XI Δυνατὸν δέ ἐστι καὶ ἄλλως κάμπτειν τὸ πλινθίον, οὐ μόνον ἐν ὀρθογωνίῳ παραλληλογράμμῳ, ἀλλὰ καὶ ἐν παντὶ εὐθυγράμμῳ σχήματι· ἔτι δὲ καὶ τὴν πορείαν ὀφιώδη γίνεσθαι δυνατόν ἐστι καὶ πολλῷ εὐχερέστερον τῆς προγεγραμμένης μεθόδου.
Ἔστω γὰρ τὸ πλινθίον, ἐν ᾧ εἰσιν οἱ τροχοί, τὸ ΑΒΓ∠, ἐν ᾧ διακείσθωσαν ἄξονες δύο οἱ ΕΖ, ΗΘ, ὧν ὁ μὲν ΗΘ ἐν κνώδαξιν εὐλύτως στρεφέσθω ἔχων συμφυῆ τροχὸν τὸν ΚΛ, ὁ δὲ ΕΖ συναραρὼς ἔστω τῷ πλινθίῳ ἀπὸ τόρνου ἰσοπαχὴς εἰργασμένος. περὶ [*](253) δὲ τοῦτον περικείσθωσαν χοινι|κίδες δύο αἱ ΜΝ, ΞΟ εὐλύτως καὶ ἁρμοστῶς περὶ αὐτὸν στρεφόμεναι καὶ αὗται ἀπὸ τόρνου τὴν ἐντὸς καὶ τὴν ἐκτὸς ἐπιφάνειαν [*](4 ἐπιστρέφει T 6 γίνεται T 7 ἀρτὸν T 8 διαμεμηρυμένα scripsi. cf. p. 380, 8—9 (sed v διαμεμηρυσμένου)
374
εἰργασμέναι. ταῖς δὲ χοινικίσι συμφυεῖς ἔστωσαν τροχοὶ ἴσοι οἱ ΠΡ, ΣΤ ἐὰν οὖν περὶ ἑκατέραν χοινικίδα σπάρτος περιειληθεῖσα ἀποδοθῇ εἰς τὴν ἐν τῇ σύριγγι λείαν, συμβήσεται καταφερομένης τῆς λείας ἀπειλουμένων τῶν σπάρτων ἐπιστρέφεσθαι σὺν ταῖς χοινικίσι τοὺς τροχοὺς καὶ οὕτως τὸ πλινθίον ἐπʼ εὑθείας πορεύεσθαι συνεπιστρεφομένου καὶ τοῦ ΚΛ τροχοῦ. ἐὰν οὖν ἐκ τῶν ΠΡ, ΣΤ τροχῶν ὁ ΠΡ μένῃ ἀκίνητος χάλασμα ἐχούσης τῆς κατʼ αὐτὸν σπάρτου, ἐπιστραφήσεται ὁ ΣΤ τροχὸς καὶ συνεπιστρέψει τὸν ΚΛ, ἄχρις οὗ τὸ ἐν τῇ ΜΝ χοινικίδι χάλασμα τοῦ μηρύσματος ἐπισπάσεται ἡ λεία. εἶτα πάλιν τάσιν λαβούσης τῆς σπάρτου, ἅμα οἱ ΠΡ, ΣΤ τροχοὶ στραφήσονται. καὶ ἐνεχθήσεται τὸ πλινθίον ἐπὶ εὐθείας τῆς κατὰ τὴν ἐπιστροφὴν τοῦ πλινθίου γενηθείσης. δεήσει
[*](1 εἰργασμένας T 3 περιειληφθεῖσα T 4 καὶ ante συμβήσεται delevit T 12 μηρύσματος scrips (μηρυμ. p 376 4—5. 8): μηρίσματος a 14 τῆς AT: τὴν G) 376
οὖν τὸ εἰρημένον χάλασμα τοσοῦτον εἶναι, ὥστε ἐπιστραφῆναι τὸ πλινθίον κατὰ τὴν εὐθεῖαν ἣν βουλόμεθα αὐτὸ ἐνεχθῆναι. τὰ δʼ αὐτὰ ἐπινοείσθω καὶ ἐπὶ τοῦ ΣΤ τροχοῦ. πλειόνων οὖν ἐπειλήσεων καὶ μηρυμάτων γινομένων ἀκολούθως ταῖς εἰρημέναις εὐθείαις, καθʼ ἃς δεῖ φέρεσθαι τὸ πλινθίον, ἔσται γεγονὸς τὸ προκείμενον. δεήσει δὲ τά τε μήκη τῶν ἐπειλήσεων καὶ τὰ τῶν μηρυμάτων ἐξ αὐτῆς τῆς πείρας γίνεσθαι, ἀρχομένων ἡμῶν τὰς ἐπειλήσεις ποιεῖσθαι ἀπὸ τοῦ τόπου ἐφʼ οὗ μέλλει καταλήγειν τὸ πλινθίον· ἀνάπαλιν γὰρ αὐτὸ κινοῦντες ταῖς χερσίν, ὡς μέλλει πορεύεσθαι, ἐπειλήσομεν τὰς σπάρτους καὶ χάλασμα δώσομεν· οὕτω
[*](254) γὰρ ἀρ|ξάμενον πορεύεσθαι τὸ πλινθίον καταλήξει δεόντως εἰς τὸν τόπον ὅθεν ἠρξάμεθα ἐπειλεῖν τὰς σπάρτους. βέλτιον δὲ καὶ τὸν ΚΛ τροχὸν ἐν χοινικίδι περικεῖσθαι τῷ ΗΘ ἄξονι, τὸν δὲ ἄξονα συμφυῆ ὁμοίως τῷ πλινθίῳ γίνεσθαι καθάπερ καὶ τὸν ΕΖ καὶ πάλιν περὶ τὴν χοινικίδα τοῦ ΚΛ τροχοῦ τὴν σπάρτον ἐπειληθεῖσαν καὶ τὰ χαλάσματα ἔχουσαν τῇ λείᾳ ἀποδοθῆναι, ὅπως ὅταν βουλώμεθα κάμπτειν τὸ πλινθίον, ἕνα τῶν ΠΡ, ΣΤ τροχῶν ἑστάναι, δηλονότι χαλάσματος ὄντος ἐν τῇ κατʼ αὐτὸν σπάρτῳ τῇ περὶ τὴν χοινικίδα, τὸν δὲ ΚΛ τροχὸν μετὰ τοῦ λοιποῦ στρέφεσθαι τροχοῦ, ἄχρις ἂν τὸ πλινθίον τὴν δέουσαν λάβῃ ἐπιστροφήν, εἶτα πάλιν ταθείσης τῆς τὸ χάλασμα ἐχούσης σπάρτου ἅμα τῶν τριῶν κινουμένων τροχῶν τὴν ἐπʼ εὐθείας ὁδὸν φέρηται τὸ πλινθίον. ἐπεὶ οὖν
