Pneumatica

Hero of Alexandria

Hero of Alexandria, Pneumatica, Schmidt, Teubner, 1899

[*](197)

Ἐκ διαλειμμάτων φωναὶ γίνονται ὀρνιθαρίων οὕτως.

Ἀγγεῖον ἔσται στεγνόν, δι᾿ οὗ χώνη διεῖται, ἧς ὁ καυλὸς ἀπέχει ἀπὸ τοῦ πυθμένος ὅσον ὕδατι διάρρυσιν. ὑπέρκειται δὲ τῆς χώνης ἀγγεῖον κοῖλον ἐν κνώδαξι στρεφόμενον τὰ βάρη εἰς τὸ ἄνω μέρος ἔχον, εἰς ὅ [*](στήσονται τὰ ζῴδια. ἔστω δὲ καὶ ἡ τοῦ βωμοῦ ὕλη διαφανής, ἢ ἐξ ὑέλου δηλαδὴ ἢ κεράτινος, πρὸς τὸ δι᾿ αὐτῆς φαίνεσθαι τὰ χορεύοντα ζῴδια. τούτων οὕτως κατεσκευασμένων ἐὰν ἀνάψωμεν ἐπὶ τοῦ ἐπιπύρου πῦρ, θερμαινόμενος ὁ ἐν τῷ σωλῆνι ἀὴρ χωρήσει καὶ διὰ τῶν ἀνακεκαλυμμένων σωλήων καὶ στρέψει αὐτόν, ἅμα δὲ καὶ τὸν κύκλον, ἐφ᾿ οὗ τὰ ζῴδια βέβηκε, καὶ δόξει ταῦτα χορεύειν.) [*](a 216, 6 — 218, 1 Ἐκ διαλειμμάτων . . . ἐπίρρυτον ὕδωρ ═ b 216, 19—218, 19 Ἐκ διαλειμμάτων φωναὶ ὀρνιθαρίων γίνονται οὕτως.) [*](Ἀγγεῖον ἔστω στεγνόν, δι᾿ οὗ χώνη καθεῖται, ἧς ὁ καυλὸς ἀπεχέτω ἀπὸ τοῦ πυθμένος, ὅσον ὕδατι διάρρυσιν εἶναι. ὑπερκείσθω δὲ τῆς χώνης ἀγγεῖον κοῖλον ἐν κνώδαξι) [*](2—3 〈σωληναρίων〉 inserui. cf. lin. 16, v. etiam II 11 p. 232, 1 7 ἔσται a: f. ἔστω χώνη G2 T: χῶνος AG1) [*](ὁ G2 T: om. AG1 8 ἀπέχει AG: ἀπέχων T 10 τὰ βάρη T: τὰ βάρυ AG: f. τὸ βαρὺ ἄνω a: κάτω Burneianus 81 in margine, quod Woodcroftio et Rochasio iniuria probatur) [*](12 aut ex yitro aut utique ex coniu L 13 f. τούτων 〈οὖν〉 οὕτως om. L 15 ἀνακεκαλυμμένων (-υμεν- P) b: coopertos L (═ συγκεκαλυμμένων): f. ἀνακεκαμμένων 21 δι᾿ οὖ . . . καθεῖται b: cui effusorium insideat L)

218
φέρεται ἀεὶ ἐπίρρυτον ὕδωρ. συμβαίνει οὖν κενοῦ ὄντος τοῦ ἐκνωδακισμένου ἀγγείου ὀρθὸν αὐτὸ διαμένειν· [*](198) βαρύλλιον γὰρ ἔχει | προσκείμενον τῷ πυθμένι. πληρωθέντος δὲ καταστρέφεται τὸ ὕδωρ εἰς τὸ στεγνὸν ἀγγεῖον. ὁ δὲ ἐν τούτῳ ἀὴρ ἐκθλιβόμενος διά τινος συριγγίου τὸν ἦχον ἀποτελεῖ. κενοῦται δὲ τὸ ἀγγεῖον διά τινος καμπύλου σίφωνος. ἐν ὅσῳ δὲ ἡ κένωσις γίνεται, πάλιν τὸ ἐκνωδακισμένον ἀγγεῖον πληρωθὲν καταστρέφεται. δεήσει δὲ τὴν ἐπίρρυσιν μὴ κατὰ μέσον φέρεσθαι τοῦ ἐκνωδακισμένου, ὥστε πληρωθὲν ταχέως καταστρέφεσθαι.

