De automatis
Hero of Alexandria
Hero of Alexandria, De automatis, Schmidt, Teubner, 1899
XXI Περὶ τῆς τῶν πινακίων οὖν κατασκευῆς νῦν ἀρξώμεθα λέγειν. ἔστι μὲν οὖν παρὰ πολὺ τῶν ὑπαγόντων ἡ --- ποίησις ἀσφαλεστέρα τε καὶ ἀκινδυνοτέρα καὶ τὴν ἐπίδειξιν οὐκ ἀπίθανον ἔχουσα. τὸ δὲ πρόβλημά ἐστι τοιοῦτον, ὥστε πίνακος ἐπιτεθέντος ἐπί τι κιόνιον ξύλινον ἀνοιχθῆναί τε αὐτόματον καὶ τὰ ἐν αὐτῷ ἐζωγραφημένα φαίνεσθαι κινούμενα πρὸς λόγον τῆς ὑποκειμένης διαθέσεως, καὶ πάλιν κλεισθέντος αὐτομάτου διαγενέσθαι ὀλίγον παντελῶς χρόνον καὶ ἀνοιχθέντος φαίνεσθαι ἄλλα τὰ ἐν αὐτῷ γεγραμμένα καὶ εἰς τὸ δυνατὸν πάλιν τὰ αὐτὰ ἤ τινα αὐτῶν κινεῖσθαι καὶ τοῦτο πάλιν πλεονάκις γενέσθαι, καὶ ἐκτὸς τῶν πινάκων ἢ μηχανὰς αἰρομένας φαίνεσθαι καὶ περιαγομένας ἢ ἄλλας τινὰς κινήσεις. ἡ μὲν οὖν ὑπόθεσις τοιαύτη· χαριέστατος δὲ τῶν μεταχειριζομένων ὁ γλαφυρωτάτην διάθεσιν ἐπινοῶν. ὥστε προθησόμεθα μίαν τῶν διαθέσεων, ἣν μάλιστα κρίνομεν, καὶ μετὰ ταῦτα τὴν κατασκευὴν ἐμφανιοῦμεν· ἀρκέσει γὰρ περὶ ἑνὸς πίνακος ---· διὰ γὰρ τῶν αὐτῶν πάλιν τὰ [*](4 τὰ om. T 4—5 εὑρημένα Prou. sed cf. Dioptr. p. 174, 8 Vinc. 5 aut ἢ del. aut ἢ 〈παραλειφθέντα〉 vel. sim. Brinkm.: f. ἢ 〈δυσχερῶς ῥηθέντα〉 vel ἢ 〈διαμαρτηθέντα〉. cf. Dioptr. p. 174, 7—8. 10 5 παρατίθηται codd. 8 caput ante ἔστι disting. AG 8—9 f. ἡ 〈τῶν στατῶν〉 ποίησις 9 ποίησις 〈τῶν στατῶν〉 Prou 10 ἀπείθανον A T 12 f. τε 〈αὐτὸν〉 14 f. πάλιν del. 15 f. καὶ 〈πάλιν〉 16 ἄλλα τὰ a: ἄλλʼ ἄττα Diels: f. τὰ ἄλλα: ἄλλα τινὰ vel ἄλλα τε Brinkm. 17 τὰ αὐτὰ a:)
XXII Οἱ μὲν οὖν ἀρχαῖοι κέχρηνται ἁπλῇ τινι διαθέσει· ἀνοιχθέντος γὰρ τοῦ πίνακος, ἐφαίνετο ἐν αὐτῷ πρόσωπον γεγραμμένον. τοῦτο δὲ τοὺς ὀφθαλμοὺς ἐκίνει καμμύον τε καὶ ἀναβλέπον πολλάκις. ὅταν δὲ πάλιν κλεισθαὶς ἀνοιχθῇ ὁ πίναξ, τὸ μὲν πρόσωπον οὐκέτι ἑωρᾶτο, ζῴδια δὲ γεγραμμένα ἔς τινα μῦθον διεσκευασμένα. καὶ πάλιν ὅταν κλεισθεὶς ἀνοιχθῇ, διάθεσις ἄλλη ἐφαίνετο ζῳδίων συναναπληροῦσα τοὺς ὑποκειμένους μύθους τοὺς ἑξῆς, ὥστε τρεῖς μόνον κινήσεις διαφόρους ἐπὶ τοῦ πίνακος γίνεσθαι, μίαν μὲν τῶν θυρῶν, ἄλλην δὲ τῶν ὀμμάτων, τὴν τρίτην τῶν ἐπικαλυπτόντων. οἱ δὲ καθʼ ἡμᾶς μύθους τε ἐμβεβλήκασιν εἰς τοὺς πίνακας ἀστείους καὶ κινήσεσι κέχρηνται πολλαῖς καὶ ἀνομοίαις. καθὰ δὲ προεθέμην, ἐρῶ περὶ ἑνὸς πίνακος τοῦ δοκοῦντός μοι κρείττονος. μῦθος μὲν ἦν τεταγμένος ἐν αὐτῷ ὁ κατὰ τὸν Ναύπλιον. τὰ δὲ κατὰ μέρος εἶχεν οὕτως· ἀνοιχθέντος ἐν ἀρχῇ τοῦ πίνακος ἐφαίνετο ζῴδια γεγραμμένα δώδεκα· ταῦτα δὲ ἦν εἰς τρεῖς στίχους διῃρημένα· ἦσαν δὲ οὗτοι πεποιημένοι τῶν Δαναῶν τινες ἐπισκευάζοντες τὰς ναῦς καὶ γινόμενοι περὶ καθολκήν. ἐκινεῖτο δὲ ταῦτα τὰ ζῴδια τὰ μὲν πρίζοντα, τὰ δὲ πελέκεσιν ἐργαζόμενα, τὰ δὲ σφύραις, τὰ δὲ ἀρίσι καὶ τρυπάνοις χρώμενα καὶ ψόφον ἐποίουν
