Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Βούτης, ἧς ἡ ἄνω διάμετρος ποδῶν ϛ, ἡ δὲ κάτω ποδῶν η, τὸ δὲ ὕψος ποδῶν ῑ· εὑρεῖν, πόσα κεράμια χωρεῖ. ποίει οὕτως· σύνθες τὴν ἄνω διάμετρον καὶ τὴν κάτω· γίνονται ῑδ· ὧν τὸ U+2220΄· γίνονται ζ. ταῦτα ἐφʼ ἑαυτά· γίνονται μθ. ταῦτα δεκάκις καὶ ἅπαξ· γίνονται φλθ. τούτων τὸ ιδ΄· γίνονται λη U+2220΄. ταῦτα ἐπὶ τὰ ῑ τοῦ ὕψους· γίνονται τπε. τοσαῦτα κεράμια χωρεῖ ἡ βούτης.