Geodaesia [Sp.]

Hero of Alexandria

Hero of Alexandria, Geodaesia [Sp.], Heiberg, Teubner, 1914

Τούτων οὕτως ἐχόντων τὴν μέτρησιν τῶν θεωρημάτων ποιησόμεθα οὕτως. ἔστω τετράγωνον ἰσόπλευρόν τε καὶ ἰσογώνιον, οὗ ἑκάστη πλευρὰ οὐργυιῶν ῑ· εὑρεῖν αὐτοῦ τὸ ἐμβαδόν. ποίει οὕτως· τὰς ῑ ἐπὶ τὰς ῑ· γίνονται ρ· τοσούτων [*](25 τῶν] τῆς μετρήσεως τῶν A. τῆς γεωμετρίας] om. A. 28 ποιησώμεθα C. τε] om. A. ὀρθογώνιον A. 29 ὀργυιῶν A, et sic deinceps. 30 οὕτω A.)

LXXX
οὐργυιῶν ἐστι τὸ ἐμβαδόν. τούτου τὸ ε΄ . γίνονται κ· καὶ ἔστι λιτρῶν κ ἤγουν μοδίου τὸ U+2220΄.

Τετράγωνον ἰσόπλευρόν τε καὶ ὀρθογώνιον, οὗ τὸ ἐμβαδὸν οὐργυιῶν ρ· εὐρεῖν αὐτοῦ, πόσων οὐργυιῶν ἐστιν ἑκάστη πλευρά. ποίει οὕτως· λάμβανε τῶν ρ πλευρὰν τετράγωνον· καὶ ἔστι ῑ· τοσούτων οὐργυιῶν ἐστιν ἑκάστη τῶν πλευρῶν.

Ἕτερον σχῆμα τετράγωνον ἰσόπλευρόν τε καὶ ὀρθογώνιον, οὗ ἑκάστη πλευρὰ ἀνὰ οὐργυιῶν ιη· εὑρεῖν αὐτοῦ τὸ ἐμβαδόν. ποίει οὕτω· πολλαπλασίασον τὴν μίαν τῶν βάσεων ἐπὶ τὴν μίαν τῶν καθέτων ἤγουν τὰ ιη ἐπὶ τὰ ιη, καὶ γίνονται τκδ· καὶ ἔστι τὸ ἐμβαδὸν αὐτοῦ οὐργυιῶν τκδ. ὧν μέρος σ΄ γίνεται ᾱ U+2220΄ ιʹ καὶ ν΄· καὶ ἔστι γῆς μοδίου ᾱ U+2220΄ καὶ λιτρῶν δ U+2220΄ ε΄ ι΄ τοῦ γὰρ μέτρου τοῦ μοδίου ὑπὸ οὐργυιῶν σ παραλαμβανομένου ἤγουν λιτρῶν μ ἐπιβάλλουσι μιᾷ ἑκάστῃ λίτρᾳ οὐργυιαὶ ε, ἑκάστη δὲ οὐργυιά ἐστι ε΄ λίτρας.