Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Πλοῖον, οὗ τὸ μὲν μῆκος ποδῶν κδ, ἡ δὲ βάσις πηχῶν ϛ, ἡ δὲ κάτω βάσις πηχῶν δ· εὑρεῖν, πόσα κεράμια χωρεῖ. ποίει οὕτως· τὴν βάσιν ἐπὶ τὴν βάσιν· γίνονται κδ. ταῦτα πάλιν ἐπὶ τὰ κδ τοῦ μήκους· γίνονται φοϛ. τούτων ἀεὶ τὸ γ΄· γίνονται ρ𝒢β. ταῦτα σύνθες μετὰ τῶν φοϛ· γίνονται ψξη· ἅπερ εἰσὶ κεράμια. χωρεῖ δὲ τὸ κεράμιον μοδίους ῑ· γίνονται μόδιοι ζχπ. τοσούτους μοδίους χωρεῖ τὸ πλοῖον.