Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

δὲ ἐρρωμένη ψυχὴ καὶ χρηστῷ δαίμονι συγκεκληρωμένη, κἀνταῦθα ἀντέχει τῷ κυκηθμῷ, καὶ κατὰ δύναμιν ἀπαλλάττουσα αὐτὴν τῆς πρὸς τὸ σῶμα ὁμιλίας, τὴν μνήμην ἐγείρει ἐκείνων τῶν θεαμάτων, [*](56b) καὶ ἐκείνων τῶν ἀκουσμάτων.

Τοῦτο ἄρα κα οἱ ποιηταὶ τὴν Μνημοσύνην αἰνίττονται Μουσῶν μητέρα, Μούσας μὲν τὰς ἐπιστήμας ὀνομάζοντες, ἠγάθεον χορὸν καὶ ἔργον Διός, ὑπὸ Μνημοσύνης δὲ γεννω [*](1 Κιμμερίων quo exemplo utitur etiam or 16. 6 c; 25. 4 a ; 39. 3 n || 4 θεῶν παισὶν scil. daemonibus vi. or. 11. 5 a et 12 a cf. Plat. apol. 27c lulian. lI 90 b || 5 ὑπὲρ ἄκραν τὴν οὐρανοῦ ἁψῖδα cf. Orig. c Cels. 3. 159 ex Plat. Phaedr. 247a || 5.6 συμπερι- πολοῦσα cf. Albin. 27 συνεστίους θεοῖς γινομένας καὶ συμπερι- πολούσας sq. Sallust. Plat. 14 || 6 συντεταγμένη στρατιᾷ θεῶν vi. or. 4.4 c ex Plat. Phaedr. 246 e || 9 χρηστῷ δαίμονι nam et φαῦλοι sunt cf. lulian. lI 90 b Plut. def. orac. 415 c 417 c etiam lulian. fragm. 288a || 10 συγκεκληρωμένη vi. or. 8. 8 f εἴληχεν sq. et quae ibi adnotavi κυκηθμῷ vi or. 11. 10 f || 11 κατὰ δύναμιν ἀπαλ- λάττουσα αὑτὴν vi. or 7. 5 d || 14 Μνημοσύνην cf. Plut. lib. educ. 13 Ei ap. Delph. 21 Cicer nat. deor. III 21 || 15 Μούσας τὰς ἐπιστήμας ὀνομάζοντες vel λόγους cf. Themist. 24. 301) [*](2 γινομένη MN || 3 ἐλευθέρα νόσων om. Duk. || 5 τοῦ οὐ- ρανοῦ α(δ) | ἀψῖδα MNα(δ) || 7 ἀληθῶς α(δ ∠) ἀληθείᾳ Schenkl ἀναμιμνήσκεται (κε in ras. ex κει) R! || 8 δὲ 〈ἐνθάδε 〉 ἐκείνων Hob. δὲ νῦν ἐκείνων φα(δ ∠) δʼ ἐκείνων νῦν Schenkl || 10 μυ- κηθμιῷ MNα(δ ∠°) || 11 αὐτὴν BMN || 13 〈διὰ〉 τοῦτο φα(δ) || 14 αἰνίττονται (αι prius in ras.) R! || 15 μὲν 〈οὖν〉 Duk. || 16 ἔργον] ἔγγονον Heins. | καὶ γεννωμένας nescio unde Dav. )

127
μένας καὶ συνταττομένας. Θεραπεύωμεν τὰς Μούσας, θεραπεύωμεν τὴν Μνημοσύνην.

[*](ιδ΄)

Τίς ὁ θεὸς κατὰ Πλάτωνα.

