Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

μὲν δὴ εὖ πεφυκὼς ἀνήρ, καὶ πρὸς ἀρετὴν εὐδρομώτατος, αὐτὸς παῤ αὐτοῦ τὴν ἀρχὴν λαβών, πορεύεται, καὶ ἐφοδεύει, καὶ ξυλλαμβάνει, καὶ ἀναπεμπάζεται τῇ μνήμῃ τὰ τοῦ νοῦ θεάματα·

ὁ δὲ ἧττον δεινός, δεῖται τοῦ Σωκράτους, αὐτοῦ μὲν διδάσκοντος οὐδέν, διερωτῶντος δὲ καὶ διαπυνθανομένου·

ὁ δὲ ἀποκρίνεται τἀληθῆ αὐτά. Τίς ἂν οὖν ἀποκρίνεται, ἃ μήπω οἶδεν; πλὴν εἰ μὴ καὶ τὸν βαδίζοντα, χειραγωγοῦντος ἑτέρου, φήσει τὶς μὴ βαδίζειν αὐτόν.

Τί τοίνυν διαφέρει ὁ χειραγωγῶν τοῦ ἀνερωτῶντος, καὶ τί διαφέρει ὁ βαδίζων τοῦ ἀποκρινομένου; ὁ μὲν γὰρ ἑαυτῷ παρέχει τὴν ἐνέργειαν, ὁ δὲ ἐκείνῳ τὴν | ἀσφάλειαν Ἀλλʼ οὔτε ὁ χειραγωγούμενος μανθάνει [*](56a) βαδίζειν, οὔτε ὁ ἀνερωτώμενος ἀποκρίνεσθαι μανθάνει· ἀλλʼ ἑκάτερος, ὁ μὲν βαδίζει, δύναται γάρ· ὁ δὲ ἀποκρίνεται, οἶδε γάρ· ξυνεπιλαμβάνουσιν δὲ πρὸς ἀσφάλειαν ἑκατέρῳ ἑκάτερος. ||

[*](3.4 διατεταμένων κάλων sq similitudinem suppeditavit or. 9.5 g et 6 a τὰ ὥσπερ καλώδια sq. || 6 βραχείας ἀρχῆς ut supra § VII d || 13 τίς ἂν οὖν sq. cf Plat. Phaed. 73a ἐρωτώμενοι οἱ ἄνθρωποι ἐάν τις καλῶς ἐρωτᾷ, αὐτοὶ λέγουσι πάντα ᾗ ἔχει καίτοι εἰ μὴ ἐτύγχανεν αὐτοῖς ἐπιστήμη ἐνοῦσα . . . οὐκ ἂν οἷοί τʼ ἦσαν τοῦτο ποιήσειν)[*](1.2 κινήσας MNH (in mge κλονήσας) α(δ) || 2 διὰ] κατὰ α(δ) || 6 εὔνοιαν MN || 8 αὐτός τε παῤ αὑτοῦ α(δ) 11 τοῦ (ante Σωκράτους) om. Bα(δ) || 13 αὐτός Reiske (Duebn.) sed vi. p. 126. 4 | ἀποκρίνηται Bα(δ∠) || 16 ὁ (ante χειραγωγῶν) om. B || 22 οἶδε γάρ om. B | ἀσφάλειαν (ει in ras. ex ι) R!)
125

Σῶμα μὲν βαδιστικὸν τῇ φύσει, ψυχὴ δὲ λογιστικὴ [*](Ed. Duebn. p.64) τῇ φύσει· εἰ δʼ ἐστὶν ἀθάνατος, ὥσπέρ ἐστιν, ἀνάγκη που αὐτῇ τοῦτο ἐξ ἀϊδίου ἐνεῖναι, τὰς νοήσεις τὲ καὶ ἐπιστήμας τῶν πραγμάτων.

Ἅτε δέ, οἶμαι, διττῷ βίῳ ἡ ψυχὴ συνεχομένη, τῷ μὲν καθαρῷ καὶ διαυγεῖ καὶ ὑπὸ μηδεμιᾶς συμφορᾶς ἐνοχλουμένῳ, τῷ δὲ θολερῷ καὶ τεταραγμένῳ καὶ ἐν παντοίαις τύχαις φυρο μένῳ· ἐνταῦθα μὲν ἀσαφείας ἐμπέπλησται, καὶ καρηβαρεῖ, αὐτὸ ἐκεῖνο τὸ τῶν μεθυόντων πάθος· τούτοις γάρ που φλεγμαίνουσα ἡ ψυχὴ ὑπὸ τοῦ ἀνέδην πότου, ἐγγύτατα μὲν τείνει μανίας· ἤδη δέ που ἀνακαλεῖται αὑτήν, καὶ οὔτε ἀκριβῶς σφάλλεται, οὔτε σαφῶς λογίζεται, ἀλλʼ ἐν μεθορίῳ μένει ἀγνοίας καὶ λογισμοῦ.

