Stereometrica
Hero of Alexandria
Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914
Ἔστω φρέαρ καὶ ἐχέτω διάμετρον ποδῶν ε, καὶ περιοικοδομείσθω τοῖχος ἔχων πλάτος ποδῶν β, τὸ δὲ βάθος ποδῶν κ· εὑρεῖν, πόσων ποδῶν γίνεται ὁ τοῖχος. [*](1 ζητήσῃ] MSV, ζητήσει C. 2 χωρεῖ] χωρῇ SV, χωρήσει CM. 6 ἔστω] SV, ἔσται CM. τὸ] CMS, om. V. 7 ἤτοι— 8 ε] CM, ε ἤτοι τὸ βάθος SV; ἤτοι τὸ βάθος deleuerim. 9 ποίει] SV, ποιῶ] CM. 10 ἤγουν] CSV, ἢ ὡς M. τὰ κε—ιβ] CM, τὰ ιβ ἐπὶ τὰ κε SV 13 sqq. V fol. 10v. 14 μεμαρμαρώσθω] Hultsch, μεμαρμαρούσθα CMSV 17 πόδας] SV, om. CM. 18 τοῖχοι] SV, τύχοι CM. 19 ἔστω—κολυμβήθρας] CSV, om. M.)
Ἔστω κοῦππα καὶ ἐχέτω τὴν κάτω διάμετρον ποδῶν ε, τὴν δὲ ἄνω ποδῶν γ, τὸ δὲ ὕψος ποδῶν η, καὶ ἐχέτω τὸν οἶνον ἕως ποδῶν ϛ· πόσα οὖν κεράμια χωρήσειε; ποιῶ οὕτως· ἀφαιρῶ τὰ γ ἀπὸ τῶν ε· λοιπὸν β. ταῦτα ἐπὶ τὰ ϛ· γίνονται ιβ. τούτων τὸ η´· γίνεται ᾱ ÷U+2220´. καὶ ἀφαιρῶ τὴν ᾱ U+2220´ ἀπὸ τῶν ε· λοιπὸν γ U+2220´. ἔσται οὖν τὸ πλάτος, ἕεως ὅπου ὁ οἶνος ἀνέβαινεν, ποδῶν γ U+2220´.