Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

[*](S)

Ὡς δεῖ μετρῆσαι καμάραν ἀπευλόγου. ἔστω καμάρα, ἧς ἡ διάμετρος ποδῶν ῑ, οἱ δὲ πρωτοσφῆνες, οἵ εἰσιν πλάτος τοῦ κλίματος τῆς καμάρας, ἑκατέρωθεν ἐκ ποδῶν β, τῶν ἀπευλόγων αἱ βάσεις ἐκ πάχους ποδῶν γ, ἡ δὲ κάθετος ἀπὸ τῆς κορυφῆς ἐπὶ τὸ κέντρον τοῦ πάχους ποδῶν ιε, τὸ δὲ βάθος τῆς καμάρας ποδῶν ιβ. ποιῶ οὕτως· τοὺς τοῦ κενώματος τοὺς ῑ πόδας ἐφʼ ἑαυτούς· γίνονται ρ. ταῦτα ποιῶ ἑνδεκάκις· γίνονται αρ. τούτων τὸ κηʹ· γίνονται λθ δ΄ κηʹ. ταῦτα ἀπόγραψαι. καὶ σύνθες τὴν βάσιν τῆς καμάρας σὺν πάχεσι, τὰ γ καὶ τὰ β καὶ ιβ καὶ γ· ὁμοῦ γίνονται κ. ταῦτα ποίει ἐπὶ τὰ ιε· γίνονται τ. τούτων τὸ U+2220ʹ· γίνονται ρν. ἀπὸ τούτων ἆρον τὰ λθ δʹ κη΄· λοιπὸν γίνονται πόδες ρι ε. ταῦτα ἐπὶ τὸ βάθος τῆς καμάρας, ἐπὶ τοὺς ιβ πόδας· γίνονται ατκη U+2220ʹ ιδ΄. τοσούτων ποδῶν ἔσται τὸ στερεόν.

Ἐὰν δὲ ἡ καμάρα ὁπτοπλίνθινος ᾖ, τὰ δὲ ἄλλα πάχη διὰ σπαρακτοῦ, καὶ θέλωμεν διαχωρίσαι, τοῦτο ποιοῦμεν οὕτως· σύνθες τοὺς ῑ πόδας τοῦ κενώματος καὶ τοὺς ἑκατέρωθεν πρωτοσφῆνας τοὺς ἀνὰ β· ὁμοῦ γίνονται πόδες ιδ. ταῦτα ἐφʼ ἑαυτά· γίνονται ρU+A7FCϛ. ταῦτα ἑνδεκάκις· γίνονται βρνϛ· ὧν κηʹ, ἐπειδή ἐστιν U+2220ʹ κύκλου, γίνονται οζ. ἀπὸ τούτων ὕφελε τοὺς τοῦ κενώματος τοὺς λθ δʹ κη΄· λοιπὸν γίνονται πόδες λζ U+2220ʹ ζʹ ιδʹ. τούτους ποίει ἐπὶ τὸ βάθος τῆς καμάρας, ἐπὶ τοὺς ιβ πόδας· γίνονται πόδες υνβ U+2220ʹ ιδʹ. τοσούτων ποδῶν εἰσιν οἱ ὀπτόπλινθοι. τούτους ὕφελε ἀπὸ τοῦ [*](1 ἀπευλόγου] ἀπʼ εὐλόγου S; cfr. lin. 4. 2 οἵ] om. S. 3 πλάτος] π S. 4 πάχους] π α χ S. 6 πάχους] πα χ S. 7 τοὺς (alt.)] corr. ex τοῦ S. 8 ἑνδεκα S. 9 δʹ] e corr. S.)

114
[*](S) παντὸς στερεοῦ τῶν στκη U+2220ʹ ιδʹ· λοιπὸν γίνονται σπαρακτοῦ πόδες ωοϛ.