[*](6. f. ὅτε 7 f. ἀνοιχθείη 8 εἰς Monac. 431, Argentor. C IIl 6 9 f. ὅτε f. ἀνοιχθείη ἐφαίνετο M: ἐφαίνητο a)[*](11 τοὺς Leid. Scalig. 45: τοῖς a 12 θυρσῶν T: θύρσων M)[*](13 τρίτην 〈δὲ〉 Prou, f. 〈δὲ〉 τρίτην tr. 14 ἐμβεβλήκασιν G: ἐμβεβλήκασι AT 15 ad ἀνομοίαις cf. Lob. Phryn. 106 et Paralipom. gramm. graec. p. 468 22 τινες AG: τινας T 23 καθολκήν Hasse et Prou praeeunte Baldio (‘come s’havessero da)πολύν, καθάπερ ἂν ἐπὶ τῆς | ἀληθείας γίνοιτο. χρόνου δὲ ἱκανοῦ διαγενομένου κλεισθεῖσαι πάλιν ἠνοίγησαν αἱ θύραι, καὶ ἦν ἄλλη διάθεσις· αἱ γὰρ νῆες ἐφαίνοντο καθελκόμεναι ὑπὸ τῶν Ἀχαιῶν. κλεισθεισῶν δὲ καὶ πάλιν ἀνοιχθεισῶν, οὐδὲν ἐφαίνετο ἐν τῷ πίνακι πλὴν ἀέρος γεγραμμένου καὶ θαλάσσης. μετὰ δὲ οὐ πολὺν χρόνον παρέπλεον αἱ νῆες στολοδρομοῦσαι· καὶ αἱ μὲν ἀπεκρύπτοντο, αἱ δὲ ἐφαίνοντο. πολλάκις παρεκολύμβων δὲ καὶ δελφῖνες ὁτὲ μὲν εἰς τὴν θάλατταν καταδυόμενοι, ὁτὲ δὲ φαινόμενοι καθάπερ ἐπὶ τῆς ἀληθείας. κατὰ μικρὸν δὲ ἐφαίνετο χειμέριος ἡ θάλασσα, καὶ αἱ νῆες ἔτρεχον συνεχῶς. κλεισθέντος δὲ πάλιν καὶ ἀνοιχθέντος, τῶν μὲν πλεόντων οὐδὲν ἐφαίνετο, ὁ δὲ Ναύπλιος τὸν πυρσὸν ἐξηρκὼς καὶ ἡ Ἀθηνᾶ παρεστῶσα, καὶ πῦρ ὑπὲρ τὸν πίνακα ἀνεκαύθη, ὡς ὑπὸ τοῦ πυρσοῦ φαινομένης ἄνω φλογός. κλεισθέντος δὲ καὶ πάλιν ἀνοιχθέντος, ἡ τῶν νεῶν ἔκπτωσις ἐφαίνετο, καὶ ὁ Αἴας νηχόμενος --- μηχανῆς τε καὶ ἄνωθεν τοῦ πίνακος ἐξήρθη, καὶ βροντῆς γενομένης ἐν αὐτῷ. τῷ πίνακι κεραυνὸς ἔπεσεν ἐπὶ τὸν Αἴαντα, καὶ ἠφανίσθη αὐτοῦ τὸ ζῴδιον. καὶ οὕτως κλεισθέντος καταστροφὴν [*](266 29 265 23) εἶχεν ὁ μῦθος. | ἡ μὲν οὖν διάθεσις ἦν τοιαύτη.
[*](1 ἂν inserit R. Schoene p. 74. sed cf. p. 340, 18 et 414, 10, quibus locis γίνοιτο prorsus deest, ita ut γίνοιτο delendum videatur. 3 ἄλλη M: ἄλλην a 8 αἱ νῆες om. T1, add. T2,)[*](9 παρεκολύμβων δὲ a: f. transpon. 11 κατὰ Haase in schedis Schoenianis: καὶ a. cf. p. 424, 23 12 αἱ G M: ἐ A T 12. 13 κλεισθέντα et ἀνοιχθέντα a: corr. Prou et R. Schoene 16 ὑπὸ a: ἀπὸ R. Schoene et Brinkm. φερομένης (pro φαιν.) Brinkm.)[*](18 〈ἡ δὲ Ἀθηνᾶ ἐπὶ〉 μηχανῆς Diels apud R. Schoenium l. l. p. 75 μηχανή Prou et R. Schoene τε: δὲ R. Schoene)[*](20—22 κεραυνὸς . . . μῦθος alio loco (v. infra ad v. 22) iterant omnes libri 20 ἔπεσεν a, (i. e. a hoc priore loco):)XXIII Κατασκευάζειν δὲ δεῖ, καθάπερ ἐγράψαμεν, ἡλίκον ἂν βούλοιτό τις τὸν πίνακα ποιεῖν, τηλικοῦτον τῷ [*](267) μεγέθει πλινθίον πήξαντα ἐκ σανίδων ἐλαφροτά|των πάνυ· πλάτος δὲ ἐχέτωσαν αἱ σανίδες τοῦ ἕκτου μέρους τοῦ μήκους τῶν μακροτέρων πλευρῶν. τὸ δὲ ἔδαφος τοῦ πίνακος δεῖ καθαρμόζειν εἰς τὸ πλινθίον μέσον, ὑπὸ δὲ τὸ κάτω μέρος τοῦ πλινθίου θωράκιον κοῖλον ὑποπῆξαι ἀφανὲς εἰς τὸ ὄπισθεν μέρος, ᾧ καθαρμοσθεισῶν τῶν θυρῶν καταβήσονται οἱ στροφεῖς μῆκος ἔχοντες ὥστε καὶ τούτων κάτωθεν ἐπιστρεφομένων ἀνοίγεσθαι καὶ πάλιν κλείεσθαι τὰς θύρας.