[*](2—3 βουλωμεθα T 3 δὲ αὐτὰ G 4 ἐπειλήσεων M: ἐπιλήσεων a 6 γεγονὸς, ος ex ως corr., A 7 ἐπειλήσεωον G: ἐπιλήσεων AT 9 ἐπειλήσεις, ει ex ι corr., A 11 de ὡς cf. Κuhner Gr. II 842 adn. 5 12 f. χαλάσματα. cf. lin. 19. p.372, 8. 380, 8 14—16 ὅθεν . . . χοινικίδι om. G 15—27 βέλ-) 378
αἱ χοινικίδες αἱ τοὺς τροχοὺς ἔχουσαι περικείμεναι τοῖς ἄξοσιν ἐν τῇ κινήσει δυσχερῶς ἐπιστρέφονται διὰ τὸ τὸ ὅλον τοῦ πλινθίου βάρος ἐπʼ αὐτὰς ἐπικεῖσθαι, ἀρέσκει ἐν τοῖς αὐτομάτοις πάντα τὰ ἐγκυκλίως κινούμενα περὶ κνώδακας στρέφεσθαι. ποιήσομεν οὖν οὕτω· γεγονέτω γὰρ τὸ πλινθίον καθʼ ὃν τρόπον ὁ τοὺς δύο τροχοὺς ἔχων ἄξων, ὄρθιον διάπηγμα ἀραρός· ἐν δὲ τούτῳ ἐμπυελίδια ἔστω ἐξ ἑκατέρου μέρους, εἰς ἃ οἱ κνώδακες ἐμβιβασθήσονται. δύο δὲ ἄξονες γεγονέτωσαν συμφυεῖς ἔχοντες τοὺς τροχούς, ὧν κείσθω μεταξὺ τοῦ εἰρημένου ὀρθίου διαπήγματος καὶ τῶν τοῦ πλινθίου τοίχων ἐν κνώδαξιν, ὥστε βεβηκέναι ἐπὶ τοῦ ἐδάφους τοὺς τροχοὺς καὶ ἕκαστον στρέφεσθαι ἐν τοῖς ἑαυτοῦ κνώδαξιν. αἱ δὲ περὶ τοὺς
[*](1—2 περικείμεναι τοῖς ἄξοσιν delevi 3 τὸ prius inserui 4 ἀρέσκει AT: ἀρέσει G 6 γεγονέτω A1 T: γενέσθω A2G f. 〈ἐν τῷ ἔμπροσθεν μέρει〉 τοῦ πλινθίου cf. 424, 17 τῷ πλινθίῳ Brinkm πλινθίον 〈ἔχον〉 Hildebr. 6—7 καθʼ ὃν . . .) 380
[*](255) ἄξονας σπάρτοι | διπλαῖ ἔστωσαν, ὥστε μέσον λαβεῖν τὸν τροχὸν καὶ ἐξ ἴσου στρέφειν. γεγονέτω δὲ καὶ ἕτερος ἄξων τούτοις ὁμοίως κινούμενος ἔμπροσθεν τοῦ πλινθίου, ὥστε πάλιν ἐπὶ τῶν τριῶν τροχῶν φέρεσθαι τὸ πλινθίον. καὶ περὶ τοῦτον ὁμοίως διπλῆ περικείσθω σπάρτος μεσολαβοῦσα τὸν τροχόν. πάλιν οὖν τῶν σπάρτων ἐπειληθεισῶν ἐναλλὰξ ὁσάκις ἐὰν βουλώμεθα καὶ τὰ χαλάσματα ἐχουσῶν ὡς ἐὰν προαιρώμεθα διαμεμηρυμένα, ὡς εἴρηται, καὶ ἡ τοῦ πλινθίου πορεία ἔσται ὡς ἐὰν προαιρώμεθα, εὐκόπως τε καὶ εὐκυλίστως διὰ τοὺς κνώδακας.
XII Περὶ μὲν οὖν τῆς πορείας καὶ τῆς ἀποπορείας τοῦ πλινθίου αὐτάρκως νομίζομεν εἰρηκέναι. ἑξῆς δὲ περὶ τῶν ἐκτὸς τῆς πορείας κινήσεων ἐροῦμεν· ἔστι δὲ ἡμῖν ἡ πρώτη κίνησις περὶ τῆς τοῦ πυρὸς ἀνακαύσεως τοῦ ἐν τῷ βωμῷ.
Γίνεται οὖν οὕτως· ἔστω γὰρ βωμὸς ἐκ λεπίδων χαλκῶν ἢ σιδηρῶνπεποιημένος, ὁ ΑΒΓ∠, τρύπημα ἔχων ἐν μέσῳ τῷ ἐπιπύρῳ τὸ Ε. ὑπὸ δὲ τοῦτο λεπίδιον ἔστω τὸ ΖΗ παρακτὸν ὥσπερ γλωσσοκόμου πῶμα, ἐπικαλύπτον
382
τὸ Ε τρύπημα, ἐκ δὲ τούτου ἁλυσείδιον τὸ ΗΘΚ ἀποδεδομένον περὶ ἀξόνιον ἐντὸς τοῦ βωμοῦ κείμενον καὶ εὐλύτως στρεφόμενον. ἐν δὲ τῷ ἀξονίῳ ἀποδεδόσθω εἰς τὴν λείαν σπάρτος· αὕτη δὲ μετὰ τὴν πορείαν ταθεῖσα ὑπὸ τῆς λείας ἐπιστρέψει τὸ ἀξόνιον καὶ παραλλάξει τὸ λεπίδιον, καὶ τῆς ἀγκύλης ἐκπεσούσης ἀπὸ τοῦ τύλου τὰ ἐξῆς ἐπιτελεσθήσεται. ὑποκείσθω δὲ τῷ Ε τρυπήματι λαμπτὴρ ὁ ΜΝ τὴν φλόγα ἔχων ὑποκειμένην τῷ τρυπήματι. ἐπικείσθω δέ, ὡς προείρηται, ἐν τῷ βωμῷ ὕλη δυναμένη εὐκόπως ἀνάπτεσθαι. μᾶλλον δὲ τῶν ἄλλων ποιεῖ τὰ τεκτονικὰ
[*](256) ξύσματα. ὅταν οὖν πορευόμενον τὸ | πλινθίον στῇ, τότε ἡ ἐκ τοῦ ΗΘΚ ἁλυσειδίου σπάρτος ταθεῖσα ἐπισπάσεται τὸ ΖΗ λεπίδιον, ὥστε ἀνοιχθῆναι τὴν ὀπὴν καὶ τὴν φλόγα ἄνω ἐνεχθεῖσαν ἀνακαῦσαι τὸν βωμόν. τὰ δʼ αὐτὰ ἐπινοείσθω καὶ ἐπὶ τοῦ ἑτέρου βωμοῦ, μόνον ὅτι τὸ τῆς σπάρτου χάλασμα μεῖζον εἶναι δεῖ τοῦ νῦν εἰρημένου, ὅπως κατὰ τὰς ἐξῆς κινήσεις ταθεῖσα ἡ σπάρτος τὴν ἑτέραν ἔξαψιν ποιήσηται.
