Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Τεταρτημορίου κόγχης ἡ διάμετρος ποδῶν ῑ, κέντρον ποδῶν ζ, κάθετος ποδῶν ϛ· εὑρεῖν τὴν ἐπιφάνειαν.

76
[*](S) οὕτως· τῶν ῑ τὸ U+2220´· γίνονται ε. ταῦτα ἐφʼ ἑαυτά· γίνονται κε· καὶ τὰ ϛ ἐφ᾿ ἑαυτὰ τῆς καθέτου· γίνονται λϛ. σύνθες ὁμοῦ· γίνονται ξα· ὧν τὸ U+2220´· γίνονται λ U+2220´· καὶ τὰ ζ τοῦ κέντρου ἐφ᾿  ἑαυτά· γίνονται μθ. σύνθες ὁμοῦ· γίνονται οθ U+2220´· ταῦτα ἀεὶ ἐπὶ τὰ γ· γίνονται σλη U+2220´· ταῦτα ἑνδεκάκιας· γίνονται ,βχκγ U+2220´· ὧν τὸ κα´· γίνονται ρκδ U+2220´ γ´ ιδ´ μβ´ τοσούτου ἡ ἐπιφάνεια.