Ἔστω οὖν τὸ θωράκιον ἐκ τῶν ἔμπροσθεν θεωρούμενον τὸ ΑΒ, στροφεῖς δὲ οἱ ἐκ τῶν θυρῶν καταβεβηκότες οἱ Γ, ∠. οὐκοῦν ἐάν τις ταῖς χερσὶν ἐπιστρέψῃ τοὺς στροφεῖς ἐφʼ ἑκάτερον μέρος, ἀνοίξει καὶ κλείσει τὰς θύρας. ἵνα οὖν τοῦτο διὰ τῆς σπάρτου γίνηται αὐτόματον, ἑλκομένης αὐτῆς ὑπὸ τῆς λείας ἐν τῇ σύριγγι οὔσης ἐπὶ τῆς ψάμμου, παρατίθημι τοῖς στροφεῦσιν ἄξονα πλάγιον ἀφεστῶτα μικρὸν τῶν στροφέων τὸν Ε Ζ. στρεφόμενον ἐντόρνως. ἐτρύπησα δὲ ἑκάτερον τῶν στροφέων καὶ λαβὼν σπάρτον ἐπείλησα διπλῆν καὶ ἐνέβαλον τήνδε ἀπλῆν εἰς τὸ τρύπημα καὶ ἐπίουρον μετὰ κόλλης ἐνέκρουσα καὶ ἀπέλαβον αὐτήν, ὥστε μηκέτι ἐκσπᾶσθαι, ἀλλὰ μένειν ἀραρότως. τοῦτο δὲ ποιήσας ἀποκατέστησα τὰς ἀρχὰς περὶ τὸν ἄξονα τὴν μὲν κατὰ τὸ Γ∠ ἄνωθεν τοῦ ἄξονος, τὴν δὲ κατὰ [*](1 δὲ om. G 2 τὸν A: τὴν G T 3 μεγέθει: an μήκει? πήξας a, corr R. Schoene in schedis. an praefers πήξαντας?) [*](4 ἕκτου: ϛ a f. τὸ ἕκτον μέρος 8 ἀχανὲς Brinkm. f. 〈ἐν〉 ᾧ 13—14 καταβεβηκότος T 15 τοὺς AT: τοῦ G) [*](16 γένηται M 19 ἀφεστῶτα Haase et Egger (Prou p. 222):)
XXIV Ταῦτα μὲν οὖν οὕτως γίνεται. γινομένης δὲ [*](265 23) τῆς πρώτης ἀνοίξεως ἡμῖν --- ἐστί, πῶς --- ἐν τῷ πίνακι φανῆναι ζῴδια τεκταίνοντα· περιεμφανίσαι δὲ ---, τίνι τρόπῳ τὴν κίνησιν λαμβάνει. δεῖ οὖν τὰ μὲν ἄλλα πάντα μέρη τῶν ζῳδίων ἐν τῷ ἐδάφει τοῦ πίνακος γεγράφθαι διαθέσεις ἔχοντα πιθανωτάτας, τὰς δεξιὰς δὲ χεῖρας μὴ γεγραμμένας ἐν τῷ πίνακι, προσκεῖσθαι δὲ κερατίνας ἐξ ἐλαφρῶν κεράτων λεπτὰς εὖ μάλα κατειργασμένας, ἵνα προσπίπτωσι καὶ μηδὲν δῆλον ἀπόστημα ἔχωσι. δεῖ δὲ καὶ τὰ ἀρμένια, ἐν οἷς ἐργάζονται, κεράτινα εἶναι, προσκεῖσθαι δὲ ἐν ταῖς χερσὶ καὶ ἀπογεγράφθαι τὰς χεῖρας ὁμοχρόους τοῖς ἄλλοις σώμασι καὶ τὰ ἀρμένια, ὡς προσῆκόν ἐστιν.
