Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

ταῦτα ποίει ἐπὶ τὸ ἐμβαδὸν τοῦ πενταγώνου οὕτως· λαβὲ τῶν ἐν τῇ βάσει ποδῶν ιβ τὸ U+2220ʹ· γίνονται ϛ. τούτους ἐφʼ ἑαυτούς· γίνονται λϛ. καὶ τὸ U+2220ʹ τῆς διαμέτρου τοὺς ι ἐφʼ ἑαυτούς· γίνονται πόδες ρ. ἀπὸ τούτων ὕφελε τοὺς λϛ· λοιπὸν γίνονται πόδες ξδ· ὧν πλευρὰ τετραγωνικὴ γίνεται ποδῶν η.

τοσούτου ἡ κάθετος ἡ ἐν τῷ τριγώνῳ. τούτους ἐπὶ τὴν βάσιν, ἐπὶ τοὺς ιβ· γίνονται U+A7FCϛ· ὧν U+2220ʹ γίνονται μη. τοσούτου ἔσται τὸ ἐμβαδὸν τοῦ τριγώνου. ταῦτα ποίει πεντάκις, ἐπεὶ ε τρίγωνά ἐστιν· γίνονται πόδες σμ. ταῦτα ποίει ἐπὶ τὴν κάθετον, ἐπὶ τοὺς λγ U+2220ʹ κβ΄· γίνονται πόδες ,ην. τούτων λάμβανε τὸ ϛʹ, ἐπεὶ ϛ΄ [*](3 τὴν] addidi, om. CMS. 4 τῶν—πλευρῶν] S, τῶν πλευρῶν τῶν περὶ τὴν βάσιν CM. 5 ἐκ] MS, ἀνὰ C. 6 περίγεγράφθω] MS, περιγεγράφω C. τὸ (alt.)] Hultsch, τὸν CMS. 7 κύκλος] S, κύκλον CM. 8 ἔσται] CS, ἔστιν M. 11 λοιπὸν] S, λοιπὰ CM. 12 ποδῶν] S, om. CM. 15 τὸ] CM, ὧν τὸ S. λϛ—16 γίνονται] MS, om. C. 17 ὕφελε] S, ὕφειλε CM. 18 πόδες] π S, om. CM. γίνεται] comp. CS, γίνονται M. ποδῶν] S, om. CM. 19 ἡ (alt.)] S, ποδῶν ἡ CM. 22 ἐπεὶ])

152
[*](CMS) πρίσματός ἐστιν· γίνονται πόδες ,ατμα β. τοσούτου ἔσται τὸ στερεόν.

δύναται δὲ καὶ χωρὶς τῆς περιγραφῆς τοῦ κύκλου ἡ διάμετρος εὑρεθῆναι. ἐπεὶ γὰρ ἡ τοῦ πενταγώνου δύναται τὴν τοῦ ἑξαγώνου καὶ τοῦ δεκαγώνου, τὸ U+2220ʹ τῆς πλευρᾶς, λέγω δὲ τῶν ιβ τὸ U+2220ʹ · γίνονται ϛ. ταῦτα ἐφʼ ἑαυτά· γίνονται πόδες λϛ· καὶ τὰ ιβ ἐφʼ ἑαυτά· γίνονται ρμδ. ἀπὸ τούτων ὕφελε τὰ λϛ· λοιπὸν ρη· ὧν πλευρὰ τετραγωνικὴ γίνεται ποδῶν ι γʹ ιε΄. τοσούτου ἔσται τοῦ ἑξαγώνου ἡ πλευρά. τοσούτου ἐστὶν ἡ ἐκ τοῦ κέντρου· α γάρ ἐστι.