Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

συντείνει τοσούτου ἡ κάθετος. ταύτην ποίησον ἐπὶ τὸ ἐμβαδὸν τοῦ ἑξαγώνου, λήψῃ δὲ οὕτως· ἐπεὶ ἓξ τρίγωνα ἰσόπλευρα ἔχει τὸ ἑξάγωνον, τοῦ ἑνὸς τριγώνου τὸ ἐμβαδὸν λαβὼν ἑξάκι ποιήσεις, καὶ εὑρήσεις τὸ ἐμβαδὸν τοῦ ἑξαγώνου τοῦ ἰσοπλεύρου· ποιήσεις δὲ

οὕτως τὴν α αὐτοῦ πλευρὰν ἐφʼ ἑαυτήν· γίνονται ρμδ. τούτων τὸ γʹ· γίνονται μη· καὶ τὸ ι΄· γίνονται ιδ γʹ ιεʹ· ὁμοῦ γίνονται ξβ γʹ ιε΄. ταῦτα ποίησον ἑξάκι, ἐπεὶ ϛ τρίγωνά ἐστιν· γίνονται τοδ γʹ ιε΄. ταῦτα [*](1 πρίσματός] S, πρίσματα CM. ἐστιν] S, ἐστι CM. πόδες] S, om. CM. ,ατμα β] S, ,ατμβ΄ CM. 3 ἡ (pr.)] S, om. CM. ἐπεὶ γὰρ] S, om. CM. 4 καὶ τοῦ]  S, καὶ CM. 5 U+2220ʹ  (pr.)] MS, ἥμισυ C. 7 ὕφελε] S, ὕφειλε CM. 8 λοιπὸν] C, λοιπὰ M, ὁμοῦ S. γίνεται] comp. CS, γίνονται M. ποδῶν] π ο CS, πο δ M.)

154
[*](CMS) ποίησον ἐπὶ τὴν κάθετον, ἐπὶ τὰ λβ U+2220ʹ  δ΄ η΄ ξδ΄. γίνονται πόδες α ,βτιδ· ὧν ἕκτον, ἐπεὶ ϛʹ πρίσματος· γίνονται πόδες ,βνβ γʹ. τοσούτων ἔσται ποδῶν ἡ πυραμίς, ποδῶν ,βνβ γ΄.

Πυραμίδα ἐπὶ ὀκταγώνου βάσεως βεβηκυῖαν μετρῆσαι. ἔστω πυραμὶς ἔχουσα ἑκάστην τῶν ἐν τῇ βάσει πλευρῶν ἀνὰ ποδῶν ι, τὰ δὲ κλίματα ἀνὰ ποδῶν ιε· εὑρεῖν αὐτῆς τὴν κάθετον καὶ τὸ στερεόν. ποιῶ οὕτως· λαμβάνω τὸ U+2220ʹ τῆς πλευρᾶς τοῦ ἐν τῇ βάσει ὀκταγώνου, τουτέστιν τῶν τὸ U+2220ʹ · γίνονται ε. ταῦτα ἐφʼ ἑαυτά· γίνονται κε. ταῦτα ποίει δίς· γίνονται ν· ὧν πλευρὰ τετραγωνικὴ γίνεται ποδῶν ζ ιδʹ. τούτοις προστιθῶ τὸ U+2220ʹ  τῆς τοῦ ὀκταγώνου πλευρᾶς τοὺς ε πόδας· ὁμοῦ γίνονται πόδες ιβ ιδʹ. ταῦτα ἐφʼ ἑαυτά· γίνονται πόδες ρμϛ μετὰ διαφόρου.

καὶ τὸ U+2220ʹ τῆς πλευρᾶς ποίει ἐφʼ ἑαυτά γίνονται κε. ταῦτα συντίθημι μετὰ τῶν ρμϛ· γίνονται ροα. καὶ τὰ ιε τοῦ κλίματος ἐφʼ ἑαυτά· γίνονται σκε. ἀπὸ τούτων αἴρω τὰ ροα· λοιπὸν νδ· ὧν πλευρὰ τετραγωνικὴ γίνεται ζ γʹ. τοσούτου ἔσται ἡ κάθετος.

τὸ δὲ στερεὸν οὕτως· λαμβάνω τοῦ ἐν τῇ βάσει ὀκταγώνου τὸ ἐμβαδὸν καὶ ποιῶ ἐπὶ τὴν κάθετον, καὶ τῶν γενομένων τὸ γʹ· ἔστιν δὲ ,αρπα. τοσούτων ποδῶν ἔσται τὸ στερεὸν τῆς πυραμίδος τῆς ὀκταγώνου.

[*](2 α ,βτιδ—3 πόδες] S, om. CM. 2 ἐπεὶ] ἐπὶ S. 3 ἔσται ποδῶν] S, ποδῶν ἔσται CM. 4 ποδῶν] S, om. CM. 5 ὀκταγώνου] corr. ex ὀκταγώνω in scrib. S, ὀκταγώνῳ CM. βάσεως] Hultsch, βάσει S, βάσιν CM. 6 ἑκάστην] S, ἑκάστη CM. 7 πλευρῶν] CS, om. M. ἀνὰ ποδῶν ι] CS, ποδῶν ἀνὰ ι΄ M. 8 αὐτῆς] Hultsch, αὐτοῦ CMS. 9 λαμβάνω] λάμβανε CM, καὶ λαμβάνω S. 10 τουτέστιν] S, τουτέστι CM. τῶν] CM, ὧν S. γίνονται] comp. CS, γίνεται M. 13 U+2220ʹ ] CS, ἥμισυ M. τοῦ] Haltsch, om. CMS. 15 πόδες] S, om. CM. 16 ποίει] corr.)