11 ἀκούει p || 12 τοῦτ᾿ ἔστιν — 13 ἀκούει vide ad p. 128.11) [*](3 ἀπευθὲς RBH φ ἀπαθὲς cett. (δ) || 4 κουφο ÷τάτῳ (ου in ras.) R! || 5 ὁρατὸν (α in ras.) R! || 9 ἁρμονίας (ιας in ras.) R! || 12 τουτέστιν MNOPS | τοῦτ᾿ — 13 νοῦς ἀκούει om. Bφ | Συρα- κουσίου ϛ (δ Δ⁰) || 17 ἀλλὰ 〈καὶ〉 B | καὶ (ante τὰ ὦτα) om. B del. Markl.)
έλος δὲ τῆς ὁδοῦ οὐχ ὁ οὐρανός, οὐδὲ τὰ ἐν τῷ οὐρανῷ σώματα· καλὰ μὲν γὰρ ταῦτα καὶ θεσπέσια, ἅτε ἐκείνου ἔγγονα ἀκριβῆ καὶ γνήσια, καὶ πρὸς τὸ κάλλιστον ἡρμοσμένα·