Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ὥσερ οὖν εἴ τις ἐπιθυμεῖ ἰδεῖν τὸν ἥλιον, οὐχὶ ταῖς ἀκοαῖς θηρᾶται αὐτοῦ τὴν σύνεσιν· οὐδὲ εἴ τις τῆς ἐν φωναῖς ἁρμονίας ἐρᾷ, τοῖς ὀφθαλμοῖς αὐτὴν μεταδιώκει· ἀλλ᾿ ὄψις μὲν ἐρᾷ χρωμάτων, ἀκοὴ δὲ ἀκουστῶν· οὕτω καὶ νοῦς νοητὰ ὁρᾷ, καὶ νοητῶν ἀκούει.

  • Τοῦτ᾿ ἔστιν ἀμέλει τὸ τοῦ Συρακοσίου αἴνιγμα
  • νοῦς ὁρῇ καὶ νοῦς ἀκούει.
  • Πῶς οὖν ὁρᾷ νοῦς; καὶ πῶς ἀκούει; Ὀρθῇ τῇ ψυχῇ καὶ ἐρρωμένῃ, πρὸς τὸ ἀκήρατον ἐκεῖνο φῶς ἀντιβλέπων, καὶ μὴ σκοτοδινιῶν, μηδὲ εἰς γῆν καταφερόμενος·

    ἀλλὰ ἀποφράττων μὲν καὶ τὰ ὦτα, ἀποστρέφων δὲ τὰς ὄψεις καὶ τὰς ἄλλας αἰσθήσεις ἔμπαλιν πρὸς ἑαυτόν·