Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

38
[*](CM)

Ἄλλως. ἔστω πυραμὶς ἐπὶ ἰσοπλεύρου τριγώνου, ἧς τὰ κλίματα ἀνὰ ποδῶν ιγ, αἱ δὲ τῆς βάσεως ἀνὰ ποδῶν ιβ· δεῖ δὲ αὐτῆς τὴν κάθετον καὶ τὸ στερεὸν εὑρεῖν. ποιῶ οὕτως· τὰ ιβ ἐφʼ ἑαυτά· γίνονται ρμδ. τούτων τὸ γ΄· γίνονται μη. τὰ ἀπὸ τοῦ κλίματος ιγ ἐφʼ ἑαυτὰ ρξθ. ἀπὸ τούτων ὕφειλε τὰ μη· λοιπὰ ρκα· τούτων πλευρὰ τετραγωνικὴ γίνεται ια. τοσούτου γίνεται ἡ κάθετος.

τὸ δὲ στερεὸν εὑρήσομεν οὕτως· ἐμέτρησα ἀπὸ τῶν τῆς βάσεως ιβ τὸ ἐπίπεδον τοῦ ἰσοπλεύρου τριγώνου· ἔστι δὲ τὸ ἐμβαδὸν ποδῶν ξβ γ΄ λ΄. ταῦτα ἐπὶ τὴν κάθετον· γίνονται χπϛ λ΄. τούτων τὸ γ΄· [*](1 τετράγωνος], C,  mg. M2 (γρ.), τετραγωνικὴ γίνεται]comp. C, γίνονται Μ.) [*](4 γίνεται ποδῶν]. ?? π S.) [*](8 ἐμβαδὸν] immo στερεὸν.)

40
[*](CM) γίνονται σκη U+2220ʹ  ϛ΄ʹ. τοσούτου γίνεται τὸ στερεὸν τῆς πυραμίδος.