Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Πυραμίδα ἐπὶ ἰσοπλεύτριγώνου ρου τριγώνου βεβηκυῖαν μετρήσομεν οὕτως, ἧς ἑκάστη πλευρὰ τῆς βάσεως ἀπὸ ποδῶν λ καὶ τὸ κλίμα ποδῶν κ· εὑρεῖν αὐτῆς τὴν κάθετον. ποιῶ οὕτως· τὰ λ ἐφʼ ἑαυτά· γίνονται Ϡ ὧν γ΄ γίνονται τ. καὶ τὰ κ ἐφʼ ἑαυτά· γίνονται υ. ἀπὸ τούτων ὑφεῖλον τὰ τ· [*](S) λοιπὸν μένουσι πόδες ρ· ὧν πλευρὰ τετραγωνικὴ γίνεται ποδῶν ῑ. τοσούτων ποδῶν ἐστιν ἡ κάθετος, ποδῶν ῑ.

ἐπεὶ οὖν ἐστιν ἡ κάθετος ποδῶν ῑ, εὑρήσομεν τὸ ἐμβαδὸν οὕτως· λαβὲ τὸ ἐμβαδὸν τοῦ τριγώνου τῆς βάσεως· τὰ λ ἐφʼ ἑαυτά· γίνονται Ϡ· ὧν γ΄ καὶ ι΄ γίνονται πόδες τ𝒢. τούτων τὸ γ΄· γίνονται ρλ. ταῦτα ἐπὶ τὰ ι· γίνονται ,ατ. τοσούτου ἔσται τὸ στερεὸν τῆς πυραμίδος, ποδῶν ,ατ.