XIII Μετὰ δὲ τὴν θυσίαν δεῖ ἐκ μὲν τοῦ θύρσου γάλα ἀναπιτυσθῆναι, ἐκ δὲ τοῦ σκύφους οἶνον.
Γίνεται οὖν καὶ τοῦτο οὕτως· ὑπὸ τοὺς πόδας τοῦ Διονύσου συμφυὴς γίνεται σωλὴν ἔχων τρυπήματα ἐν τῇ ἐπιφανείᾳ ἐγγὺς ἀλλήλων δύο, ἐκ δὲ τούτων σωἀποδεδομένον [*](2 G: ἀποδεδομένων A(?) T: ἀποδεδεμένων M ἐντὸς AG: ἐντο T 3 ἀλύτως T f. ἐκ δὲ τοῦ ἀξονίου, nisi lacunam post ἀξονίῳ statuere mavis 4 ἀποδεδόσθω a: ἀποδεδέσθω M 6—7 f. τῆς . . . τοῦ τύλου post πορείαν (lin. 5) transpon. aut omnino del cf. p. 348, 4 13 ἁλυσιδίου T f. σπάρτος 〈ἐκδεθεῖσα 〉 18 κατὰ: μετὰ Brinkm. 19 ποιήσεται T 21 ἀναπυτισθῆναι M. cf. p. 352, 10 23 f. συμφυὴς 〈τούτῳ〉. cf. p. 384, 4)
384
ληνάρια ἀνατείνοντα εἰς τὸ ἐντὸς μέρος τοῦ Διονύσου φέροντα τὸ μὲν εἰς τὸν θύρσον, τὸ δὲ εἰς τὸν σκύφον.
Ἔστω δὲ ἡ μὲν βάσις τοῦ Διονύσου ἡ ΑΒ, ὁ δὲ συμφυὴς τούτῳ σωλὴν ὁ Γ∠ τὰ δὲ ἐν αὐτῷ τρυπήματα τὰ Ε, Ζ· τὰ δὲ ἐκ τούτων ἀνατείνοντα σωληνάρια τὰ ΖΗ, ΕΘ, τὸ μὲν ΖΗ εἰς τὸν θύρσον, τὸ δὲ ΕΘ εἰς τὸν σκύφον. ἔστω δὲ καὶ ὁ ἐπικείμενος πυρὴν τῷ ναίσκῳ ὁ ΚΛΜ. ἐντὸς δὲ τούτου ἀγγεῖον ἔστω τὸ ΝΞ μέσον διάφραγμα ἔχον τὸ Ο. καὶ ἐκ μὲν τοῦ ΝΟ ἀγγείου φερέτω σωλὴν ὁ ΠΡΣΤ εἴς τινα ἕτερον σωλῆνα τὸν ΥΦ συνεσμηρισμένον τῷ Γ∠ σωλῆνι, συμφυῆ δὲ ὄντα ἐκ τῶν ὑποκάτω μερῶν τῷ καταστρώματι, ἐφʼ ὅ ὁ ναΐσκος ἐπίκειται. τὸ δὲ Τ τρύπημα κείσθω κατὰ τὸ Ε. ἐκ δὲ τοῦ ΞΟ ἀγγείου --- ἕτερος σωλὴν ὁ ΧΨΩς καὶ φέρων ὁμοίως εἰς τὸν ΥΦ σωλῆνα. τὸ δὲ ς τρύπημα κείσθω κατὰ τὸ Ζ. οὐκοῦν ἐάν τις ἐν μὲν τῷ ΟΝ ἀγγειδίῳ οἶνον ἐγχέῃ, ἐν δὲ τῷ ΞΟ γάλα, κειμένων τῶν Ε, Ζ τρυπημάτων κατὰ τὰ Τ, ς ἐνεχθήσεται ὁ μὲν οἶνος εἰς τὸν σκύφον, τὸ δὲ γάλα εἰς τὸν θύρσον. ἵνʼ οὖν στέγῃ τὰ ὑγρὰ τὸν πρότερον χρόνον, κλεὶς ἔστω ἡ 𝔮 ,Τ ἀποκλείουσα, ὡς εἴρηται, τὰ ὑγρὰ δι᾿ ἐπιτονίου τοῦ Α, περὶ ὃ ἀγκύλη σπάρτου περιβεβλήσθω χάλασμα ἔχουσα καὶ ἀποδεδομένη εἰς [*](1 ἀνατείνοντα Amg. G Τ 2: ἀνατείνονται A 1 T 1 2 φέροντα AG: συμφέροντα T 4 τρυπήματα AG: τρύπημα τι T) [*](6 f. 〈φέροντα〉 τὸ μὲν cf. p. 384, 2 8 ὁ om. G) [*](12—13 καταστρώματι T : καταστρόματι AG 14 lacunam statui f. 〈καθείσθω〉 vel, dummodo καὶ φέρων deleantur, 〈φερέτω〉. cf. lin. 10. p. 386, 7: καταφερέτω pro καὶ φέρων Hild. 17 τῷ (post δὲ) M: τὸ a 21 𝔮 ,T scripsi: qτ a (τ ex ς corr. G): 𝔮Ϡ Brinkm. 22 σπάρτου Μ: σπάρτος a 23 f. ἐχούσης ἀποδεδομένη a: ἀποδεδεμένη M: f. ἀποδεδομένης)
386