Περὶ μὲν δαιμόνων σκοπῶν ἀμφισβητεῖν λόγον λόγῳ φέρω, καὶ ἀνέχομαι τὴν στάσιν, καὶ οὐδὲν δεινὸν οὐδὲ πλημμελὲς οὐδὲ ἔξω τρόπου ἡγοῦμαι δρᾶν τὸν ἀμφισβητοῦντα πρὸς ἑαυτὸν καὶ πρὸς ἄλλον, εἰ ἐστὶν τὸ δαιμόνιον, καὶ τί, καὶ ὁπόσον· καὶ γὰρ ἦν ἐνταῦθα τὸ μὲν ὄνομα δῆλον, ἡ δὲ οὐσία ἀφανής, ἡ δὲ δύναμις [*](1 θεραπεύωμεν τὰς (ευ, μ, ας in ras.) R!) [*](Codices RPSOMNBφ (═ Paccius) α (═ Stephanus); H (teste Davisio)) [*](6 περὶ δαιμόνων σκοπῶν scil. in oratt. 8 et 9 | ἀμφισ- βητεῖν λόγον λόγῳ vi. or. 13. 3 e πολεμεῖν λόγον λόγῳ etiam or 16.1 b κατήγορος δὲ λόγος λόγου || 11 ὄνομα δῆλον scil. δαίμονες, cum deus ἀνώνυμος sit vi. or. 2. 10 a) [*](7 in mge ἤγουν ἀσύνηθες καὶ οὐ τὸν ἄτακτον ἤγουν ἀπρε- πὲς (schol. ad voces πλημμελὲς et ἔξω τρόπου rubro colore scriptum) M) [*](3 ΙΑ΄ R! || 5 in mge ιδ΄ R! | τίς ὁ θεὸς κατὰ Πλάτωνα RK (teste Bandini) ιξος τίς ὁ θεὸς κατὰ Πλάτωνα α΄ λόγος Z (teste Schenkl) Μαξίμου Τυρίου σοφιστοῦ καὶ φιλοσόφου· λόγος περὶ τοῦ τίς ὁ θεὸς κατὰ Πλάτωνα NOSP (om. λόγος) M (om. καὶ φιλοσόφου) Μαξίμου Τυρίου Πλατωνικοῦ φιλοσόφου τῶν ἐν τῇ Ρώμῃ διαλέξεων τῆς πρώτης ἐπιδημίας λόγοι μα΄ περὶ τοῦ τίς ὁ θεὸς κατὰ Πλάτωνα λόγος α΄ α om. (relicto spatio duorum versuum) B τί ὁ θεὸς κατὰ Πλάτωνα Ηφ || 6 δαιμόνων 〈σκοπῶν〉 Hob. | ἀμφισβητεῖν Duebn. ἀμφισβητῶν codd. ἀμφισβητοῦντα Markl. | λόγον 〈ἐναντίον〉 λόγῳ Reiske || 7 οὐδὲν] οὐδὲ PN 8 πλημελὲς PN || 10 ὁποῖον Reiske || 11 ἄδηλον Markl. (Duebn.) ἀφανές Markl.)

128
ἀμφισβητήσιμον.

Νῦν δὲ δὴ τίς γένωμαι, περὶ θεοῦ λέγων; ποῖον κάλλος ῥημάτων περιβαλλόμενος, ἢ ποῖον φῶς ἐξ ὀνομάτων σαφεστάτων πορισάμενος, ἢ τίνα ἁρμονίαν ᾠδῆς ἐκλόγου ἁρμοσάμενος, δείξαιμι ἂν ἐμαυτῷ

καὶ ἄλλῳ τὸ νῦν ζητούμενον; Ὁπότε γὰρ οὐδὲ ὁ εὐφωνότατος τῶν ὄντων Πλάτων, εἰ καὶ πρὸς Ὅμηρον παραβάλλειν ἐθέλοις, οὔπω καὶ νῦν ἀξιόχρεως πιστεύεσθαι περὶ θεοῦ λέγων, ἀλλʼ ἑτέρωθέν τι πυθέσθαι ποθεῖς τὴν Πλάτωνος δόξαν, σχολῇ γʼ ἄν τις ἐπιτολμήσαι τῷ λόγῳ, νοῦν καὶ βραχὺν ἔχων·

