Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

τοῦτο δʼ αὖ κατʼ αἰθέρα αἱ δαιμόνων οὐσίαι. Βούλομαι δέ σοι δεῖξαι τὸ λεγόμενον σαφεστέρᾳ εἰκόνι. Ἐννόει μεγάλην ἀρχήν, καὶ βασιλείαν ἐρρωμένην, πρὸς μίαν ψυχὴν βασιλέως τοῦ ἀρίστου καὶ πρεσβυτάτου συμπάντων νενευκότων ἑκόντων·

ὅρον δὲ τῆς ἀρχῆς οὐχ Ἅλυν ποταμόν, οὐδὲ Ἑλλήσποντον, οὐδὲ τὴν Μαιῶτιν, | οὐδὲ τὰς ἐπὶ τῷ ὠκεανῷ ἠϊόνας· ἀλλὰ οὐρανόν, [*](61b) καὶ γῆν, τὸν μὲν ὑψοῦ, τὴν δʼ ἔνερθεν· οὐρανὸν οἷον τεῖχος τὶ ἐληλαμένον ἐν κύκλῳ, ἄρμὲν ρηκτον, πάντα χρήματα ἐν ἑαυτῷ στέγον· τὴν δὲ οἷον φρουρὰν καὶ δεσμοὺς ἀλιτρῶν σωμάτων.

Βασιλέα δὲ [*](1 τὰ ἔργα sq. cf. Galen. hist. phil. (Diels 617) Cicer. nat. deor. lI 2. 4; lI 4.12 || 3.4 τρισμύριοι sq. vi. or. 8. 8f || 4 θεοῦ παῖδες vi. supra § a; or. 13.6 b cf. Plat. apol. 27c lulian. lI 90b || 5 τοῦτο μὲν sq. cf. Aetius Diels 304 τούτου (scil. summi dei) πατρὸς καὶ ποιητοῦ τὰ ἄλλα θεῖα ἔκγονα νοητὰ μὲν ἐναιθέριοί τινες δυνά- μεις . . . αἰσθητὰ δὲ τοῦ πρώτου θεοῦ ἔκγονα ἥλιος σελήνη ἀστέρες sq Albin. 14 Apul. dogm. Plat. l 11 Ps. Aristot. π. κόσμου 2 vi. etiam or. 13. 6 c || 16 φρουρὰν cf. Plat. Phaed. 62 b λόγος ὡς ἔν τινι φρουρᾷ ἐσμὲν οἱ ἄνθρωποι | δεσμοὺς cf. Plat. Phaed. 67 d τὴν ψυχὴν . . . ἐκλυομένην ὥσπερ ἐκ δεσμῶν ἐκ τοῦ σώματος . .) [*](14 τεῖχος — ἄρρηκτον p) [*](1 ἄρκει Dav.1 || 3 Βοιώτιος (〈ὁ〉 Βοιώτιος Markl.) scil. He- siodus (oper. et dier. v. 252) ‘nec adeo tot, quot Pindarus dixit’ σ2 | τρεῖς μυρίοι NO || 6 αἰθέρα καὶ NO | οὐσίαι (αι in ras.) R! ? 7. 8 ἐννόει 〈μοι〉 B || 12 Μαιῶτιν (ω in ras.) R! | ἰόνας (═ ἠόνας? ut p. 25.9 R) M || 14. 15 ἄρρητον (suprascr. κ) R! || 15 στέγον] γέγονε B | τὴν] γῆν Canterus (Δ) || 16 ἀλιτηρίων Reiske sed cf. Hom. Hym. in Merc. 259)

145
αὐτὸν δὴ τὸν μέγαν ἀτρεμοῦντα, ὥσπερ νόμον, παρέχοντα τοῖς πειθομένοις σωτηρίαν ὑπάρχουσαν ἐν αὐτῷ· καὶ κοινωνοὺς τῆς ἀρχῆς πολλοὺς μὲν ὁρατοὺς θεούς, πολλοὺς δὲ ἀφανεῖς, τοὺς μὲν περὶ τὰ πρόθυρα αὐτὰ εἱλουμένους, οἷον εἰσαγγελέας τινὰς καὶ βασιλεῖς συγγενεστάτους, ὁμοτραπέζους αὐτοὺς καὶ συνεστίους, τοὺς δὲ τούτων ὑπηρέτας, τοὺς δὲ ἔτι τούτων καταδεεστέρους.