τὴν λείαν, ὅπως κατὰ τὸν δέοντα καιρὸν ταθεῖσα ἐπιστρέψῃ τὸ ἐπιτόνιον καὶ ἐνεχθῇ τὰ ὑγρά. πάλιν δὲ ἐπιστραφέντος τοῦ Διονύσου καὶ τοῦ ἑτέρου βωμοῦ ἀνακαυθέντος, δεῖ πάλιν ῥεῦσαι τόν τε οἶνον καὶ τὸ γάλα· στρέφεσθαι δὲ οὕτως ἡμικυκλίου περιφέρεια. γεγονέτω κατὰ διάμετρον τοῖς Τ, ς τρήμασιν ἕτερα τρήματα τὰ Β, Γ, καὶ ἐκ μὲν τοῦ Β φερέτω σωλὴν εἰς τὸν PΣ ὁ Β ∠, ἐκ δὲ τοῦ Γ ἕτερος σωλὴν εἰς τὸν ΨΩ ὁ Γ Ε. ὅταν ἄρα ἐπιστραφέντος τοῦ Διονύσου γένηται τὰ Ε, Ζ τρυπήματα κατὰ τὰ Β, Γ, καὶ
[*](257) πάλιν ἀνοιχθήσεται ἡ ϥ Τ κλεὶς, καὶ ῥεύσει ὁμοίως | ὅ τε οἶνος καὶ τὸ γάλα. ἀνοίγεται δὲ ἡ κλεὶς ἑτέρας σπάρτου ἐπισπασαμένης τὸ ἐπιτόνιον εἰς τὰ ἕτερα βάρη. δεῖ δὲ τοὺς ΡΣ. ΨΩ σωλῆνας διʼ ἑνὸς κιονίσκου τῶν ἐν τῷ ναΐσκῳ κοίλου ὄντος ἐνεχθῆναι ὑπὸ τὴν βάσιν τοῦ ναΐσκου, ὅπως ἀφανεῖς ὑπάρχωσιν. ἐπιστρέφεται δὲ ὁ Διόνυσος σὺν τῇ ἐπικειμένη Νίκῃ τῷ πυρῆνι οὕτως. καθείσθω ἄξων συμφυὴς ὢν τῇ Νίκῃ διὰ τοῦ πυρῆνος ὁ ϛ εὐλύτως στρεφόμενος περὶ κνώδακα τὸν Ζ, καὶ περὶ αὐτὸν περιειληθεῖσα σπάρτος διὰ τροχίλου τοῦ Η ἀποδεδόσθω εἰς τὴν βάσιν τοῦ ναΐσκου καὶ διὰ τροχίλου τοῦ Θ εἰς τὸ ὑπερέχον τοῦ Γ∠ σωλῆνος. οὐκοῦν ἐὰν ἐπιστρέφῃ τις τὸν Γ∠ σωλῆνα, ἀπειλήσει τὴν περὶ τὸν ϛ Ζ ἄξονα σπάρτον
[*](1—2 ἐπιστρέψει T 5 f. στρέφεται οὕτως: οὗτος Brinkm. f. περιφέρειαν 6 γεγονέτω A1 T1: γενέσθω A2 G f. γεγονέτω 〈δὲ〉 sive γ. 〈οὖν〉 10 καὶ AG T2: εἰς T1, sed obliteravit) [*](11 ϥ T scripsi: ϥ τ AG: ϥ ς T: ϥ Ϡ Brinkm. 11—12 ὅ τε ὁ σἷνος G 12—13 ἀνοίγεται . . . βάρη seclusi 13 βάρη AT: βάρα G: f. μέρη. cf. p. 388, 2 20 σπάρτος Ambros. C 266 infer. marg., Barb. II 82: om. a 21 ἀποδεδόσθω a: ἀποδεδέσθω Paris. suppl. 11, M2 22 καὶ M: om. a 24 ς ζ M2: ε ζ a) 388
καὶ ἅμα ἐπιστρέψει τὴν Νίκην καὶ τὸν Διόνυσον· ἐπὶ τὰ αὐτὰ δὲ ἔστω μέρη ἡ ἐπιστροφὴ αὐτῶν· καὶ ἴσος δὲ ἔστω κατὰ τὸ πάχος ὁ ς Ζ ἄξων τῷ Γ∠ σωλῆνι, ὅπως ἅμα ἀποκατασταθῶσιν ἥ τε Νίκη καὶ ὁ Διόνυσος μηδὲν παραλλάσσοντες κατὰ τὴν θέσιν. ἵνα γοῦν αὐτόματον τοῦτο γίνηται, ἐπειλήσθω ἑτέρα ἅλυσις περὶ τὴν ὑπεροχὴν τοῦ Γ∠ σωλῆνος καὶ διὰ τροχίλου τοῦ Μ εἰς βάρος ἀποδεδόσθω τὸ Μ. ὁ δὲ συγκεκοινωμένος τῷ βάρει κρίκος χειρὶ κατεχέτω καὶ σχαστηρίᾳ, καθάπερ ἐπὶ τῶν καταπελτῶν γίνεται, ὅπως τῆς σχαστηρίας ἀπολυθείσης ἀπό τινος σπάρτου τὸ βάρος κατενεχθὲν ἐπιστρέψῃ τόν τε Διόνυσον καὶ τὴν Νίκην. καὶ ἡ Η Θ δὲ σπάρτος διʼ ἑτέρου κιονίσκου κρυπτέσθω, καθάπερ καὶ ἐπὶ τῶν σωλήνων εἴρηται.
XIV Μετὰ δὲ τὸ σπεῖσαι πρώτως τὸν Διόνυσον δεή|σει [*](258) κυμβάλων καὶ τυμπάνων κτύπον γενέσθαι.
