Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Ἔστω κολυμβήθρα καὶ ἐχέτω τὸ μῆκος ποδῶν ῑ, τὸ δὲ πλάτος ποδῶν ε καὶ τὸ βάθος ποδῶν δ, καὶ μεμαρμαρώσθω· ζητῶ, πόσους πόδας συνάγει. ποίει οὕτως· συντιθῶ. τὰ ῑ καὶ τὰ ε· γίνονται ιε. ταῦτα ποιῶ δίς· γίνονται λ. ταῦτα ἐπὶ τὸ βάθος, ἐπὶ τοὺς δ πόδας· γίνονται ρκ. γενήσονται οἱ τοῖχοι τῆς κολυμβήθρας ρκ.

ἔστω νῦν καὶ τὸ ἔδαφος τῆς κολυμβήθρας εὑρεῖν. ποίει οὕτως· πολυπλασιάζω τὸ πλάτος ἐπὶ τὸ μῆκος· γίνονται πόδες ν. ταῦτα προστίθημι τοῖς ρκ· γίνονται ρο. ἔσται ποδῶν ρο.