Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Φρέαρ, οὗ ἡ διάμετρος ποδῶν ε καὶ περιοικοδόμημα τῶν τοίχων ἐχόντων πλάτος ποδῶν β, τὸ δὲ βάθος αὐτοῦ ποδῶν κ· εὑρεῖν, πόσων ποδῶν ἐστιν ὁ τοῖχος. τοῦ τοίχου τὸ πλάτος δίς· γίνονται δ. ταῦτα προστίθει τοῖς ε τῆς διαμέτρου· γίνονται θ, ὡς εἶναι τὴν διάμετρον τοῦ τε φρέατος καὶ τῶν τοίχων ὁμοῦ ποδῶν θ. ταῦτα ἐφʼ ἑαυτά· γίνονται πᾱ· ἐξ ὧν ἄφελε τὴν διάμετρον τοῦ φρέατος γενομένην ἐφʼ ἑαυτήν· γίνονται κε· λοιπὰ νϛ. ταῦτα δεκάκις καὶ ἅπαξ· γίνονται χιϛ. τούτων ἀεὶ τὸ ιδ΄· γίνονται μδ. ταῦτα πολυπλασίασον ἐπὶ τὰ κ τοῦ βάθους· γίνονται ωπ. τοσούτων ἔσται ποδῶν ὁ τοῖχος τοῦ ὅλου φρέατος.