Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

[*]((σ 136/7))

  • τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων,
  • οἷον ἐπʼ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε
  • ἀντίστροφα γὰρ ὑπὲρ τῶν ἀνθρωπίνων βουλεύεται τὸ δαιμόνιον, καὶ ἔστιν αὐτῶν ἐφήμερος ἡ φύσις.

    Ὧσπερ [*](2 ἄλλης μούσης sq. vi supra p. 1. 12sq. || 3 Ὅμηρς scil. phi- losophus veterrimus vi. or. 26. 2 d et 5 b || 11 πολυμεροῦς sq. vi or. 11.7a; 30. 2a cf. Lucian. Hermot. 15 (753) || 13 οὔτε εἰς λύπας sq. vi. or. 41. 30 || 15 ἄνω κάτω vi or. 41. 4 i etiam infra p. 4. 15 al. passim || 16 μεταβάλλοντα sq. vi. or. 11. 4 c ubi iisdem Homeri versibus utitur, et or. 13. 2 a cf. Plat. symp. 207 d Theaet. 154a) [*](3 ὀνομάζειν Duk. || 4 ἄλλος R φ? ἄλλοι cett. (δΔ0) || 5 ἄρα (ironice) ἆρα cett. (δΔ) || 7 τὲ (ante καὶ) om. Δ0 | ποιητῶν M 10 διηνε-κεῖ R | ἀνενδεὴς α(δ) || 12 R ὃ B om. φα(δ) 13 συντεθέντα N 14 εἰς (ante ἡδονὴν) om. B | μεθιστάμε. να (fuit -άμεννα) R! 15 οὕτως ἄνω α(δ) corr. Markl. || 19 ὑπὸ N α(δ) corr. Steph.)

    4
    οὖν τῶν ποταμῶν, οὕς ἀφιᾶσιν αἱ ἀέναοι πηγαί, τὸ [*](Ed. Duebn. p. 22)μὲν || ὄνομα ἕν, ὁ Σπτερχειὸς ἢ Ἀλφειὸς ἢ ἄλλο τι, ἀμείβουσα δὲ ἡ γένεσις τὸ ἐπιὸν πρὸς τὸ οἰχόμενον ἐξαπατᾷ. τὴν ὄψιν τῇ συνεχείᾳ τῆς φορᾶς, ὡς ἑνὸς ὄντος ποταμοῦ διηνεκοῦς καὶ ἡνωμένου·

    οὕτω καὶ τῶν ἀνθρωπίνων πραγμάτων ὥσπερ ἐκ πηγῆς ἀενάου ῥεῖ ἡ γένεσις καὶ ἡ χορηγία, ὀξέως μὲν καὶ μετὰ ἀμηχάνου τάχους, ἀνεπαίσθητος δὲ ἡ φορά·

    καὶ ἐξαπατᾶται ὁ λογισμός, ὥσπερ ἐπὶ τοῦ ποταμοῦ ἡ ὄψις, καὶ καλεῖ βίον ἕνα καὶ τὸν αὐτόν, τὸ δέ ἐστιν χρῆμα πολύμορφον καὶ παντοδαπόν, πολλαῖς μὲν τύχαις, πολλοῖς δὲ πράγμασιν, πολλοῖς δὲ καιροῖς ἀλλοιούμενον·

    ἐπιτέτακται δὲ αὐτῷ ὁ λόγος, σχηματιζόμενος ἀεὶ τοῖς παροῦσιν, ὥσπερ ἰατροῦ τέχνη ἐπὶ σώματι οὐχ ἑστῶτι, ἀλλὰ φερομένῳ ἄνω καὶ κάτω, καὶ ὑπὸ κενώσεως καὶ πλησμονῆς κυκωμένῳ, οἰκονόμου | σα αὐτοῦ τὴν ἔνδειαν καὶ [*](20a) τὸν κόρον.

    Τοῦτο καὶ τῷ τῶν ἀνθρώπων βίῳ ὁ τῶν φιλοσόφων δύναται λόγος, ξυναρμοζόμενος τοῖς πάθεσιν καὶ πεπαίνων μὲν τὰ σκυθρωπά, συνευφημῶν δὲ τοῖς φαιδροτέροις.