De mensuris

Hero of Alexandria

Hero of Alexandria, De mensuris, Heiberg, Teubner, 1914

Τῶν μέτρων ἐστὶν εἴδη τρία, εὐθυμετρικόν, ἐπίπεδον, στερεόν. εὐθυμετρικὸν μὲν οὖν ἐστι πᾶν τὸ κατὰ μῆκος μετρούμενον, ἐπίπεδον δὲ τὸ ἐν μήκει καὶ πλάτει μετρούμενον, στερεὸν δὲ αὐτὸ τὸ συνάγον τὴν τῶν ποδῶν συναγωγήν.

Μέτρησις ἀσβέστου.

Λάκκον ἀσβέστου μετρήσωμεν οὕτως· ἔστω τὸ μῆκος ποδῶν ῑ, τὸ δὲ πλάτος ποδῶν η, τὸ δὲ βάθος ποδῶν γ· πολυπλασίασον τὸ βάθος ἐπὶ τὸ πλάτος· γίνονται πόδες κδ· τούτους ἐπὶ τὸ μῆκος· γίνονται πόδες σμ. τοσούτων ποδῶν ἔσται τὸ στερεὸν τοῦ λάκκου τοῦ ἀσβέστου.

Μέτρησις φρέατος.

Φρέαρ μετρήσωμεν οὕτως, οὗ τὸ βάθος ποδῶν κ, τὸ δὲ διάμετρον τοῦ κενώματος ποδῶν δ, τὸ δὲ πάχος ποδὸς α· δίπλωσον τὸ πάχος· γίνονται πόδες β· πρόσθες τούτους ἐπὶ τοὺς τοῦ κενώματος· γίνονται ϛ· πολυπλασίασον· γίνονται λϛ· ἐξ αὐτῶν ὕφελε τὸ δ΄· λοιπὸν μένουσιν κζ. πολυπλασίασον τοὺς τοῦ κενώματος τοὺς δ ἐπὶ τοὺς δ· γίνονται πόδες ιϛ· ἐξ αὐτῶν ὕφελε τὸ δ΄· μένουσι πόδες ιβ. πάλιν τοὺς αὐτοὺς ὕφελε ἀπὸ

166
τῶν κζ· μένουσι ιε· πολυπλασίἀσον τοὺς ιε πόδας ἐπὶ τὸ βάθος, τουτέστιν ἐπὶ τοὺς κ· γίνονται πόδες τ. τοσούτων ποδῶν εὑρήσεις τὸ φρέαρ.

Μέτρησις λίθου τετραγώνου.

Λίθον τετράγωνον μετρήσωμεν οὕτως, οὗ τὸ μῆκος ποδῶν ε, πλάτος ποδῶν γ, πάχος ποδῶν β· τοὺς β ἐπὶ τοὺς γ· γίνονται ϛ· τούτους ἐπὶ τοὺς ε· γίνονται πόδες λ.

Μέτρησις λίθου στρογγύλου.

Λίθον στρογγύλον μετρήσωμεν οὕτως, οὗ τὸ μῆκος ποδῶν ιε, ἡ περίμετρος ποδῶν δ· ποίησον δ ἐπὶ δ γίνονται ιϛ· ὕφελε τούτων τὸ δ΄ γίνονται πόδες δ τούτους τοὺς δ ἐπὶ τὸ μῆκος· γίνονται πόδες ξ.

Μέτρησις ξύλου τετραγώνου.

Ἔστω ξύλον τετράγωνον, οὗ τὸ μῆκος ποδῶν κ, τὸ δὲ πλάτος δακτύλων ιϛ, τὸ δὲ πάχος δακτύλων ιβ. ποίει οὕτως· πολυπλασίασον τὸ πλάτος ἐπὶ τὸ πάχος· γίνονται δάκτυλοι ρ𝔮β· τούτους ἐπὶ τὸ μῆκος· γίνονται δάκτυλοι γωμ.

Μέτρησις ξύλου στρογγύλου.

Ξύλον στρογγύλον μετρήσωμεν οὕτως, οὗ τὸ μῆκος ποδῶν λ καὶ ἡ διάμετρος δακτύλων ιϛ· τούτους τοὺς ιϛ δακτύλους ἐφʼ ἑαυτούς· γίνονται σνϛ ὧν ὕφελε τὸ δ΄· λοιπὰ μένουσιν ρ𝔮β· ταῦτα ἐπὶ τὸ μῆκος· γίνονται εψξ· τούτους μέρισον εἰς ρ𝔮β· γίνονται πόδες λ.

[*](5 μέτρησον Q. τὸ] PQ, τὸ μὲν V. 6 πλάτος] PQ, τὸ δὲ πλάτος V. πάχος] PQ, τὸ πάχος V. 8 λ΄ πόδες V. 10 μέτρησον τὸ] τὸ μὲν μακρὸν λίθον καὶ κίονα οὕτως mg. Q, μακρὸν λίθον μέτρησις mg. P. 11 περίμετρος] διάμετρος Tan-)
168

Μέτρησις ξύλου μυούρου.

Ξύλον μύουρον μετρήσωμεν οὕτως, οὗ τὸ μῆκος ποδῶν ιβ, τὸ δὲ πλάτος δακτύλων ια, τὸ δὲ μέσον δακτύλων θ, τὸ δὲ πάχος δακτύλων η· ποίει οὕτως· τετράγωνον· ἥμισυ τῶν η δ· ταῦτα ἐπὶ τὰ θ· γίνονται λϛ· ταῦτα ἐπὶ τὸ μῆκος· γίνονται δάκτυλοι υλβ οὗτοί εἰσιν πόδες λ.