Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

τοῦ γὰρ νοῦ ὁ μὲν νοεῖν πέφυκεν, καὶ μὴ νοῶν· ὁ δέ, καὶ πέφυκεν, ἀλλὰ καὶ οὗτος οὔπω τέλειος, ἂν μὴ προσθῇς αὐτῷ τὸ καὶ νοεῖν ἀεί, καὶ πάντα νοεῖν, καὶ μὴ ἄλλοτε ἄλλα· ὥστε εἴη ἂν ἐντελέστατος, ὁ νοῶν ἀεί, καὶ πάντα, καὶ ἅμα.

Εἰ δὲ βούλει, τῇδε εἴκαζέ μοι τὸ λεγόμενον· τὸν μὲν θεῖον νοῦν τῷ ὁρᾶν, τὸν δὲ ἀνθρώπινον τῷ λέγειν· ὀφθαλμοῦ μὲν γὰρ βολὴ ὀξύτατον, ἀθρόως σπῶσα τὴν αἴσθησιν τοῦ ὁρωμένου· λόγου δὲ ἐνέργεια ἔοικεν [*](60a)σχολαίῳ βαδίσματι.

Μᾶλλον δὲ ταύτῃ εἰκαζέ|σθω· ὁ μὲν θεῖος νοῦς κατὰ τὴν περιβολὴν τοῦ ἡλίου πάντα ἐφορᾷ τὸν ἐν γῇ τόπον ἀθρόως, ὁ δὲ ἀνθρώπινος κατὰ τὴν πορείαν αὐτοῦ, ἄλλοτε ἄλλα μέρη τοῦ ὅλου ἐπιπορευομένου.

Τοῦτον μὲν δὴ ὁ ἐξ Ἀκαδημίας ἡμῖν ἄγγελος δίδωσιν πατέρα καὶ γεννητὴν τοῦ ξύμπαντος· τούτου ὄνομα μὲν οὐ λέγει, οὐ γὰρ οἶδεν· οὐδὲ χρόαν λέγει, οὐ γὰρ εἶδεν· οὐδὲ μέγεθος λέγει, οὐ γὰρ ἥψατο· [*](2 ὥσπερ sq. vi. supra § VIb ἡμεῖς sq. || 8 ὥστε sq. cf. Albin. 10 ἐπεὶ δὲ ψυχῆς νοῦς ἀμείνων, νοῦ δὲ τοῦ ἐν δυνάμει ὁ κατʼ ἐνέργειαν πάντα νοῶν καὶ ἅμα καὶ ἀεί sq. Aristotelis doctrina cf. Zeller lI 2. 365 sq. || 19 πατέρα sq. vi. supra § Va) [*](1 εὐφημεῖν (ει in ras. ex ι) R! εὐφημῖν S || 3 τοῦ λόγου Heins. || 3. 4 αὐτὸν BMφα(θ) αὐτὸν τὸν Reiske (Duebn.) || 6 καὶ (ante πέφυκεν) om. MNPOS καὶ 〈νοεῖ καὶ〉 πέφυκεν Heins. et ita Schenkl καὶ πέφυκεν 〈καὶ νοεῖ〉 BH (m. sec.) (Δ) | τέλεος Ϛ (δ Δ⁰) || 10 τῇδε RBH om. cett. (δ) || 15 περιβολὴν RB παραβολὴν cett (δΔ) || 16 ἐν τῇ γῇ MNPα(θ) || 17 πορίαν R | ἄλλα τὰ μέρη α(δ) ἐπιπορευόμενος Reiske || 19 γενητὴν NO γενέτην B || 20 εἶδεν NOPα(δ) 〈ἀκοῇ〉 οἶδεν Markl.)

140
φύσεις αὗται, σαρκῶν καὶ ὀφθαλμῶν συνέσεις.

Τὸ δὲ θεῖον αὐτὸ ἀόρατον ὀφθαλμοῖς, ἄρρητον φωνῇ, ἀναφὲς σαρκί, ἀπευθὲς ἀκοῇ, μόνῳ δὲ τῷ τῆς ψυχῆς καλλίστῳ καὶ καθαρωτάτῳ καὶ νοερωτάτῳ καὶ κουφοτάτῳ καὶ πρεσβυτάτῳ ὁρατὸν δι᾿ ὁμοιότητα, καὶ ἀκουστὸν διὰ συγγένειαν, ὅλον ἀθρόον ἀθρόᾳ συνέσει παραγινόμενον.