Γίνεται δὲ καὶ τοῦτο οὕτως· ἐν τῇ κάτω βάσει, ἐν ᾗ εἰσι καὶ οἱ τροχοί, ἀγγεῖον τίθεται ἔχον σφαιρία μολιβᾶ συρρέοντα εἰς τὸν πυθμένα. ἐν δὲ τῷ πυθμένι τρῆμα γίνεται εὐλύτως δυνάμενον δέξασθαι τὰ σφαιρία, κλειθρίον ἔχον ἀνοιγόμενον ὑπὸ τῆς σπάρτου, ὅταν δέῃ. ὑπόκειται δὲ τῷ τρήματι τυμπάνιον ἐπικεκλιμένον· καὶ τούτῳ ἐξήφθω κυμβάλιον. ἐκπίπτοντα οὖν τὰ σφαιρία κρούσει πρῶτον τὸ τυμπάνιον καὶ ἐκ [*](1 νίκην AG: κίνην Τ 6 f. οὖν γίνεται Τ ἐπειλείσθω G) [*](8 ἀποδεδόσθω a: ἀποδεδέσθω Μ 9 κατεχέσθω sive κατέχεται Brinkm. 11 f. ὑπό. sed cf. p. 152, 6 14 κρυπτέσθω M: κριπτέσθω a καὶ om. T 16 πρῶτον M 18 τούτου T καταβάσει G. cf. p, 396, 8, sed v. Heron. Mens. 16 p. 192, 6 ed. Hu.) [*](20 μολιβδᾶ M 22 ἀποιγόμενον T 23 δέη A G (ex δεήσει corr. A): δεήσει T)
390
τούτου ἀποπίπτοντα εἰς τὸ κυμβάλιον τὸν ἦχον ἀποτελέσει. δύναται δὲ μέσον διάφραγμα λαβὸν τὸ ἀγγεῖον δύο χώρας ποιῆσαι, ὥστε ἐν ἑκατέρᾳ εἶναι σφαιρία καὶ τὰ μὲν ἐν τῇ μιᾷ χώρᾳ τὸν πρῶτον ἦχον ἀποτελεῖν, τὰ δὲ ἐν τῇ ἑτέρᾳ τὸν ἑξῆς, κλειθρίου ὁμοίως ἀνοιχθέντος.
XV Ἑξῆς δὲ δεῖ τὸ περιστύλιον στεφανωθῆναι τὸ ἐν τῇ βάσει.
392
Γίνεται δὲ οὕτως· νοείσθω τὸ θωράκιον τὸ ἐπικείμενον ἐν τῷ τετραστύλῳ τὸ ΑΒΓ∠ ἔχον ἐντὸς ἕτερον θωράκιον τὸ ΕΖΗΘ, ὥστε τὴν μεταξὺ τῶν δύο χώραν θωρακίων κενὴν ἐκ τοῦ κάτω μέρους ὑπάρχειν. γενηθὲν δὲ πλέγμα ἐκ στεφάνων τετραγώνων πλοκῇ οἵᾳ ἐάν τις βούληται καὶ πρὸς τὴν ὄψιν εὐαρμόστως καὶ τοῦτο πτυγὲν ἐγκρύπτεται εἰς τὸν εἰρημένον μεταξὺ τῶν θωρακίων τόπον τὰς ἄνω ἀρχὰς ἐξημμένας ἔχον ἐκ τοῦ θωρακίου. καὶ ἵνα μὴ αὐτόματον καταφέρηται, σανίδιον ἐπίμηκες ἁρμόζον τῷ μεταξὺ τῶν θωρακίων τόπῳ καθʼ ἑκάστην πλευρὰν τοῦ θωρακίου γίνεται, ὥστε ἐπιπωμάσαι τὸ πλέγμα καὶ [*](259) συσχεῖν εἰς τὸ ἄνω μέρος. ἵνα δὲ μὴ αὐτόματα τὰ σανίδια ἀποπίπτῃ, ἐκ τῆς μιᾶς πλευρᾶς τῆς εἰς τὸ ἐντὸς τοῦ θωρακίου μέρος στροφωμάτια εὔλυτα λαμβάνει, ἵνα ὅταν ἐπιπωμασθῇ, ἐκ τοῦ ἑτέρου μέρους ἐπιστρεπτῷ κόρακι κατέχηται, ὥστε μὴ ἀνοίγεσθαι. ἐκ δὲ τοῦ ἑτέρου μέρους τοῦ κόρακος ἀγκύλη σπάρτου περιτίθεται, ἥτις ταθείσης τῆς σπάρτου καὶ τοῦ κόρακος ἐπιστραφέντος ἀποπίπτει. καὶ οὕτως τὸ πλέγμα καθίεται. ἕξει δὲ τὸ πλέγμα εἰς τὰ κάτω μέρη βαρύλλια μολιβᾶ ἐκδεδεμένα πρὸς τὸ ταχέως καταφέρεσθαι.
XVI Τὸ λοιπὸν δὲ δὴ καταλείπεται ὑποδεῖξαι, πῶς αἱ Βάκχαι χορεύουσι κατὰ τὸν δέοντα καιρόν.
Γίνεται οὖν καὶ τοῦτο οὕτως· ὁ ναΐσκος ὁ στρογγύλος, ἐν ᾧ ἐστιν ὁ Διόνυσος, στυλοβάτην ἐχέτω στρογγύλον καὶ λεῖον κατὰ τὸ ὕψος. ἔστω οὖν οὗτος ὁ ΑΒΓ∠ περὶ δὲ τοῦτον περικείσθω ἴτυς ἡ [*](1 f. δὲ 〈καὶ τοῦτο〉. cf. p 382, 22. 388, 18 396, 10 13 θωράκιον . . . ἕτερον om. G, add. G mg. 5 f. τετράγωνον 6—7 f. εὐαρμόστῳ 7 ἐκκρύπτεται Τ 9 ἔχον Fr. Haase)
394
ΕΖΗΘΚΛΜΝ ἁρμοστὴ τῷ στυλοβάτῃ, ὥστε εὐλύτως περὶ αὐτὸν στρέφεσθαι. περὶ δὲ τὸν κρόταφον τῆς Κ ΛΜΝ περιφερείας ἐντετορνεύσθω σωλήν, ἐν ᾧ σπάρτος ἐπειληθεῖσα ἐγκεκοιμίσθω εἰς τὸ βάθος τοῦ σωλῆνος, ἧς ἡ μὲν μία ἀρχὴ κεκρούσθω διʼ ἐπιούρου εἰς τὸ βάθος τοῦ σωλῆνος, ὥστε μηκέτι ἐκσπᾶσθαι· ἡ δὲ ἑτέρα διὰ τροχίλου ἀποδεδόσθω εἰς τὸ κάτω μέρος τοῦ θωρακίου καὶ ἐπειλήσθω εἰς ἕτερον σωλῆνα ἐνόντα ἐν τῷ τυμπάνῳ, ᾧ συμφυὴς ἔστω ἄξων εὐλύτως στρεφόμενος. τῷ δὲ ἄξονι περιειλήσθω ἑτέρα σπάρτος καὶ ἀποδεδόσθω εἰς τὴν λείαν. συμβήσεται οὖν ταθείσης τῆς περὶ τὸν ἄξονα σπάρτου ἐπειλεῖσθαι
396
ἐπὶ τὸ συμφυὲς αὐτῷ τύμπανον τὴν ἐκ τῆς ἴτυος |
[*](260) σπάρτον καὶ οὕτως χορεύειν τὰς Βάκχας. ἐπεὶ οὖν δὶς αὐτὰς δεῖ χορεῦσαι, ἔχει χάλασμα διαμεμηρυμένον ἡ περὶ τὸν ἄξονα σπάρτος, ὅπως στάσις γένηται τῶν Βακχῶν διὰ τοῦ χαλάσματος. ταθείσης δὲ αὐτῆς πάλιν χορεύσουσιν· ἐπικείσονται γὰρ τῇ εἰρημένῃ ἴτυι αἱ Βάκχαι.
