Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

ποιῶ οὕτως· εὑρίσκω πρῶτον τὴν διάμετρον τοῦ κύκλου τοῦ περιγράφοντος τὸ τρίγωνον ποδῶν ι, ἥτις ἐστὶν ἡ ὑποτείνουσα. τούτων λαβὲ τὸ U+2220΄· γίνονται ε ταῦτα ἐφʼ ἑαυτά· γίνονται κε· καὶ τὰ ιγ τοῦ κλίματος ἐφʼ ἑαυτά· γίνονται ρξθ. ὑφαιρῶ ἀπʼ αὐτῶν τὰ κε· λοιπὸν ρμδ. τούτων λαμβάνω πλευρὰν τετραγωνικήν· γίνονται πόδες ιβ.

τὸ δὲ στερεὸν εὑρήσομεν οὕτως· πρῶτον ποιῶ τοῦ τριγώνου τὸ ἐμβαδόν, καὶ εἰσὶ πόδες κδ· καὶ λαμβάνω τῆς καθέτου τὸ γ΄, ἥτις ἐστὶ τῆς πυραμίδος· γίνονται δ. ταῦτα πολυπλασιάζω ἐπὶ τὸ ἐμβαδόν· γίνονται U+A7FCϛ πόδες. τοσούτου τὸ στερεόν.