Ἔστω οὖν ἡ χεὶρ ἡ ΑΒ. ἐτρύπησα οὖν αὐτὴν κατὰ τὸν ὧμον καὶ ἐποίησα τὸ τρύπημα τετράγωνον, ὡς γέγραπται, καὶ λαβὼν κεράτινον ἐπίουρον ἐνήρμοσα εἰς μὲν τὸν ὧμον τετράγωνον ποιήσας καὶ ἐνεκόλλησα, τὸ δὲ λοιπὸν τοῦ ἐπιούρου στρογγύλον καὶ λεῖον καλῶς. τρυπήσας δὲ κατὰ τοῦ δεξιοῦ ὥμου ἐδίωσα τὸν ἐπίουρον καλῶς, ἕως οὗ προσκαθίσῃ τὸ χερίον εἰς τὸ ζῴδιον. ἐὰν οὖν καταλάβωμεν τοῖς δακτύλοις ἐκ τῶν [*](1 Καὶ ταῦτα μὲν οὖν inserit R. Schoene l. l. p. 74. cf. p. 430, 23 f. γενομένης 2 δὲ inserit R. Schoene lacunam statuo. f. 〈ὑποδεικτέον〉 πῶς Leid Scal. 45 et Ηasse: πως a f. πῶς 〈ἔστι〉 vel 〈δυνατόν ἐστι〉. cf. p. 354, 14 404, 18 3 περιεμφανίσαι a: παρεμφανίσαι Ηaase: f. προσεμφανίσαι. cf. Philon. Mech. Synt. lV, p. 72, 6 ed. R. Schoene περὶ . . . ἐμφανίσαι Brinkm. 3—4 f. δὲ 〈δεῖ〉 6 πιθανωτάτας Monac. 431 πειθανωτάτας a 7 f. 〈εἶναι〉 ἐν 8 ἐλαφρῶν a: ἐλάφων (sic, secundum Paris. 2434?) Prou (῾ de corne de cerfʼ), ἐλαφῶν mendose etiam M, Paris. 2428 et suppl. 11 9 προπίπτωσι G) [*](10 ad ἐν cf. p. 340, 17. 412, 24. sed v. eniam ad hoc ἐν in strumentale Usener Der heilige Τheodosios p. 124 12 ὁμο- χρόους AG: ὁμόχρους Leid. Scal. 45: ὁμοχόρους T 13 σώμασι:)
XXV Τὰ μὲν περὶ τοὺς τεκτονεύοντας οὕτως ἐν τῷ [*](266 24 268 19) πίνακι γίνεται. | κλεισθέντος δὲ καὶ μετὰ ταῦτα ἀνοιχθέντος, δεῖ τοὺς μὲν τεκτονεύοντας μηκέτι φαίνεσθαι, τὰς δὲ ναῦς καθελκομένας.
Γίνεται οὖν καὶ τοῦτο, καθὼς μέλλομεν λέγειν. ὀθόνιον δεῖ λαβεῖν λεπτὸν καὶ πυκνόν, ἴσον ἔχον μέγεθος τῷ τοῦ πίνακος ἐδάφει, τοῦτο δὲ χρίσαντας ὑγροτάτῳ λευκῷ χρωματίῳ, ἵνα εὐλύτως δύνηται συνειλεῖσθαι, ζωγραφῆσαι τὰς καθελκομένας ναῦς καὶ προσθέντας πρὸς τὸν πίνακα τὸ μὲν ἄνω μέρος προσηλῶσαι κεντρίοις πρὸς τὸ τοῦ πίνακος ἐπίπεδον ὑπʼ αὐτὴν τὴν τοῦ πλινθίου πλευράν, πρὸς δὲ τὸ κάτω μέρος τοῦ ὀθονίου προσάψαι χαλκοῦν ὀβελίσκον διʼ ὅλου πάχος ἔχοντα σύμμετρον, ἵνα εἰλοῦντες περὶ τὸν ὀβελίσκον τὸ ὀθόνιον εἰς τὸ ἄνω μέρος τοῦ πίνακος καὶ συστρέψαντες καλῶς κρατήσωμεν ὑπὸ τὴν πλευρὰν τοῦ πλινθίου καί, ὅταν βουλώ- [*](1 τὸν τύλον M, Paris. suppl. 11: τοῦ τύλου a 2 ὅταν a: ὅπως ἂν Prou 3 ἀποσχασθεῖσα om. T περιγνοίη a: περὶ γνοίας Μ, Paris. suppl. 11, Barber. II, 82: περιγνοίης Prou: f. περιγνοίη del et totus locus sic restituendus est: ὅταν 〈δὲ δέῃ〉 μηκέτι τὴν χεῖρα κινεῖσθαι, ἀποσχασθεῖσα ἀπὸ τοῦ τύλου 〈ἡ ἀγκύλη ἐκπίπτει〉. cf. p. 348, 4. 358, 4 430, 13 〈ἵνʼ〉 ὅταν μηκέτι 〈χρεία ἦ〉 Brinkm. 4 f. μὲν 〈οὖν〉 4. 5 ἐν et γίνεται inseruit Prou 5 de contextus ordine vid p. 414 et prolegomena καὶ AΤ 2: om. G: εἰς T 1 9 δεῖ λαβεῖν Prou: διαλαβεῖν a 10 τῷ AG: τὸ T χρίσαντας scripsi: χρίσαντες a (χρήσ- G) 11 συνειλεῖσθαι M: συνειλῆσθαι AT: συνηλεῖσθαι G) [*](12 προσθέντας scripsi: προσθέντες a 13 προσηλῶσαι scripsi: προσηλῶσθαι a κεντρίοις Prou: κοντρίοις a 15 προσάψαι Prou: προσγράψαι AG: προγράψαι T 18—19 an καταθῶμεν? v. p. 428, 7. sed cf. p. 450, 10. 452, 3)
XXVI Ταῦτα μὲν οὖν οὕτω γίνεται. κλεισθέντος δὲ καὶ ἀνοιχθέντος τοῦ πίνακός φαμεν μηδὲν φαίνεσθαι πλὴν ἀέρος καὶ θαλάσσης γεγραμμένων καὶ μετὰ ταῦτα παραπλεῖν τὰς ναῦς.
