On the Sublime

Longinus

Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.

Ἡ πέμπτη μοῖρα τῶν συντελουσῶν εἰς τὸ ὕψος, ὧν γε ἐν ἀρχῇ προὐθέμεθα, ἔθ’ ἡμῖν λείπεται, κράτιστε,

142
ἡ διὰ τῶν λόγων αὐτὴ ποιὰ σύνθεσις. ὑπὲρ ἧς ἐν δυσὶν ἀποχρώντως ἀποδεδωκότες συντάγμασιν, ὅσα γε τῆς θεωρίας
orgpage.203r
ἦν ἡμῖν ἐφικτά, τοσοῦτον ἐξ ἀνάγκης προσθείημεν ἂν εἰς τὴν παροῦσαν ὑπόθεσιν, ὡς οὐ μόνον ἐστὶ πειθοῦς καὶ ἡδονῆς ἡ ἁρμονία φυσικὸν ἀνθρώποις, ἀλλὰ καὶ μεγαληγορίας καὶ πάθους θαυμαστόν τι ὄργανον.

οὐ γὰρ αὐλὸς μὲν ἐντίθησίν τινα πάθη τοῖς ἀκροωμένοις καὶ οἷον ἔκφρονας καὶ κορυβαντιασμοῦ πλήρεις ἀποτελεῖ, καὶ βάσιν ἐνδούς τινα ῥυθμοῦ πρὸς ταύτην ἀναγκάζει βαίνειν ἐν ῥυθμῷ καὶ συνεξομοιοῦσθαι τῷ μέλει τὸν ἀκροατήν, κἂν ἄμουσος ᾖ παντάπασι, καὶ νὴ Δία φθόγγοι κιθάρας, οὐδὲν ἁπλῶς σημαίνοντες, ταῖς τῶν ἤχων μεταβολαῖς καὶ τῇ πρὸς ἀλλήλους κρούσει καὶ μίξει τῆς συμφωνίας θαυμαστὸν ἐπάγουσι πολλάκις, ὡς ἐπίστασαι, θέλγητρον

(καίτοι ταῦτα εἴδωλα καὶ μιμήματα νόθα ἐστὶ πειθοῦς, οὐχὶ τῆς ἀνθρωπείας φύσεως, ὡς ἔφην, ἐνεργήματα γνήσια), οὐκ οἰόμεθα δ’ ἄρα τὴν σύνθεσιν, ἁρμονίαν τινὰ οὖσαν λόγων ἀνθρώποις ἐμφύτων καὶ τῆς ψυχῆς αὐτῆς, οὐχὶ τῆς ἀκοῆς μόνης ἐφαπτομένων, ποικίλας κινοῦσαν ἰδέας ὀνομάτων νοήσεων πραγμάτων κάλλους εὐμελείας, πάντων ἡμῖν ἐντρόφων καὶ συγγενῶν, καὶ ἅμα τῇ μίξει καὶ πολυμορφίᾳ τῶν ἑαυτῆς φθόγγων τὸ παρεστὼς τῷ λέγοντι πάθος εἰς τὰς ψυχὰς τῶν πέλας παρεισάγουσαν καὶ εἰς μετουσίαν αὐτοῦ τοὺς ἀκούοντας ἀεὶ καθιστᾶσαν, τῇ τε τῶν λέξεων ἐποικοδομήσει τὰ μεγέθη συναρμόζουσαν, δι’ αὐτῶν τούτων κηλεῖν τε ὁμοῦ, καὶ πρὸς ὄγκον τε καὶ ἀξίωμα καὶ ὕψος καὶ πᾶν ὃ ἐν

144
αὑτῇ περιλαμβάνει καὶ ἡμᾶς ἑκάστοτε συνδιατιθέναι,
orgpage.203v
παντοίως ἡμῶν τῆς διανοίας ἐπικρατοῦσαν; ἀλλ’ εἰ καὶ μανία τὸ περὶ τῶν οὕτως ὁμολογουμένων διαπορεῖν, ἀποχρῶσα γὰρ ἡ πεῖρα πίστις,

ὑψηλόν γέ που δοκεῖ νόημα καὶ ἔστι τῷ ὄντι θαυμάσιον, ὃ τῷ ψηφίσματι ὁ Δημοσθένης ἐπιφέρει·

τοῦτο τὸ ψήφισμα τὸν τότε τῇ πόλει περιστάντα κίνδυνον παρελθεῖν ἐποίησεν, ὥσπερ νέφος·
ἀλλ’ αὐτῆς τῆς διανοίας οὐκ ἔλαττον τῇ ἁρμονίᾳ πεφώνηται· ὅλον τε γὰρ ἐπὶ τῶν δακτυλικῶν εἴρηται ῥυθμῶν· εὐγενέστατοι δ’ οὗτοι καὶ μεγεθοποιοί, διὸ καὶ τὸ ἡρῷον, ὧν ἴσμεν κάλλιστον, μέτρον συνιστᾶσι· τό τε ἐπείτοιγε ἐκ τῆς ἰδίας αὐτὸ χώρας μετάθες, ὅποι δὴ ἐθέλεις, τοῦτο τὸ ψήφισμα, ὥσπερ νέφος, ἐποίησε τὸν τότε κίνδυνον παρελθεῖν, ἢ νὴ Δία μίαν ἀπόκοψον συλλαβὴν μόνον ἐποίησε παρελθεῖν ὡς νέφος, καὶ εἴσῃ πόσον ἡ ἁρμονία τῷ ὕψει συνηχεῖ. αὐτὸ γὰρ τὸ ὥσπερ νέφος ἐπὶ μακροῦ τοῦ πρώτου ῥυθμοῦ βέβηκε, τέρασι καταμετρουμένου χρόνοις· ἐξαιρεθείσης δὲ τῆς μιᾶς συλλαβῆς ὡς νέφος εὐθὺς ἀκρωτηριάζει τῇ συγκοπῇ τὸ μέγεθος, ὡς ἔμπαλιν, ἐὰν ἐπεκτείνῃς παρελθεῖν ἐποίησεν ὡσπερεὶ νέφος, τὸ αὐτὸ σημαίνει, οὐ τὸ αὐτὸ δὲ ἔτι προσπίπτει, ὅτι τῷ μήκει τῶν ἄκρων χρόνων συνεκλύεται καὶ διαχαλᾶται τὸ ὕψος τὸ ἀπότομον.