Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

καὶ τὰ τοῦ κλίματος τὰ λϛ ἐφʼ ἑαυτά· γίνονται ,ασ𝒢ϛ. ἀπὸ τούτων ἆρον τὰ οβ δ΄· λοιπὸν ,ασκδ μετὰ διαφόρου· ὧν πλευρὰ τετραγωνικὴ γίνεται λε μετὰ διαφόρου. τοσούτου καὶ ἡ κάθετος. ταῦτα ποίει ἐπὶ τὰ ρμδ τὸ [*](2 τὸ τετράγωνον] τοῦ τετραγώνου S. ῑ] corr ex ιβ S 10 εὑρήσωμεν 2. 14 des. fol. 55r S, add. ἑξῆς ἡ καταγραφή;)

140
[*](S) ἐμβαδόν· γίνονται ,εμ. τούτων λαβὲ τὸ γ΄· γίνονται ,αχπ.

τοσούτου ἔσται τὸ στερεόν. διὰ τί δὲ τὸ γ΄; ὅτι πᾶν πρίσμα στερεὸν διαιρεῖται εἰς γ πυραμίδας ἴσας τῷ ὕψει τοῦ πρίσματος τριγώνους βάσεις ἐχούσας· πεποιήκαμεν δὲ ὡς στερεὸν παραλληλεπίπεδον, τὸ δὲ στερεὸν παραλληλεπίπεδον ἔχει πρίσματα β, ἕκαστον δὲ πρίσμα τῆς καθʼ ἑαυτὸ πυραμίδος ἐστὶ τριπλάσιον τὸ ἐπὶ τῆς ἡμισείας τῆς ὑποκειμένης πυραμίδος· ἔστι γὰρ τετράγωνον βάσιν ἔχουσα. ἀπέδειξεν Εὐκλείδης ἐν τῷ δωδεκάτῳ.