[*](1 de aoristo ὠθήθη cf. Veitch Greek verbs 4 p. 715 τὸ ἐν T)[*](3 ἀγκύλης a: corr. Prou σπάρτου Ambrosianus C 266 infer. m. 2: παρὰ τοῦ a προεῖχε a: προσχῇ Prou: f. προέχῃ 6 τρυπῶ Prou: τρϋπ (sic) A: τρυπᾶν G: τρύπημα T 7—8 διαρινῶ a: corr. Prou 8 πλείω a: f. λειῶ περὶ a: f. παρὰ)Ποιήσομεν οὖν καὶ τὰ περὶ τὸν πλοῦν οὕτως. ἐξ ἑκατέρου μέρους τῶν θυρῶν παρὰ τοὺς στροφεῖς ἕξει ὁ πίναξ τόπους κενοὺς καταπεφραγμένους ἐκ τοῦ κατὰ πρόσθεν ἰδίως ἀπεργαζομένους οἷον παραστάδων. ἐν δὲ τοῖς κενώμασι τούτοις ὑποπεφραγμένα σανίδια ἐπιτίθεται κανόνια ἔχοντα μέσα τετράγωνα ἰσόπλευρα εἰργασμένα καὶ ὀρθά, ὧν αἱ γωνίαι ἔσονται καταδεδεμέναι. ἔσονται δὲ ταῦτα ἐλάτινα, ἵνα μὴ λεπτὰ ὄντα διαστρέφωνται. καὶ κάτωθεν μὲν αὐτῶν ἔσται προσκείμενα πυρηνίδια χαλκᾶ ἔντορνα, οἷς ὑποκείσονται ἐμπυελίδια, ἵνα ὦσιν εὔστροφα, ἄνωθεν δὲ στρογγύλα ἐργασθέντα καὶ λεῖα. καὶ ἄνωθεν τῆς πλευρᾶς τοῦ πλινθίου τρυπηθείσης διωθήσεται, ὥστε μὴ σφίγγειν μήτε λίαν εὔλυτον εἶναι ὡς στρέφεσθαι. τούτων γενομένων δεῖ χάρτην λαβόντα λεπτότατον τῶν βασιλικῶν καλουμένων ἀποτεμεῖν αὐτοῦ τὸ μῆκος, ἡλίκον ἂν περιέχῃ ὕψος τὸ τοῦ πίνακος ἔδαφος ἕως τῶν ὀθονίων τῶν συνειλημένων καὶ ἀποτεμνόντων τὸν ὀμφαλὸν τοῦ χάρτου προσκολλῆσαι αὐτὸν πρὸς τὸν κανόνα τὸν ἐκ δεξιῶν τοῦ πίνακος, ὥστε ἀντὶ τοῦ ὀμφαλοῦ τὸν κανόνα προσκεκολλῆσθαι, καὶ οὕτως ὑποστρέφοντα τὸ ὑπερέχον τοῦ πίνακος περιει [*](4—5 παραστάδια Prou l. l. p. 230 5 ἐν edit. Paris.: ἐκ a) [*](6 σανίδια AG: δια T 1, corr. Τ 2 9 διαστρέφονται T 10 προκείμενα G M 11 εὔστρωφα T 12 f. δὲ 〈τὰ κανόνια· ἔστω〉 στρογγύλα 13 f. διωσθήσεται cf. p. 276, 6 14 λίαν, ι ex ει corr., A: λείαν G T ὡς a: f. τὸ 15 f. τούτων 〈οὖν οὕτως〉 16 an αὐτὸ (pro αὐτοῦ) 〈κατὰ〉 τὸ μῆκος? 17 περι- έχει T τὸ ὕψος a, transposui ἐδάφους Prou 18 ἕως Prou praeeunte Baldio (῾ infinoʼ): ὡς a 18—19 f. ἀποτεμόντα: ἀποτεμνόντας (sic) Prou 19 τὸν ὀμφαλὸν ex τῶν ὀμφαλῶν corr. A 21 καὶ Prou: ἢ a 22 ὑποστρέφοντα a: ὑποστρέ- φοντας Prou: ἐπιστρέφοντα Monac. 431. cf. p. 434, 2. 18)
Ἔστω γὰρ κατὰ τὸ ὄπισθεν μέρος φαινόμενος ὁ πίναξ ὁ ΑΒΓ∠, καὶ τοῦ κανόνος, περὶ ὃν ἑλίσσεται ὁ χάρτης, τὸ ὑπεράνω μέρος ἐξελίκτραν τετορνευμένην τὴν ΖΗ ---, καὶ πρὸς τὸν πίνακα ἐπάνω τῶν ὑσπληγγίων καὶ τῶν ἀστερίσκων τῶν τὰ χερία κινούντων ἀποσπάσας μικρὸν περιτίθημι τύμπανον τὸ ΘΚ. ἐχέτω δὲ τὸ τύμπανον --- κατὰ κουρὰν μέρος κύκλῳ τετορνευμένον τρόχιλον. καὶ περὶ τὸν ἄξονα τοῦ τυμπάνου ἄλλον περιτίθημι ἄξονα μικρὸν προσαραρότα τῷ ἄξονι τὸν Μ, ὅπως συμφυῆ ὡς ἅμα στραφήσεται μείζονι τυμπάνῳ. περιειλήσας οὖν σπάρτον περὶ τὴν ΗΖ ἐξελίκτραν, ὅση μέλλει ἐξελίσσειν τὸν χάρτην, ὃν ἀποδίδωμι --- περὶ ἕτερον τροχίλον --- τῷ πρώτῳ τυμπάνῳ τὸν Μ περιειλῶ τὴν εἰς τὴν λείαν ἀποδεδομένην σπάρτον· ἔστω δὲ ἡ Ν. δῆλον οὖν ὅτι μικρὸν τῆς σπάρτου ἑλκυσθείσης ὑπὸ τῆς λείας πολὺ μέρος τοῦ χάρτου καὶ ταχὺ ἐπειληθήσεται. ἄξων δέ, ἐν ᾠ ἔχει τὸ τύμπανον, --- τὸ ΝΞ. χρὴ δὲ τοὺς ἀστερίσκους καὶ τὸ τύμπανον ἀνεμποδίστως κινεῖσθαι.
