Geodaesia [Sp.]

Hero of Alexandria

Hero of Alexandria, Geodaesia [Sp.], Heiberg, Teubner, 1914

Ὀρθὴ μὲν οὖν ἐστι γωνία, εἴ τις εὐθεῖα ἐπʼ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιεῖ· τότε αἱ δύο ἴσαι εἰσὶν ὀρθαί.

Ὅταν δὲ ἡ μὲν μείζων, ἡ δὲ ἐλάττων, τότε ἡ μὲν μείζων, ἤγουν ἡ πλατυτέρα, καλεῖται ἀμβλεῖα, ἡ δὲ ἐλάττων, τουτέστιν στενωτέρα, ὀξεῖα.

Γένη δὲ ἐπὶ μετρήσεων γ· εὐθυγραμμικόν, ἐμβαδομετρικὸν καὶ στερεομερικόν.

[*](3 ἀλλήλαις ABCD. ἴσα] C, ἴσας ABD. 8 τεταμέναι] A, τεταμμέναι BD, τεταγμέναι C. 10 ἀγομένη] om. C. 12 καθειμένη C. 15 κέντρου] comp. BD. 17 ἴσας] om. D. 19 τμήματα] om. C. 21 εἴ τις] scripsi, ἥτις ABCD. 22 post ποιεῖ add. ὅτε μὲν οὖν εὐθεῖα ἐπʼ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσ ἀλλήλαις ποιεῖ A. τότε—23 ὀρθαί] om. C. 23 εἰσὶν] 𝒢ά|Λῒ D. 25 ἀμβλεῖα καλεῖται C. 27 ἐπιμετρίσεων BD. μετρήσεως C. γ] εἰσι τρία A. εὐθυμετρικόν A.)
LXXIV

Εὐθυγραμμικὸν μὲν οὖν ἐστι τὸ κατʼ εὐθεῖαν μετρούμενον, ὃ μόνον μῆκος ἔχει, ὃ δὴ καὶ ἀρχὴ καὶ ἀριθμὸς καλεῖται.

Ἐμβαδομετρικὸν δὲ τὸ ἔχον μῆκος καὶ πλάτος, ἐξ οὗ καὶ τὸ ἐμβαδὸν γινώσκεται, ὃ καὶ δύναμις καλεῖται.