Geodaesia [Sp.]

Hero of Alexandria

Hero of Alexandria, Geodaesia [Sp.], Heiberg, Teubner, 1914

οἷον ὡς ἐν ὑποδείγματι ἔστω τριγώνου ἰσοπλεύρου ἑκάστη τῶν ἴσων πλευρῶν σχοινίων ῑ, μιᾶς δὲ ἑκάστης πλευρᾶς τὸ ι΄ ᾱ καὶ τὸ λ΄ γ΄. ταῦτα ἤγουν τὸ ᾱ καὶ τὸ γ΄ ὑπεξαίρει ἀπὸ τῶν ῑ· λοιπὰ η καὶ ω΄· τοσούτου ἀριθμοῦ ἐστιν ἡ κάθετος.

τὸ δὲ ἐμβαδὸν εὑρεῖν. ποίει οὕτως· τὸ U+2220ʹ τῆς βάσεως ἤγουν τὰ ε σχοινία πολλαπλασίασον ἐπὶ τὰ η ω΄ τῆς καθέτου· καὶ γίνονται μγ γ΄· ὧν τὸ U+2220ʹ ἐστιν κα ω΄· καὶ ἔστι γῆς μοδίων κα καὶ λιτρῶν κϛ ω΄.