[*](1 distinguit T ἔστω γὰρ G T 2: om AT 1 κατὰ om. G 4 f. 〈ἐχέτω,〉 καὶ πρὸς a: f. παρὰ 6 f. παρατίθημι. cf. p. 424, 19. 446, 4 7 f. τύμπανον 〈κατὰ τὸ 〉 κατὰ κουρὰν μέρος κου- ρὰν a: κρόταφον codex Graecus Baldii l. l. p. 46 8 τροχίλον a: f. ἄξονα 9 ἄξονα a: f τροχίλον. cf v. 13 προαραρότατα T)[*](10 Μ scripsi: μὲν a f. συμφυὴς ὢν, nisi forte συμφυῆ ὡς ut glossema ad προσαραρότα delenda sunt f. 〈τῷ〉 μείζονι)[*](11 ε ζ G 12 f. ἣν (sc. σπάρτον) 12—13 f. ἀποδίδωμι 〈εἰς τὸ τύμπανον τὸ ΘΚ,〉 13 f. 〈τὸν〉 ἕτερον f. 〈ἅμα στρε- φόμενον〉 τῷ 14 μ σ T 16 ἑλκυσθείσης Prou (cf. p. 440, 6. 452, 4—5): ἐκχυθείσης a: ἐκλυθείσης M μέρος A: μέρει G T (A sic: μέρ, incertum propter chartae maculam, utrum μέρει corrigere voluerit necne) 17 f. ἀπειληθήσεται ἐν ᾡ a: f. σὺν ᾧ ἔχει a: f. τρέχει 18 f. ἔστω ins. ν ξ a: f. ΟΞ in codicum figuris litterae axis desunt. Ν iam funem signifcat. cf. lin 15)XXVII Ὁ μὲν οὖν παράπλους οὕτω γίνεται. οἱ δὲ δελφῖνες [*](271) ὁτὲ μὲν καταδύσονται, ὁτὲ δὲ φανήσονται κατὰ τὸν ὑπογεγραμμένον τρόπον. ἐκ τῆς κάτω πλευρᾶς τοῦ πλινθίου τῆς πρὸς τὸ θωράκιον ἡρμοσμένης μικρὸν ἀπὸ τῶν στροφέων ἀπολιπὼν ἐποίησα ἐκκοπὰς στενὰς ὡσεὶ γομφωτηρίων, ὥστε διαφαίνειν εἰς τὸ θωράκιον κάτω. καταλαβὼν σανίδα ἔγραψα τὰ δελφινάρια, ἡλίκα βούλομαι, καὶ περιέτεμον καὶ περιερρίνησα τὴν ἐκτὸς γραμμήν. ἔστω δὲ ἀξόνιον ὑπὸ τὰ στέρνα τοῦ δελφιναρίου, ἐν ᾧ ἔπηξα περόνην σιδηρᾶν καὶ --- εἰς τὰ στέρνα τοῦ δελφιναρίου. ἔστω εἰς τὴν ἐκκοπὴν ὀχούμενον ἐξ ἑνὸς μέρους τρόχιλος καθάπερ τὸ ὑπογεγραμμένον· ἡ δὲ ἐκκοπὴ ἡ ἐκ τῆς πλευρᾶς ἡ ΑΒ, ἄξων δὲ ὁ Γ ∠, τρόχιλος δὲ ὁ ΕΖ. τρυπῶ οὖν τὸν ἄξονα κατὰ τὴν ἐκκοπὴν κατὰ τὸ Θ καὶ ἐνέπηξα τὴν περόνην τοῦ δελφιναρίου. οὐκοῦν ἐάν τις περιάγῃ τὸν τρόχιλον τῇ χειρί, ὁτὲ μὲν καταδύσεται ὁ δελφινίσκος κάτω διὰ τῆς ἐκκοπῆς εἰς τὸ θωράκιον, ὁτὲ δὲ ἀναδύσεται ἐν τῷ πίνακι. ἵνα οὖν αὐτόματον τοῦτο γένηται, σπάρτον ἀπαγκυλώσας περιτίθημι περὶ τὸν τύλον τὸν ἐνόντα ἐν τῷ τροχίλῳ τὸν Ζ καὶ περιελίξας τὸν τρόχιλον ἀποδίδωμι εἰς τὴν λείαν. [*](1 οὖν om. Τ 5 ἐποίησεν a: corr. Haase et Prou ἐκκοπὰς Leid. Scalig. 