Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Κοῦπα, ἧς ἡ κάτω διάμετρος ποδῶν ε, ἡ δὲ ἄνω ποδῶν γ, τὸ δὲ ὕψος αὐτῆς ποδῶν η· ἔχει δὲ οἶνον, εἰ τύχοι, ποδῶν ϛ· εὑρεῖν, πόσα κεράμια χωρεῖ. ποίει οὕτως· ὕφειλε τὰ τρία τῆς ἄνω διαμέτρου ἀπὸ τῶν ε

56
[*](CM) τῆς κάτω· λοιπὰ β. ταῦτα ἐπὶ τὰ ϛ· γίνονται ῑβ. τούτων τὸ η΄· γίνεται ᾱ U+2220΄. ὕφειλε τὴν ᾱ U+2220΄ ἀπὸ τῶν ε· λοιπὰ γ U+2220΄. τοσούτων ἔσται ποδῶν τὸ πλάτος, ἕως ὅπῃ ὁ οἶνος ἐτύγχανε.