Stereometrica
Hero of Alexandria
Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914
ἐὰν δὲ θέλῃς τὸ στερεὸν εὑρεῖν, ποίει οὕτως· πρῶτον ζήτει τοῦ τριγώνου τὸ ἐμβαδόν· γίνονται κδ· καὶ λαβὲ τῆς καθέτου τὸ γ΄· γίνονται δ. ταῦτα πολυπλασίασον ἐπὶ τὸ ἐμβαδόν, τουτέστιν ἐπὶ τὰ κδ· γίνονται 𝒢ϛ. τοσούτων ἔσται τὸ στερεὸν τῆς πυραμίδος.
Ἔστω πυραμὶς τρίγωνος ἰσόπλευρος τεθραυσμένη εἴτουν κόλουρος, ἧς αἱ πλευραὶ τῆς κορυφῆς ἀνὰ ποδῶν β, τὰ δὲ κλίματα ἀνὰ ποδῶν ιγ, αἱ δὲ τῆς βάσεως πλευραὶ ἀνὰ ποδῶν ιδ· εὑρεῖν τὸ στερεόν. ποιῶ οὕτως· ἄφελε κορυφὴν ἀπὸ τῆς βάσεως· λοιπὰ ιβ. ταῦτα ἐφʼ ἑαυτά· γίνονται ρμδ. τούτων τὸ γ΄· γίνονται μη. καὶ τὰ ἀπὸ τοῦ κλίματος γίνονται πόδες ιγ ἐφʼ ἑαυτά· γίνονται ρξθ. ἀπὸ τούτων ἆρον τὰ μη· λοιπὰ ρκα· ὧν τετραγωνικὴ πλευρὰ γίνεται ια. τοσούτου γίνεται ἡ κάθετος.
τὸ στερεὸν μετρήσωμεν οὕτως· συνέθηκα [*](3 ὀρθογώνιον] M, om. C. 4 οὗ ἡ] Hultsch, ἡ M, οὖ ἡ ὀρθογώνιος C. 7 περιγράφοντος τὸ τρίγωνον| Hultsch coll Stereom.ll, 34; περιγ ρα τριγῶ M, περιτριγώνου C. 8 γίνονται] comp. C, γίνεται M. γίνονται] comp. C, γίνεται M. 9 καὶ— 10 κε] M, om. C. 11 τετράγωνος] C, τετραγωνικὴ M. 12 θέλῃς] M, θέλεις C. 14 γ΄] M, τρίτον C. 17 τεθραυσμένη] Μ,)
Πάλιν ἔστω πυραμὶς ἔχουσα τὴν βάσιν τετράγωνον, ἧς ἑκάστη πλευρὰ ἀνὰ ποδῶν ῑ, τὰ δὲ κλίματα ἀνὰ ποδῶν ιγ U+2220΄ εὑρεῖν αὐτῆς τὴν κάθετον καὶ τὸ στερεόν. ποίει οὕτως· λαβὲ τοῦ τετραγώνου πλευρὰν γενομένην ἐφʼ ἑαυτήν· γίνονται ρ· ὧν τὸ U+2220΄· γίνονται ν. καὶ τὰ ιγ U+2220΄ τῆς πλευρᾶς ἐφʼ ἑαυτά, λέγω δὴ τοῦ κλίματος· γίνονται ρπβ δ΄ ἐξ ὧν ὕφειλε τὰ ν· λοιπὰ ρλβ δ΄· ὧν πλευρὰ τετράγωνος γίνεται ια U+2220΄. τοσούτων ἔσται ποδῶν ἡ κάθετος.