Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

εἶτα ὁμοίως τὰ περὶ τὴν κορυφὴν τὰ ϛ ἐφʼ ἑαυτά· γίνονται λϛ. καὶ ὁμοίως τὰ παρακείμενα τὰ ϛ ἐφʼ ἑαυτά· γίνονται λϛ. σύνθες ὁμοῦ· γίνονται οβ. τούτων πλευρὰ τετραγωνικὴ γίνεται η U+2220΄ μετὰ διαφόρου. τοσούτου ἡ διαγώνιος τοῦ περὶ τὴν κορυφὴν τετραγώνου.

ταῦτα ὕφελε ἀπὸ τῆς ἐν τῇ βάσει διαγωνίου, ἀπὸ τῶν κβ β· λοιπὸν ιδ ϛʹ. ταῦτα πολυπλασίαζε ἐφʼ ἑαυτά· γίνονται σ γ΄ δ΄ θ΄. καὶ ὁμοίως τὰ τοῦ κλίματος τὰ μ ἐφʼ ἑαυτά· γίνονται ,αχ. ἀπὸ τούτων ὕφελε τὰ σ γ΄ δ΄ θ΄ λοιπὸν ,αυ· ὧν πλευρὰ τετραγωνικὴ γίνεται λζ δ΄ ϛ΄ μετὰ διαφόρου. τοσούτου ἡ κάθετος.

ἔχομεν οὖν λίθον μείουρον, ὅ ἐστιν ἀνισοπαχοῦντα, οὗ αἱ περὶ τὴν βάσιν πλευραὶ ἐκ ποδῶν ιϛ, αἱ δὲ περὶ τὴν κορυφὴν ἐκ ποδῶν ϛ, μῆκος ποδῶν λζ δ΄ ϛ΄. ποίει οὕτως· τοὺς ἐν τῇ βάσει διʼ ἀλλήλων· γίνονται σνϛ. καὶ ὁμοίως τοὺς ἐν τῇ κορυφῇ ϛ· γίνονται λϛ. σύνθες ὁμοῦ· γίνονται σ𝒢β· ὧν U+2220΄ γίνονται ρμϛ. ταῦτα ἐπὶ τὴν κάθετον, ἐπὶ τὰ λζ δ΄ ϛ΄· γίνονται ,ευξγ. τοσούτων ποδῶν ἡ κόλουρος πυραμὶς καλουμένη.