On the Sublime

Longinus

Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.

μήποτ’ οὖν ἄρισται τῶν ὑπερβολῶν, ὡς καὶ ἐπὶ τῶν σχημάτων προείπομεν, αἱ αὐτὸ τοῦτο διαλανθάνουσαι ὅτι εἰσὶν ὑπερβολαί. γίνεται δὲ τὸ τοιόνδε, ἐπειδὰν ὑπὸ ἐκπαθείας μεγέθει τινὶ

140
συνεκφωνῶνται περιστάσεως, ὅπερ ὁ Θουκυδίδης ἐπὶ τῶν ἐν Σικελίᾳ φθειρομένων ποιεῖ.
οἵ τε γὰρ Συρακούσιοι
φησὶν
ἐπικαταβάντες τοὺς
orgpage.202v
ἐν τῷ ποταμῷ μάλιστα ἔσφαζον, καὶ τὸ ὕδωρ εὐθὺς διέφθαρτο· ἀλλ’ οὐδὲν ἧσσον ἐπίνετο ὁμοῦ τῷ πηλῷ ᾑματωμένον καὶ τοῖς πολλοῖς ἔτι ἦν περιμάχητον.
αἷμα καὶ πηλὸν πινόμενα ὅμως εἶναι περιμάχητα ἔτι ποιεῖ πιστὸν ἡ τοῦ πάθους ὑπεροχὴ καὶ περίστασις.

καὶ τὸ Ἡροδότειον ἐπὶ τῶν ἐν Θερμοπύλαις ὅμοιον.

ἐν τούτῳ
φησὶν
ἀλεξομένους μαχαίρῃσιν, ὅσοις αὐτῶν ἔτι ἐτύγχανον περιοῦσαι, καὶ χερσὶ καὶ στόμασι, κατέχωσαν οἱ βάρβαροι.
ἐνταῦθ̓, οἷόν ἐστι τὸ καὶ στόμασι μάχεσθαι πρὸς ὡπλισμένους καὶ ὁποῖόν τι τὸ κατακεχῶσθαι βέλεσιν, ἐρεῖς, πλὴν ὁμοίως ἔχει πίστιν· οὐ γὰρ τὸ πρᾶγμα ἕνεκα τῆς ὑπερβολῆς παραλαμβάνεσθαι δοκεῖ, ἡ ὑπερβολὴ δ’ εὐλόγως γεννᾶσθαι πρὸς τοῦ πράγματος.

ἔστι γάρ, ὡς οὐ διαλείπω λέγων, παντὸς τολμήματος λεκτικοῦ λύσις καὶ πανάκειά τις τὰ ἐγγὺς ἐκστάσεως ἔργα καὶ πάθη· ὅθεν καὶ τὰ κωμικὰ καίτοιγ’ εἰς ἀπιστίαν ἐκπίπτοντα πιθανὰ διὰ τὸ γελοῖον·

  1. ἀγρὸν ἔσχ’ ἐλάττω γῆν ἔχοντ’ ἐπιστολῆς.
καὶ γὰρ ὁ γέλως πάθος ἐν ἡδονῇ.

αἱ δ’ ὑπερβολαὶ καθάπερ ἐπὶ τὸ μεῖζον, οὕτως καὶ ἐπὶ τοὔλαττον, ἐπειδὴ κοινὸν ἀμφοῖν ἡ ἐπίτασις· καί πως ὁ διασυρμὸς ταπεινότητός ἐστιν αὔξησις.