XVII Ὁσαι δὲ σπάρτοι ἐκ τῆς κάτω βάσεως εἰς τὴν λείαν ἀποδίδονται, δεῖ ταύτας ἀφανεῖς ὑπάρχειν.
Γίνεται οὖν καὶ τοῦτο οὕτως· ἔστω γὰρ τὸ στόμα τῆς σύριγγος, ἐν ἐστιν ἡ λεία, τὸ ΑΒΓ∠, καὶ καθείσθω διὰ τοῦ ἐν τῇ σύριγγι στόματος διάφραγμα κατὰ τὴν Ε Ζ εὐθεῖαν ἀπολαμβάνον τὸ ∠Ε διάστημα ὅτι στενότατον. ἡ μὲν οὖν κέγχρος ἐμβληθήσεται εἰς τὴν ΕΒ χώραν, αἱ δὲ σπάρτοι ἐκ τοῦ κάτωθεν μέρους ἀνενεχθήσονται εἰς τὴν Γ∠Ε χώραν καὶ ἀποδοθήσονται εἰς τὴν λείαν τὴν ἐν τῇ ΑΒΖΕ χώρᾳ διὰ τροχίλου· οὕτως γὰρ ἀφανεῖς ἔσονται πᾶσαι αἱ κάτωθεν ἀναφερόμεναι σπάρτοι. ἐπεὶ οὖν πολλῶν κινήσεων γινομένων καὶ τῆς τοῦ πλινθίου πορείας πολλῆς ὑπαρχούσης ἀνάγκη μὴ ἐξαρκεῖν τὸ τῆς σύριγγος ὕψος, δεῖ καὶ τοῦτο μηχανήσασθαι. πρὸς μὲν οὖν τὸ μῆκος τῆς πορείας δύνανται οἱ περὶ τὸν ἄξονα δύο τροχοὶ αὐξανόμενοι πολὺ μῆκος παρέχειν ἢ τὸ τοῦ ἄξονος πάχος ἔλασσον γινόμενον· ἅπαξ γὰρ τοῦ ἄξονος στραφέντος κινηθήσεται τὸ πλινθίον τηλικαύτην ὁδὸν ἡλίκη [*](1 αὐτὸ G 12 καθείσθω G: καθέσθω A T 14 στενότατον scripsi: στεγνότατον a 16 ἀνενεχθήσονται M: ἀνεχθήτατον a: ἐνεχθήσονται Fr. Hasse in schedis Schoenianis 18 αἱ om. T 20 πολλῆς: μεγάλης Brinkm. 21 μὴ a, delevi: μὲν M, Paris suppl. 11 ἐξαχεῖν T 25—398, 2 an ἅπαξ . . . ποιεῖν del. ? v. proleg. ad fig. 97)
398
ἐστὶν ἡ τοῦ ἑνὸς τροχοῦ περιφέρεια. διὸ εὐλόγως μείζονας αὐτοὺς δεῖ πειρᾶσθαι ποιεῖν.
XVIII Οὐ μὴν ἀλλὰ καὶ οὕτως δυνατόν ἐστι. Νοείσθω γὰρ τὸ τοῦ ἄξονος πάχος τὸ ΑΒ, ἡ δὲ [*](261) τοῦ συμφυοῦς αὐτῷ τροχοῦ | περιφέρεια ἡ Γ∠, καὶ ὑπερκείσθω ἕτερος ἄξων ἐν κνώδαξιν εὐλύτως στρεφόμενος, οὗ τὸ πάχος ἔστω τὸ ΕΖ. τούτῳ δὲ συμφυὲς ἔστω τύμπανον τὸ ΗΘ. καὶ περὶ μὲν τὸν ΑΒ ἄξονα σπάρτος περιειληθεῖσα ἀποδεδόσθω περὶ τὸ ΗΘ τύμπανον. ἐκ δὲ τοῦ ΕΖ ἄξονος ἑτέρα σπάρτος ἐκδεθεῖσα καὶ ἐπειληθεῖσα ἀποδεδόσθω διὰ τροχίλου τοῦ Κ εἰς τὴν ἐν τῇ σύριγγι λείαν τὴν Λ. συμβήσεται οὖν ἅπαξ στραφέντος τοῦ ΕΖ ἄξονος ὀλίγον μὲν μέρος τῆς σύριγγος κενοῦσθαι, τοσοῦτον ὅση ἐστὶν ἡ τοῦ ΕΖ ἄξονος περιφέρεια, τὴν δὲ ἐκ τοῦ ΑΒ ἄξονος σπάρτον
400
ἅπαξ ἐπειλῆσαι τὸ ΗΘ τύμπανον μεῖζον ὂν τοῦ ΑΒ ἄξονος, ὥστε πλεονάκις τὸν ΑΒ ἄξονα στραφῆναι σὺν τῷ Γ∠ τροχῷ καὶ διὰ τοῦτο πολὺ μῆκος τῆς πορείας γίνεσθαι. εἰδέναι μέντοι χρή, ὅτι μείζονος λείας προσδεῖται διὰ τὸ τοὺς μείζονας κύκλους ὑπὸ τῶν ἐλασσόνων κινεῖσθαι· ταῦτα γὰρ διὰ τῶν μοχλίων δὴ ἔστι. καὶ τὰς ἄλλας δὲ τὰς ἔξωθεν τῆς πορείας κινήσεις δυνατόν ἐστι μεγάλας οὔσας διὰ μικρῶν διαστημάτων ἐπιτελεῖσθαι· ἐὰν γὰρ ἡ κινοῦσα τὸ ὄργανον τοῦ Διονύσου σπάρτος περὶ μείζονας κύκλους ἀποδιδῶται, ἡ δὲ εἰς τὴν λείαν περὶ ἐλάσσονας ἄξονας καὶ συμφυεῖς ὄντας τῷ μείζονι, καθάπερ καὶ ἐπὶ τῆς πορείας ὑπεδείξαμεν.
