Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Ἔστω καμάρα, ἧς ἡ διάμετρος ποδῶν κδ, τοῦ δὲ κενώματος οἱ πρῶτοι πρωτοσφῆνες ἐκ ποδῶν β, τὸ δὲ βάθος ποδῶν ιη. ποίει οὕτως· σύνθες πάντοτε τοὺς πρώτους πρωτοσφῆνας· γίνονται δ. τούτοις πρόσθες τὴν διάμετρον τοῦ κενώματος τοὺς κδ· γίνονται κη. τούτους ἐφʼ ἑαυτούς· γίνονται ψπδ. ταῦτα ἐνδεκάκις· γίνονται ,ηχκδ. τούτων πάντοτε λάμβανε τὸ κηʹ· γίνονται τη. ταῦτα ἀπόγραψαι. εἶτα τὴν διάμετρον τοῦ κενώματος ἐφʼ ἑαυτὴν τὰ κδ· γίνονται φοϛ. ταῦτα ἑνδεκάκις· γίνονται ,ϛτλϛ. ταῦτα μέριζε παρὰ τὸν κη· γίνονται σκϛ δʹ κη΄. ταῦτα ὕφελε ἀπὸ τῶν τη· λοιπὸν πα ε. ταῦτα ποίησον ἐπὶ τὸ βάθος, ἐπὶ τοὺς ιη· γίνονται ,αυο U+2220ʹ γ΄ μβ΄.

τοσούτων ποδῶν ἔσται ἡ καμάρα. ἐὰν δὲ ἀπὸ περιφερείας μετρῆται ἡ καμάρα ἡ αὐτή, ποιῶ οὕτως· σύνθες τὰ κδ καὶ πρόσθες τὸν πρῶτον πρωτοσφῆνα, τουτέστι τὸ πάχος τῶν β ποδῶν· ὁμοῦ γίνονται κϛ. ταῦτα πολυπλασίασον εἰς τὰ γ καὶ ζʹ τούτων πρόσθες· γίνονται πα U+2220ʹ ζ΄ ιδ΄· ὧν U+2220ʹ γίνονται μ U+2220ʹ γ΄ μβ΄. τοσούτων ἡ μεσότης τῶν β περιφερειῶν ἐστιν. ταῦτα ποιῶ ἐπὶ τὸν πρωτοσφῆνα, ἐπὶ τοὺς β πόδας τοῦ πάχους· γίνονται πόδες πα U+2220ʹ ζʹ ιδʹ. ταῦτα ποιῶ ἐπὶ τὸ βάθος, ἐπὶ τοὺς ιη πόδας· γίνονται πόδες ,αυο U+2220ʹ γ΄ μβ΄. τοσούτων ποδῶν ἔστω ἡ καμάρα.

[*](4 οἰκοδομὴ μετὰ τοῦ] οἰκοδόμημα τὸ S. αὐτῆς] αὐτήν S. 10 ἑνδεκάκις] ια S. 13 ἑνδεκάκις] ια S. 16 ἐ] U+2220ʹ ε΄ S. τοὺς ιη] corr. ex τὸ σιη S. 19 πρόσθες] fort. delendum. πρῶτον] α S. 21 ζ΄] ζ S. 26 αυο U+2220ʹ] ,αυοϛ S; cfr. fig.)