Geodaesia [Sp.]

Hero of Alexandria

Hero of Alexandria, Geodaesia [Sp.], Heiberg, Teubner, 1914

Μέθοδος Πυθαγόρου περὶ τριγώνων ὀρθογωνίων.

Ἐὰν ἐπιταγῇς τρίγωνον ὀρθογώνιον συστήσασθαι κατὰ τὴν τοῦ Πυθαγόρου μέθοδον ἀπὸ πλήθους περιττοῦ, ποίει οὕτως· δεδόσθω τῇ καθέτῳ ἀριθμὸς ὁ τῶν ε. ταῦτα ἐφʼ ἑαυτά· γίνονται κε· ἀπὸ τούτων ἄφελε μονάδα α· λοιπὰ κδ. ὧν τὸ U+2220ʹ ιβ· ταῦτα ἡ βάσις. πρόσθες τῇ βάσει μονάδα μίαν, καὶ γίνονται ιγ· τοσούτων ἡ ὑποτείνουσα.

Ἐὰν δὲ ἐπιταγῇς τρίγωνον ὀρθογώνιον συστήσασθαι κατὰ Πλάτωνα ἀπὸ πλήθους ἀρτίου, ποίει οὕτως· δεδόσθω τῇ καθέτῳ ἀριθμὸς ὁ τῶν η. τούτων τὸ U+2220ʹ δ· ταῦτα ἐφʼ ἑαυτά· γίνονται ιϛ. ἀφαίρει ἀπὸ τούτων μονάδα α· λοιπὰ ιε· τοσούτων ἡ βάσις. πρόσθες τῇ βάσει δυάδα· γίνονται ιζ· ταῦτα ἀπόδος τῇ ὑποτεινούσῃ, καὶ συνίσταται.

Τὸ δὲ ἐμβαδὸν εὑρεῖν. οὕτως· πολλαπλασίαζε ἀεὶ τὸ U+2220ʹ τῆς βάσεως ἐπὶ τὴν κάθετον ἤγουν τὴν πρὸς ὀρθὰς ἢ τὸ U+2220ʹ  τῆς πρὸς ὀρθὰς ἐπὶ τὴν βάσιν, καὶ τὸ ἀπὸ τοῦδε συναγόμενον γίνωσκε εἶναι τὸ ἐμβαδὸν τοῦ ὀρθογωνίου τριγώνου. οἷον ἔστω τρίγωνον ὀρθογώνιον, οὗ ἡ βάσις σχοινίων κ, ἡ κάθετος ἤγουν ἡ πρὸς ὀρθὰς σχοινίων ιε καὶ ἡ ὑποτείνουσα κε· εὑρεῖν οὖν [*](1 πολυπλασίαζε A. 3 ὁμοῦ] ὁμοῦ A. 4 τετραγωνικὴ BD 6 περὶ—ὀρθογωνίων] πῶς δεῖ συστῆσαι τρίγωνον ὀρθο γώνιον A, περὶ τριγώνου ὀρθογωνίου C. 9 οὕτω C. 10 ὧν] τούτων A. 11 U+2220ʹ] U+2220 γ A. 13 praemittit μέθοδος Πλάτωνος πῶς δεῖ συστῆσαι τρίγωνον ὀρθογὼνιον A, πλάτωνος mg. C. 14 ποίησον A. οὕτω C. διδόσθω A. 15 U+2220΄] U+2220΄ γ A. 16 τοσοῦτον C. 19 οὕτω C, ποίει οὕτως A. πολυπλασίαζε A. ἀεὶ] om. C. 20 τὴν (pr.)] AC, om. BD. ἤτοι BD. 21 συναγόμενον] om. A. 23 ὀρθόγωνον A. 24 κε] σχ κε A.)

LXXXVII
τὸ ἐμβαδόν. ποίει οὕτως· τὸ U+2220ʹ τῆς βάσεως ἤγουν τὰ ῑ ἐπὶ τὰ τῆς καθέτου τὰ ιε· γίνονται ρν· τοσούτων σχοινίων ἐστὶ τὸ ἐμβαδόν. ὧν τὸ U+2220΄· γίνονται οε· καὶ ἔστι γῆς μοδίων οε.

Δύο τρίγωνα ὀρθογώνια ἡνωμένα, ὧν αἱ βάσεις σχοινίων ῑ καὶ αἱ ὑποτείνουσαι ἀνὰ σχοινίων ιγ, ἡ δὲ πρὸς ὀρθὰς κοινὴ οὖσα τῶν δύο τριγώνων σχοινίων ιβ· εὑρεῖν δὲ αὐτῶν τὸ ἐμβαδόν. ποίει οὕτως· τὰ ῑ τῆς βάσεως ἐπὶ τὰ ιβ τῆς πρὸς ὀρθάς· γίνονται ρκ· ὧν τὸ U+2220ʹ ξ· τοσούτων σχοινίων ἐστὶ τὸ ἐμβαδόν.