45: ἐκοπὰς AG: ἐκ ποὰς Τ 6 στενὰς scripsi: στεγνὰς a 7 καταλαβὼν a: f. καὶ λαβὼν σανίδα a: σανίδια Μ 8—9 περιερρίνησα A T: περιερρίνισα G 10 ᾧ refer ad ἀξόνιον ἔπηξα Μ: ἔσπηξα a: f. ἐνέπηξα. cf. lin. 15—16 11 f. 〈ἐμπεπηγυῖαν〉 εἰς. cf. p. 440, 1 ἔστω 〈δὲ〉 Prou 12 ὀχούμενος Prou τρόχιλος: f. τρόχιον 14 f. 〈ἔστω〉 ἡ 15 κατὰ inserui 16 f. δελφιναρίου 〈εἰς τὸ τοῦ ἄξονος τρύπημα〉 17 καταδύσεται G T: καδύσεται Α) [*](20 τοῦτο inserui. cf. p. 372, 6. 388, 6 22 f. 〈περὶ〉 τὸν τρόχιλον)
XXVIII Πέρας οὖν ἔχοντος τοῦ παράπλου κλεισθήσονται πάλιν αἱ θύραι, καὶ ἡ σπάρτος ἑλκυσθεῖσα ἐκσπάσει τὸ περόνιον καὶ καταρρίψει τὸ ὀθόνιον, ἐν ᾧ ἔσται ὁ Ναύπλιος γεγραμμένος ὁ τὸν πυρσὸν ἠρκὼς καὶ ἡ Ἀθηνᾶ. καὶ ἀνοιχθέντος τοῦ πίνακος αἱ μὲν νῆες οὐ φαίνονται, [*](272) τὰ δὲ | προειρημένα. δεήσει δὲ καὶ τὸν πυρσὸν εὐθὺς ἀνακαίεσθαι. ποιήσομεν οὖν καὶ τὰ κατὰ τὸν πυρσὸν οὕτως· ἔσται ἡμῖν ἐπὶ τοῦ ἐπιστύλου καὶ τῶν τριγλύφων σανὶς ἐπισκοτοῦσα διʼ ὅλου τοῦ πίνακος, ἥτις ἐπικαλύψει τήν τε ἐξελίκτραν τὴν τὸν παράπλουν ἄγουσαν καὶ τὴν τοῦ πυρὸς πραγματείαν καὶ τὴν τῆς μηχανῆς ἔπαρσιν, ἵνα μηδὲν τῶν προειρημένων εἰς τὸ κατὰ πρόσθεν μέρος τοῦ πίνακος [*](1—2 f. τὸν 〈Γ ∠〉 ἄξονα 2 f. ὡς 〈ὁ τρόχιλος〉 f. τὸ Κ. cf. p. 426, 2 3 f. 〈ἔστω〉 τῷ 7—8 ἐκσπάσει AG: καὶ σπάσει T1, corr. T2 13 οὐ AG: ἐ T (ἐφαίνονται): an οὐκέτι?) [*](15 καὶ om. G 19 ἐπιστύλου AG: στύλου T: ἐπιστυλίου Prou.) [*](23 πυρὸς: f. πυρσοῦ 24 ἔπαρασιν G 25 κατὰ πρόσθεν A T: καταπρόσθεν G: κάτω πρόσθεν Prou. cf. p. 352, 8 432, 4)
XXΙX Φανέντων δὲ τῶν προειρημένων καὶ τοῦ πυρὸς ἀνακαυθέντος, κλεισθήσεται πάλιν ὁ πίναξ. καὶ ἐκσπάσασα ἡ σπάρτος τὴν περόνην ῥίψει τὸ ὀθόνιον, ἐν ᾧ ἔσται καταγεγραμμένη ἡ ναυαγία τῶν νηῶν καὶ τὸ τοῦ Αἴαντος ζῴδιον νηχόμενον. ἐν δὲ τῷ πίνακι [*](273) φανήσεται ἡ Ἀθηνᾶ. |ἔσται δὲ ἡ βάσις αὐτῆς ἔχουσα ἐν τοῖς προσήκουσι τόποις τύλους. καὶ μία μὲν σπάρτος ἐγερεῖ αὐτὴν ἐπισπασαμένη ἐκ τοῦ ὄπισθεν μέρους τοῦ ἰσχαρίου κατὰ τὸ σήκωμα αὐτῆς· ἀποσπασθείσης δὲ ταύτης ἄλλη περικειμένη περὶ τὸ θωράκιον περιάξει αὐτήν, ἕως ἂν ἔλθῃ ἐπὶ τὸν αὐτὸν τόπον, ὅθεν ἐξῆλθεν· ἀποσχασθείσης δὲ ταύτης ἄλλη σπάρτος ἐπισπάσεται ἐκ τοῦ ἔμπροσθεν μέρους τοῦ ἰσχαρίου καὶ οὕτω κατακλινεῖ τὴν Ἀθηνᾶν.
