Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Ἐὰν δὲ κόγχη συνεψηφολογημένη, μετρήσεις οὕτως· ἔστω ἡ διάμετρος ποδῶν ιη. ἐπεὶ ἡ κόγχη δ΄ μέρος ἐστὶ τῆς σφαίρας, ἡ δὲ τῆς σφαίρας ἐπιφάνεια τετραπλασία ἐστὶ τοῦ μεγίστου τῶν ἐν τῇ σφαίρᾳ κύκλου [*](10 γίνονται] τῶν S. 11 Ἀπολλώνιος] Ἀπολ| λώνιος corr. ex Ἀπο| λλώνιος S. γ΄] γ S. 13 ιη] σιη S. 15 ζ΄] om. S. 17 ,δρU+A7FC γʹ ζʹ] ,δρU+A7FC S. 18 τῆς] τῆς S. 20 ᾖ] om. S. στερεοῦ] στερεόν S. 21 ὑφέλῃς] ὑφελεῖς S. 26 τῶν] τοῦ S.)

116
[*](S) τοῦ ἐπιπέδου ποδῶν ιη, ταῦτα ἐφʼ ἑαυτά· γίνονται τκδ. ταῦτα ἑνδεκάκις· γίνονται ,γφξδ· ὧν ιδ΄ γίνονται σνδ δζ. τοσούτων ἔσται ποδῶν τὸ ἐν αὐτῇ ψηφολόγημα.

Ἐὰν δὲ ὅλης τῆς σφαίρας βούλῃ τὴν ἐπιφάνειαν εὑρεῖν, τετραπλασίασον τοὺς σνδ δζ· γίνονται ,αιη καὶ β ἕβδομα. τοσούτου ἡ τῆς ὅλης σφαίρας ἐπιφάνεια ἔσται.

λέγει τοῦτο Ἀρχιμήδης ἐν τῷ περὶ σφαιρικῶν.

Καμάραν μετρῆσαι ἔλαττον ἡμικυκλίου τὸ ἔγχυμα ἔχουσαν, ἧς ἡ βάσις τοῦ κενώματος ποδῶν ιδ, οἱ πρωτοσφῆνες ἑκατέρωθεν ἐκ ποδῶν β, ἡ κάθετος ἐν τῷ κενώματι ποδῶν ϛ, τὸ μῆκος ποδῶν ιε. ποίει οὕτως· σύνθες τοὺς ιδ πόδας τοῦ κενώματος καὶ τοὺς ϛ τῆς καθέτου· γίνονται κ. τούτων τὸ U+2220΄· γίνονται ι. ταῦτα ἐπὶ τὰ ϛ· γίνονται ξ. καὶ σύνθες πάλιν τοὺς τοῦ κενώματος πόδας ιδ καὶ τοὺς ἑκατέρωθεν πρωτοσφῆνας ἀνὰ ποδῶν β· ὁμοῦ γίνονται ιη. τούτοις πρόσθες τὰ ϛ τοῦ κενώματος τῆς καθέτου καὶ τοὺς β πόδας· γίνονται κϛ· ὧν U+2220΄ γίνονται ιγ. ταῦτα ἐπὶ τὰ τῆς ὅλης ἀνατάσεως, ἐπὶ τὰ η· γίνονται ρδ. ἀπὸ τούτων ὕφελε τοὺς τοῦ κενώματος πόδας ξ· λοιπὸν τοῦ στερεώματος πόδες μδ. τούτους ποίησον ἐπὶ τούς ιε τοῦ μήκους· γίνονται πόδες χξ. τοσούτων ἡ καμάρα.