Ἐπειδὰν δὲ ἀπαλλαγῇ ἡ ψυχὴ ἐνθένδε ἐκεῖσε, ὥσπερ [*](1 σῶμα βαδιστικὸν τῇ φύσει ═ or. 2. 3 d nisi quod de ho- mine in universum || 2 ἀθάνατος vi. supra § ll a ἡ δὲ ψυχὴ sq. cf. Apul. dogm. Plat. l 9 Albin. 14 (de anima mundi) τὴν ψυχὴν ἀεὶ οὖσαν || 4. 5 διττῷ βίῳ sq. cf. Albin. 25 ἡ ψυχὴ . . πρὸς τῷ νοητῷ αὐτὴ καθʼ ἑαυτὴν γινομένη καθίσταται καὶ ἠρεμεῖ Diog Laert. VIII 31 ὅταν ἰσχύῃ καὶ καθʼ αὐτὴν γενομένη ἠρεμῇ δεσμὰ γίγνεσθαι αὐτῆς τοὺς λόγους Plat. Phaed 79 d ὅταν αὐτὴ καθʼ αὑτὴν σκοπῇ, ἐκεῖσε οἴχεται sq vi. etiam supra § lII b; spectat ad δύο ψυχῆς μέρη de quibus vi. or. 6. 4 f et 1 b || 6.7 τῷ θολερῷ vi. or. 9. 6 e ὑπὸ ἀέρος θολεροῦ || 7 τεταραγμένῳ sq cf Plat Phaed. 79c ἡ ψυχὴ ὅταν τῷ σώματι προσχρῆται εἰς τὸ σκοπεῖν τι ἢ διὰ τοῦ ὁρᾶν . . ἢ διʼ ἄλλης τινὸς αἰσθήσεως τότε μὲν ἕλκεται ὑπὸ τοῦ σώματος . . καὶ πλανᾶται καὶ ταράττεται Albi 25 || 8. 9 καρη- βαρεῖ vi. supra § IIl f etiam § l g || 9 αὐτὸ ἐκεῖνο τὸ τῶν μεθυόντων πάθος ═ or. 27. 5 h suppeditavit Plat Phaed. 79 c ἡ ψυχὴ ἰλιγγιᾷ ὥσπερ μεθύουσα cf. Albin. 25 ἰλιγγιᾷ καὶ ταράττεται καὶ οἶον μεθύει || 13 ἐν μεθορίῳ ἀγνοίας καὶ λογισμοῦ vel ἐν μεθορίᾳ ἀρετῆς πρὸς μοχθηρίαν or. 38. 6 k vi. etiam or 8. 8 b (de dae- monibus) or. 33. 7 a ὡς ζώῳ τινὶ ἐν μεθορίῳ τεταγμένῳ || 14 ἐπει- δὰν δὲ — ἐκεῖσε ═ or. 9. 6 e) [*](1 φύσει] ψυχῇ Steph. || 2 φύσει] βαδίσει Steph. || 3 ταῦτα Markl. || 10 ὑποτου R | ανεδη R ἀναίδην B | ποτοῦ BN || 12 αὐ- τήν BMN || 13 ἀγνίας B)

126
ἐκ τῆς Κιμμερίων γῆς ἐπὶ λαμπρὸν αἰθέρα ἐξελθοῦσα, ἐλευθέρα μὲν γενομένη σαρκῶν, ἐλευθέρα δὲ ἐπιθυμιῶν, ἐλευθέρα νόσων, ἐλευθέρα συμφορῶν· τότε διορᾷ καὶ λογίζεται τἀληθῆ αὐτά, θεοῖς καὶ θεῶν παισὶν συγγιγνομένη ὑπὲρ ἄκραν τὴν οὐρανοῦ ἀψῖδα, συμπεριπολοῦσα καὶ συντεταγμένη στρατιᾷ θεῶν ὑφʼ ἡγεμόνι καὶ στρατηγῷ τῷ Διί·

καὶ μέμνηται μὲν ἀληθείας τότε, ἀναμιμνήσκεται δὲ ἐνθάδε ἐκείνων· καὶ θαρσεῖ μὲν τότε, σφάλλεται δὲ νῦν.