Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Ἔστω βούττις καὶ ἐχέτω τὴν ἄνω διάμετρον ποδῶν ϛ, τὴν δὲ μέσην ποδῶν η, τὸ δὲ ὕψος ποδῶν ῑ· εὑρεῖν, πόσα κεράμια χωρεῖ. ποιῶ οὕτως· συντιθῶ τὴν μέσην διάμετρον καὶ τὴν ἄνω· ὁμοῦ γίνονται πόδες ιδ· ὧν U+2220´ γίνονται πόδες ζ. ταῦτα ἐφ᾿ ἑαυτά· γίνονται πόδες μθ. ταῦτα ἑνδεκάκις· γίνονται πόδες φλθ. ἄρτι μερίζω· ὧν ιδ´· γίνονται πόδες λη U+2220´. ταῦτα ποιῶ ἐπὶ τὸ ὕψος τοὺς ῑ πόδας· γίνονται τπε. τοσαῦτα κεράμια χωρεῖ ἡ βούττις.