Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Ὡς δεῖ κόγχην μετρεῖν ἐν τῇ πλίνθῳ, ἧς ἡ διάμετρος τοῦ κενώματος ποδῶν ιη, οἱ πρωτοσφῆνες ἑκατέρωθεν ἐκ ποδὸς α· εὑρεῖν τὸ στερεόν. ποίει οὕτως· σύνθες τοὺς τοῦ κενώματος πόδας ιη καὶ τοὺς πρωτοσφῆνας τοὺς β· γίνονται πόδες κ. ταῦτα ἐφ᾿ ἑαυτά· γίνονται υ. καὶ πάλιν ἐπὶ τοὺς κ· γίνονται ,η· καὶ ἐγένετο κύβος· ὧν U+2220ʹ γίνονται ,δ, καὶ πάλιν ὧν κα΄ γίνονται ρU+A7FC γʹ ζ΄· ὁμοῦ γίνονται πόδες ,δρU+A7FC γʹ ζ΄. τοσούτου ἔσται ἡ σφαῖρα, ὡς Ἀπολλώνιος ἐν τῷ γʹ τῶν Λογιστικῶν.

πάλιν τοὺς τοῦ κενώματος πόδας ιη ἐφʼ ἑαυτούς· γίνονται τκδ. τούτους ἐπὶ τοὺς ιη· γίνονται πόδες εωβ καὶ λ· ὧν U+2220ʹ γίνονται ,βϠιϛ. καὶ λαβὲ αὐτῶν τὸ μβʹ τῶν ,εωλβ· γίνονται ρλη β ζʹ καʹ· ὁμοῦ σύνθες· γίνονται πόδες ,γνδ β ζʹ κα΄. ταῦτα ὕφειλον ἀπὸ τῶν ,δρU+A7FC γʹ ζʹ· λοιπὸν ,αρλε U+2220ʹ ιδʹ κα΄. τούτων τὸ δʹ, ἐπειδὴ κόγχης ἐστίν, ἔστι δὲ δ΄ τῆς σφαίρας· γίνονται σπγ U+2220ʹ γʹ ιδ΄.

τοσούτου τὸ στερεὸν τῆς κόγχης. ἐὰν δὲ νενομισμένη ἡ μέτρησις ὡς στερεοῦ, καὶ ὑφέλῃς τὸ κένωμα τῆς κόγχης εἰς τὸ ὀπτόπλινθον, καὶ τὸ λοιπὸν ἔσται τῶν νενομισμένων.