[*](3 f. περόνας 5 f 〈μικρὸν〉 ἀπέχον ἀπέχοντα Τ (quam- quam ἀξόνιον, non ἀξόνα habet) 6 ἐξέδυσα T 9 〈περι- τεθεῖσα〉 περὶ cf. p 358, 9 10 f. περὶ τοὺς τύλους del.)[*](12 caput non disting. a: distinxit Haase πυρὸς: πυρσοῦ Prou)[*](14 f. καταρρίψει 15 γεγραμμένη Schoene νηῶν a: f. νεῶν. sed cf. Philon Mechan. Synt. lV, p. 98, 32 ed. R.Schoene)[*](20 f. ἀποσχασθείσης. cf. p. 426, 3. 446, 23 24 ἔμπροσθεν scripsi Schoenium (l. l. p. 76) secutus: ὄπισθεν a)XXX Λοιπὸν δέ ἐστιν ἡμῖν διηγήσασθαι, τίνι τρόπῳ ὅ τε κεραυνὸς ἐν τῷ πίνακι πεσεῖται καὶ τὸ τοῦ Αἴαντος ζῴδιον ἀφανισθήσεται. γίνεται οὖν καὶ ταῦτα, καθάπερ μέλλομεν ἐξηγεῖσθαι κατὰ μέρος. ὅπου τὸ ἔδαφος τοῦ πίνακος, ἔσται γεγραμμένον τὸ --- ζῴδιον· κατʼ αὐτὸν δὲ ἔστω ἐκκοπὴ ἐν τῇ ἄνω πλευρᾷ τοῦ πλινθίου πεποιημένη καὶ ἐν τῇ κάτω, καθάπερ καὶ ἐπὶ τῶν δελφίνων ἐδηλώσαμεν. κατατείνονται οὖν ἐκ τῆς ἄνωθεν πλευρᾶς τῆς ἐκκοπῆς χορδαὶ δύο λεπτόταται τῶν εἰς τὰς σαμβύκας ἐμβαλλομένων ἕως κάτω εἰς τὸ θωράκιον διὰ τῆς ἄνω οὔσης ἐκκοπῆς. ἵνα δὲ ἐν τῷ ναΐσκῳ ὦσι τεταμέναι, καθάπτονται εἰς κολλάβους δύο ἐκ τοῦ ἄνωθεν μέρους, ἵνα ἐπιστρεφομένων τῶν κολλάβων τὴν τάσιν ἔχωσιν. ἐγερθὲν δὲ σανίδιον λεπτὸν καὶ ὑπόμηκες, ὥστε χωρεῖν αὐτὸ διὰ τῶν ἐκκοπῶν εὐκόπως καὶ σταθὲν ἐκ τοῦ ὑπερθύρου μὴ ὑπερέχειν αὐτὸ τὸ ὑπέρθυρον εἰς τὸν πίνακα· τρυπηθὲν δὲ δυσὶ τρυπήμασι κατὰ μῆκος περιλαμβάνει τὰς χορδὰς ἐπιούροις· προσκολλᾶται δὲ καὶ ὄπισθεν τοῦ σανιδίου τὸ [*](1 caput distinxi: non disting.a ἡμῖν AG: ἡ μὲν T: ἐμοὶ M) [*](2 ὅ τε Brinkm. et Prou: ὅτε a 4 ἐξηγήσθαι G 5 ἔδα- φος G: ἔ (═ ἔρος) A: ἔφο T f. τὸ 〈τοῦ Αἴαντος〉. cf. v.2. p 446, 16 6 αὐτὸν a: αὐτὸ Ηaase, sed non opus est corrigere, si Aiacis nomen additum erit f. ἔν 〈τε〉 10 ἄμβυκας a: corr. Prou (σαμβύκας voluerat etiam Haase in schedis Schoe- nianis, sed rursus delevit): ἄμπυκας Parisin. suppl. 11 in marg. et Ambrosianus C 266 infer. supra scripsit 11 θωράκιον G: ῥάκιον A T f. ἐκκοπῆς 〈καὶ τῆς κάτω〉 12 ναΐσκῳ: an πίνακι 2 τεταγμέναι a: corr. R. Schoene in schedis suis δύο scripsi: α a: ῾ f β᾿ Parisin. suppl. 11 in marg. 14 στάσιν a: corr. R. Schoene ἐγερθὲν: ἐργασθὲν Prou. cf p. 432,12 f. δὲ 〈ἔστω〉 16 f. ἐκ 〈τοῦ ἄνω μέρους〉 τοῦ ὑπερθύρου 18 περι- λαμβάνει a: περιλαμβάνειν Prou 18—19 f. ἐπιούροις 〈προσ- ηγκυλωμένας〉· 19 τὸ: f. τι 〈πλατυσμάτιον〉 cf. Dioptr. 188, 19. 20)
Τὰ μὲν οὖν κατὰ τὸν πίνακα οὕτως οἰκονομεῖται. ὁμοίως δὲ καὶ αἱ ἐν τοῖς ζῳδίοις καὶ αἱ τῆς πορείας κινήσεις διὰ τοιούτων ὀργάνων πᾶσαι γίνονται, οἵ τε πίνακες πάντες ὁμοίως διὰ τούτων οἰκονομοῦνται, πλὴν ὅτι --- διαλλάσσονται.
[*](1 θαλασσοειδεῖ Monacens. 431: θαλασσοειδῆ a 3 ἀνε- στραμμένον Prou 10 f. τοιούτων 12 〈μύθοις 〉 διαλλάσσονται Prou: f. 〈τοῖς μύθοις〉. in calce ommium codicum λείπει legitur, sed iniuria)[*](1) Dies Wort ist nach einer Vermutung übersetzt. ln den Handschriften steht: ῾ sieht nach oben᾿ .)[*](2) Der Satz beruht in dieser Form zum grofsten Teile auf Vermutung. Statt ῾ etwas von Landeʼ könnte man auch ῾ etwas von dem in der Nähe Befindlichen, etwas aus seiner Umgebungʼ vermuten.)[*](3) ln den griechischen Handschriften steht am Schlusse ohne Grund: ῾ Unvοllständig᾿ .)