XIX Δύναται δὲ καὶ ἄλλως ἥ τε ἐπιπορεία καὶ ἡ ἀποπορεία γίνεσθαι καὶ αἱ ἔξωθεν τῆς πορείας κινήσεις.
Ἔστω γὰρ τὸ τῆς σύριγγος στόμα τὸ ΑΒΓ∠ διαπεφραγμένον δυσὶ διαφράγμασι διʼ ὅλου τοῦ ὕψους [*](262) τῆς σύριγγος τοῖς κατὰ τὰς ΕΖ, ΗΘ εὐθείας, | ὥστε διὰ τοῦ μεταξὺ τόπου τῶν διαφραγμάτων τὰς κάτω σπάρτους ἀναφέρεσθαι καὶ ἀποδίδοσθαι εἰς τὰς λείας. ἡ μὲν οὖν ἐν τῇ ΑΒΕΖ σύριγγι λεία τήν τε ἐπιπορείαν [*](1 ἐπειλῆσαι AG: ἐπειλεῖσαι T: f. ἐπειλεῖσθαι 〈εἰς〉 2 ὥστε AG: ὡς τὰ T 4—5 προσδεῖται a: an προσδεῖ? sed cf. kuhner Gr. lI 255 5—6 τοὺς μείζονας κύκλους κτἑ. cf. Heron. Mech. II 7 Dioptr. p. 334, 23 Vinc, Philon. Mech. Synt p. 59, 16 ed. R. Schoene, Pappi Collect. p. 1068, 20 ed. F Hultsch) [*](6 f. κινεῖσθαι, 〈ὅταν περὶ τὸ αὐτὸ κέντρον κυλίωνται〉) [*](f. γὰρ δὴ διὰ τῶν μοχλίων tr. μοχλικῶν δῆλά ἐστι Brinkm.) [*](9—13 an ἐὰν γὰρ . . . ὑπεδείξαμεν del.? v. proleg. ad fig. 98) [*](9 γὰρ om. M1 Paris. suppl. 11: an γὰρ del.? sed cf. Vahlen Aristot. poet. p. 128 ἡ om. T 9—10 τοῦ Διονύσου del. Brinkm. 10 ἀποδίδωται codd., correxi 12 f. μείζονι 〈κύκλῳ〉) [*](15 〈τῆς πορείας〉 inserui. cf. lin. 7 16—17 διαπεφραγμένων T) [*](18 τοῖς AT: τῆς G 21 τε AG: δὲ T)
402
ποιήσεται καὶ τὴν ἀποπορείαν, ἡ δὲ ἐν τῇ ΗΘΓ∠ τὰς ἄλλας κινήσεις οὕτως· ἔστω γὰρ τὸ μὲν ἐν τῷ πυθμένι τῆς ΑΒΕΖ σύριγγος τρῆμα, διʼ οὗ ἡ κέγχρος ἐκρέει, τὸ Κ, τὸ δὲ ἐν τῇ ΗΘΓ∠ τὸ Λ. ἑκατέρῳ δὲ κλειθρίον γεγονέτω δυνάμενον εὐκόπως παράγεσθαι. ὅταν οὖν μέλλῃ πορεύεσθαι τὸ πλινθίον, παράξομεν τὸ τοῦ Κ τρυπήματος κλειθρίον, ὥστε ἀνοιχθῆναι. καὶ ἵνα μὴ εὐθέως ὁρμὴν λαβὸν τὸ πλινθίον κινηθῇ, ἕξει ἡ σπάρτος ἡ ἐκ τῶν ὑπὲρ τροχῶν ἀποδιδομένη εἰς τὴν λείαν χαλασμάτιον. καὶ δῆλον ὅτι χρόνος τις ἔσται ἀποστάντων ἡμῶν πρὸ τοῦ κινηθῆναι τὸ πλινθίον τοσοῦτος ὅσον ἦν τὸ τῆς σπάρτου χάλασμα. ὅταν δὲ δέῃ στῆναι τὸ πλινθίον καὶ τὰς ἄλλας ἐπιτελέσαι κινήσεις, ἔτι ἐπιπορευομένου αὐτοῦ σπάρτος τις ἐπισπάσεται τὸ πρὸς τῷ Λ κλειθρίον καὶ ἀνοίξει αὐτό. καὶ πάλιν, ἵνα μὴ πορευομένου ἑτέρα γένηται κίνησις, ἕξει χάλασμα καὶ ἡ ἐκ τῆς ἑτέρας λείας ἐκδεδεμένη σπάρτος, (ἥτις ταθεῖσα ἐπισπάσεται καὶ τὸ πρὸς τῷ Κ κλειθρίον.) καὶ οὕτως στήσεται τὸ πλινθίον, αἱ δὲ ἄλλαι ἐπιτελεσθήσονται κινήσεις. ὅταν οὖν πάλιν δέῃ ἀποπορεύεσθαι
[*](4 κέγχρος A G: κέχρος T ἐκρέει AG: ἐκρέη, η ex ει corr., T 8 μὴ inserui 9 ὑπὲρ seclusi 20 ἔτι AG: ἐστι T) 404
τὸ πλινθίον, ἑτέρα σπάρτος ἐπισπάσεται τὸ πρὸς τῷ Κ κλειθρίον καὶ ἀνοίξει αὐτό. καὶ οὕτως τὴν ἀποπορείαν ποιήσεται.