ὧν τὸ U+2220ʹ λ· καὶ ἔστι γῆς μοδίων λ. εἰ δὲ θέλεις ἀπὸ τῆς βάσεως τὴν κάθετον εὑρεῖν, ποίει οὕτως· τῶν ῑ τῆς βάσεως τὰ U+2220΄· γίνονται ε· ταῦτα ἐφʼ ἑαυτὰ κε. καὶ τὰ ιγ τῆς ὑποτεινούσης ἐφʼ ἑαυτὰ ρξθ. ἐξ ὧν λαβὲ τὰ κε· λοιπὰ ρμδ· ὧν πλευρὰ τετράγωνος ιβ· τοσούτων σχοινίων ἔσται ἡ κάθετος.

Περὶ τριγώνων ἰσοπλεύρων.

Παντὸς τριγώνου ἰσοπλεύρου τὸ ἐμβαδὸν εὑρεῖν. ποίει οὕτως· πολλαπλασίαζε τὴν μίαν τῶν πλευρῶν ἐφʼ ἑαυτὴν ἀεὶ καὶ τῷ ἀναβιβαζομένῳ ἀριθμῷ ἀπὸ τοῦ τοιούτου πολλαπλασιασμοῦ λάμβανε μέρος γʹ καὶ ιʹ· καὶ ἔστι τοσοῦτον τὸ ἐμβαδὸν τοῦ ἰσοπλεύρου τριγώνου.

οἷον ὡς ἐν ὑποδείγματι ἔστω τριγώνου ἰσοπλεύρου ἑκάστη τῶν πλευρῶν σχοινίων ῑ. τὰ ῑ οὖν τῆς μιᾶς πλευρᾶς ἐφʼ ἑαυτά· γίνονται ρ· ὧν τὸ γʹ· γίνονται [*](1 οὕτω C. 2 τῆς] ιε τῆς A. τὰ ιε] πολυπλασίασον καὶ A. 3 γίνονται] D, comp. C, γίνεται AB. μοδίων γῆς C. 6 δὲ] supra scr. D. 7 οὕτω C. τὰ (alt.)] om. C. 8 τὸ (pr.)] AD, τὰ B, τα C. 9 (pr.)] γ λ A. 10 οὕτω C. τῶν ῑ— 12 ἑαυτὰ] τὰ U+2220ʹ τῆς βάσεως ἤγουν τὰ ε ἐφʼ ἑαυτὰ πολλαπλασίασον καὶ γίνονται κε εἶτα τὰ ιγ τῆς ὑποτεινούσης καὶ γίνονται C. 12 ἐφʼ] γ ἐφ᾿ A. τὰ—13 πλευρὰ] ρμδ τούτων C. 13 πλευρὰ] π BD, πλευρ`` A. τετράγωνον C. ιβ] γ ιβ A. 16 οὕτω C. πολυπλασίαζε A, πολλαπλασίασον BD, πολλαπλασιάζον C. τὴν] ἀεὶ τὴν A. ἐπʼ BD. ἀεὶ] om. A. 18 γʹ καὶ ι΄] ιγον C. τοσούτων BC, 20 ἑκάστη] A, ἕκαστον C, ἑκάστου B et e corr. D. 21 γίνονται (alt.)] comp. A, γίνεται C.)

LXXXVIII
λγ γ΄· καὶ τὸ ι΄· γίνονται ῑ· ὁμοῦ μγ γ΄· τοσούτων σχοινίων ἐστὶ τὸ ἐμβαδὸν τοῦ ἰσοπλεύρου τριγώνου.

Τριγώνου δὲ ἰσοπλεύρου τὴν κάθετον εὑρεῖν. ποίει οὕτως· ὕφελε ἀεὶ τὸ ι΄ καὶ τὸ λ΄ τῆς μιᾶς τῶν πλευρῶν καὶ τὸ λοιπὸν γίνωσκε εἶναι τὸν ἀριθμὸν τῆς καθέτου. εἶτα πολλαπλασίαζε τὸ U+2220ʹ τῆς βάσεως ἐπὶ τὴν κάθετον, καὶ τὸ ἀπὸ τοῦ πολλαπλασιασμοῦ συναγόμενόν ἐστι τὸ ἐμβαδόν.