Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Τεταρτημορίου κόγχης ἡ διάμετρος ποδῶν ῑβ, τὸ δὲ κέντρον ποδῶν γ, ἡ δὲ κάθετος ποδῶν δ εὑρεῖν τὴν ἐπιφάνειαν. ποίει οὕτως· τὸ U+2220΄ τῆς βάσεως ἐφʼ ἑαυτό· γίνονται λϛ· καὶ τὰ δ προσλάμβανε ἐφʼ ἑαυτὰ τῆς καθέτου· γίνονται ῑϛ· ὁμοῦ νβ· ὧν τὸ U+2220΄· γίνονται κϛ. καὶ τὰ γ τοῦ κέντρου ἐφʼ ἑαυτά· γίνονται θ. σύνθες ὁμοῦ· γίνονται λε. ταῦτα ἐπὶ τὰ γ· γίνονται ρε. ταῦτα ἑνδεκάκις· γίνονται ,αρνε· ὧν τὸ κα΄· γίνονται νε. τοσούτου ἡ ἐπιφάνεια.