XX Ὅσα μὲν οὖν ἔδει περὶ τῶν ὑπαγόντων αὐτομάτων [*](263) πραγματευθῆναι, νομίζομεν ἱκανῶς ἀνεστράφθαι ἐν τοῖς προγεγραμμένοις· καὶ γὰρ εὐκόπως καὶ ἀκινδύνως καὶ ξένως παρὰ τὰ πρὸ ἡμῶν ἀναγεγραμμένα κατακεχωρίκαμεν, ὡς ἔστι δῆλον τοῖς πεπειραμένοις τῶν πρότερον ἀναγεγραμμένων. περὶ δὲ τῶν στατῶν αὐτομάτων βουλόμεθα γράφειν καινότερόν τι· καὶ βέλτιον τῶν πρὸ ἡμῶν ἅμα καὶ πρὸς διδασκαλίαν μᾶλλον ἁρμόζον οὐδὲν εὕρομεν τῶν ὑπὸ Φίλωνος τοῦ Βυζαντίου ἀναγεγραμμένων. ἔστι δὲ μῦθος καὶ ἡ διάθεσις τῶν περὶ τὸν Ναύπλιον, ἐν πολλαί τε καὶ ποικίλαι διαθέσεις ὑπάρχουσι καὶ οὐ φαύλως οἰκονομούμεναι πλὴν τῆς μηχανῆς τῆς περὶ τὴν Ἀθηνᾶν· ἐργωδέστερον γάρ πως τὴν κατασκευὴν ἐποιήσατο· δυνατὸν γὰρ ἦν [*](1 τὸ (ante πρὸς) A T: τῶ G 4 inscript. om. M τῶν στατῶν Par. 2431 4—452, 12 ΠΕΡΙ . . . διαλλάσσονται ed. V. Prou Les theatres d'automates en Grece p. 206—248 6 ἀναγεγράφθαι M 8 ξένως: καινῶς Diels. sed cf. Phil. Mech Synt 56, 23 ed. R. Schoeno 8—9 κατακεχωρίκαμεν R. Schoeno in schedis: κατακεχωρήκαμεν a ἔσται δῆλον τοῖς πεπειραμένοις 〈τῶν τε ὑφʼ ἡμῶν καὶ τῶν ὑπὸ〉 τῶν H. Schoene 10 an 〈καὶ〉 περὶ) [*](11 βουλόμεθα A T: βουλώμεθα G: βουλόμενοι Fr. Haase (Ersch u. Gruber Encyklop. s. v. Philo p. 432 adnot. 34) ἐπιγράφειν T: ἔτι γράφειν Prou l. l. p. 128 τι: δὲ Prou p. 128. 207 qui etiam καινότερον cum οὐδὲν iungit 12 μᾶλλον inserunt Susemihl Gesch d. griech Litter. l, 744 adnot 190 et Die)ls [*](14 f. 〈ὁ〉 μῦθος 15 τῶν AG: καὶ T: aut deleri aut in αὐτῷ (Philoni) mutari vult Brinkm. 17 ἐργωδεστέραν Prou)
406
χωρὶς μηχανῆς φανῆναι αὐτὴν ὑπὸ τὸν πίνακα καὶ μετὰ ταῦτα πάλιν ἀφανῆ γενέσθαι· τὸ γὰρ ζῴδιον
408
αὐτῆς δυνατόν ἐστι περὶ τοὺς πόδας ἐν γιγγλύμῳ κινούμενον τὸν μὲν πρῶτον χρόνον κατακεκλιμένον εἶναι, ὥστε μὴ φαίνεσθαι, ἔπειτα δὲ ὥσπερ ὑπὸ σπάρτου τινὸς ἐπισπασαμένης ὀρθὸν φανῆναι καὶ πάλιν ὑπὸ ἑτέρας κατακλιθῆναι. ἔτι δὲ καὶ ὑποσχόμενος πρὸς τούτῳ κεραυνὸν πεσεῖν ἐπὶ τὸ τοῦ Αἴαντος ζῴδιον καὶ βροντῆς ἧχον γενέσθαι οὐ κατεχώρισε· πολλοῖς γὰρ συντάγμασι περιτυχόντες οὐχ εὕρομεν τοῦτο ἀναγεγραμμένον. καὶ ἴσως δόξει τις ἡμᾶς κατατρέχοντας τοῦ Φίλωνος διαβάλλειν αὐτὸν ὡς μὴ δεδυνημένον τὴν ὑπόσχεσιν ἀπαρτίσαι· ἀλλʼ οὐχ οὕτως ἔχει. πολλῶν δὲ οὐσῶν τῶν ἐν τῇ διαθέσει ὑποσχέσεων, ἴσως ἔλαθεν αὐτὸν ἀναγράφοντα αὕτη. δυνατὸν γάρ ἐστιν ἀγγεῖόν τι ἐν αὑτῷ σφαιρία ἔχον μολιβᾶ καὶ ἔχον τετρυπημένον τὸν πυθμένα ἀποσχάζεσθαι κατὰ τὸν δέοντα καιρόν, τὰ δὲ σφαιρία ἐμπίπτοντα διφθέρᾳ ἐξηπλωμένῃ, ξηρᾷ καὶ πυκνῇ τὸν ἦχον τῆς βροντῆς ἀποδιδόναι· καὶ γὰρ ἐν τοῖς θεάτροις ὅταν δέῃ τὸν ὅμοιον ἦχον γενέσθαι, ἀγγεῖα ἀποσχάζονται βάρη ἔχοντα, ἵνα φερόμενα ἐπὶ διφθέρας, ὡς εἴρηται, ξηρᾶς καὶ περιτεταμένης τῆς βύρσης καθάπερ ἐν τυμπάνοις τὸν ἦχον ἀποτελῇ. περὶ δὲ τῶν λοιπῶν τῶν ἐν τῇ διαθέσει τοῦ Ναυπλίου κατὰ μέρος γινομένων εὐαρεστούμεθα ὡς ἐν τάξει καὶ εὐμεθόδως
[*](1 πόδας G: πόδους T: πόθους ex πόδας corr. A 3 ὥσπερ suspectum, nisi quid intercidit 7 κατεχώρησε a: corr. Prou) [*](9 καὶ ἴσως Fr. Haase in schedis Schoenianis: καθὼς a: κακῶς Prou: an καθὼς 〈. . . ,〉? δόξει a: λέξει Prou 9—10 κατατρέοντες T 13 αὕτη H. et R. Schoenii: αὐτὴν a 14 αὐτῷ R. Schoeno Jahrb. d. Deutsch. Archaol. Inst. V. 1890, p. 75 et Prou: αὐτῷ a 19—20 ἀποσχάζεται R. Schoene l. l. p. 75 et Prou (secundum Paris 2430?) 21 ἐπιτεταμένης M1 τῆς βύρσης seclusit R. Schoeno ibid.) 410
ὑπʼ αὐτοῦ ἀναγεγραμμένων. διὸ δὴ οὐ παρῃτησάμεθα τὰ ὑπʼ αὐτοῦ περὶ ὧν εἴπομεν γεγραμμένα· οὕτως γὰρ νομίζομεν τοὺς ἐντυγχάνοντας τῆς μεγίστης ὠφελείας τυγχάνειν, ὅταν τὰ μὲν καλῶς ὑπὸ τῶν ἀρχαίων εἰρημένα παρατιθῆται αὐτοῖς, τὰ δὲ παραθεωρηθέντα ἢ
[*](264) διορθώσεως τυχόντα καταχωρί|ζηται.