πλὴν εἰ μὴ καὶ ἀνδρὶ [*](Ed. Duebn. p. 65)διψῶντι ποταμοῦ παρόντος || καθαροῦ καὶ πολλοῦ, [*](ΛΕ΄)ἰδεῖν ἡδίστου, καὶ πιεῖν προσηνεστάτου, | καὶ θρέψαι [*](57a) γονιμωτάτου, ἄλλοθέν ποθεν ἐκ πηγῆς ἀσθενοῦς καὶ ἧττον τὰ αὐτὰ ἀγαθῆς ἀρυσάμενοι κομίζοιμεν τῷ διψῶντι ἀναγκαῖον ποτόν. Ὁποῖον φασὶ τὴν γλαῦκα πάσχειν, πρὸς μὲν τὸν ἥλιον ἀμαυρουμένην, θηρεύουσαν δὲ ἐν νυκτὶ ἔκπυρον φῶς·

εἰ γάρ τις ἐς τὰς [*](2 ῥημάτων . . ὀνομάτων cf. Plat. Theaet. 168 b symp. 198 h τοῦ κάλλους τῶν ὀνομάτων καὶ ῥημάτων || 6. 7 εἰ πρὸς Ὅμηρον παραβάλλειν ἐθέλοις quod fecit or. 26. 7 a sq.) [*](11 ποταμοῦ — 13 γονιμωτάτου et 16 πρὸς μὲν — 17 φῶς in Paccianae versionis (σ 2) exemplari Bonnensi inter lineas a vetere libri possessore e mscr. quodam adscripta || 17 εἰ — p.129.16 χρυσῷ p (omissis tamen p. 129. 6 νῦν — 11 πυρί)) [*](1 ἀμφισβητήσιμος α(δ) || 2 περιβαλόμενος α(δ∠) || 3 ὀμμά- των PSOMNα Heinsianae (praeter Lariotianam) || 4 ἐκ λόγου Bα(θ) ἢ λόγου Heins. || 5 οὐδὲ om. suprascr. R! || 6 Πλάτωνικαὶ R || 7 ἐθέλος (suprascr. ι) R! || 8 τι] τις H (man. sec.) Steph. (δ∠) | πυθέσθαι] πιστοῦσθαι Schott. | ποθεῖς Hob. ποθεῖ codd (δ∠) || 9 σχολή R! || 10 νοῦν καὶ βραχὺν RHP(∠) νοῦν βραχὺν cett. (δ) || 12 〈καὶ〉 ἰδεῖν α(δ) et inter lineas σ2 | πινεῖν ∠° || 14 τῷ δι- ψῶντι del. Reiske || 17 ἔκπυρον suspectat Reiske)

129
Πλάτωνος φωνὰς ἐμπεσὼν ἑτέρων δεῖται λόγων, καὶ εἴ τω ἐκεῖθεν φῶς ἀμαυρὸν δοκεῖ καὶ ἥκιστα μετέχον αὐγῆς σαφοῦς, οὗτος οὐδʼ ἂν τὸν ἥλιον ἴδοι ἀνίσχοντα, οὐδὲ τὴν σελήνην λαμπρυνομένην, οὐδὲ τὸν Ἕσπερον καταδυόμενον, οὐδὲ τὸν Ἑωσφόρον φθάνοντα.

Ἔχε ἀτρέμας· νῦν γάρ τοι ἠρέμα ἐννοῶ, οἷον ἂν εἴη τὸ πάθος τοῦ τοιοῦδε λόγου· αὐτὸ ἐκεῖνο, οἷον τὸ τῶν μεταλλέων· οὗτοι γάρ που κόπτοντες τὴν γῆν, ὀρύσσοντες τὸν χρυσόν, οὐχ ἱκανοὶ διαγιγνώσκειν τὴν τοῦ χρυσοῦ φύσιν, ἀλλὰ ἐστὶν ἔργον βασανίζον τὸν χρυσὸν ἐν πυρί.