Καὶ ἄλλως δὲ ἐκ διαλειμμάτων ἦχοι γίνονται τόνδε τὸν τρόπον.

Ἀγγεῖόν ἐστι πλείονα ἔχον διαφράγματα πλάγια· ἐν δὲ ταῖς χώραις διαβῆταί εἰσι φέροντες εἰς τὰς ὑποκειμένας χώρας ἄνισοι ταῖς ἐπιρρύσεσιν· ἐν δὲ τῷ [*](στρεφόμενον τὰ βάρη εἰς τὸ ἄνω μέρος ἔχον, εἰς ὃ φέρεται ἀεὶ ὕδωρ ἐπίρρυτον.) [*](a 218, 15 —220, 21 Ἀγγεῖον . . . ἀποτελεῖ ═ b 218, 21— 220, 28: Ἀγγεῖον ἔστω πλείονα ἔχον διαφράγματα πλάγια, ἐν δὲ ταῖς χώραις διαβῆται φέροντες εἰς τὰς ὑποκειμένας χώρας, ἤγουν ἀπὸ μὲν τῆς πρώτης εἰς τὴν δευτέραν, ἀπὸ δὲ τῆς δευτέρας εἰς τὴν τρίτην καὶ ἀπὸ τῆς τρίτης εἰς τὴν τετάρτην) [*](3 βαρύλλιον AG 2  b: βαρύδιον T 1: βαρίδιον Amg. G 1 T2) [*](προσκείμενον AG b L: προκείμενον T 8 ἑκνωδάκιον A1, corr. A 2 11 καταστρέφεσθαι bL: καταφέρεσθαι a 15 f. ἔστω) [*](πλέονα T 17 sqq. de recensione a v. prolegom. adnot. ad fig. 49) [*](2 κεκνωδακισμένου B 3 γὰρ BCL: δὲ, sed γὰρ Supra scr. P 6 ἀποτελεῖν B 13 δὲ om. B)

220
ὑποκάτωἀγγείῳ πρόσκειται τὸ συρίγγιον τὸ καὶ τὸν ἦχον ποιοῦν· εἰς δὲ τὸ ἄνω ἀγγεῖον φέρεται ἡ ῥύσις. καὶ συμβαίνει πληρωθέντος τοῦ ἄνω ἀγγείου μεταχωρεῖν διὰ τοῦ ἐν αὐτῷ διαβήτου εἰς τὸ ὑποκείμενον, ἄχρις ἂν ἐπὶ τὸ τελευταῖον παραγένηται τὸ ὑγρὸν στεγνοῦ αὐτοῦ ὄντος· ὁ δʼ ἐν τούτῳ ἀὴρ ἐκθλιβόμενος διὰ τοῦ συριγγίου τὸν ἦχον ἀποτελεῖ.

[*](καὶ καθεξῆς, ἄνισοι δὲ ταῖς ἐπιρρύσεσιν. ἐν ἑκάστῳ δὲ διαφράγματι πρόσκειται τὸ συρίγγιον τὸ καὶ τὸν ἦχον ποιοῦν. φερομένη οὖν ἡ ῥύσις πρῶτον ἐν τῷ ἄνω ἀγγείῳ καὶ τοῦτο πληροῦσα χωρεῖν ποιεῖ τὸν ἀέρα διὰ τοῦ ἐν αὐτῇ συριγγίου καὶ οὕτως ἠχεῖν. εἶτα πάλιν διὰ τοῦ ἐν αὐτῇ διαβήτου χωροῦν τὸ ὑγρὸν εἰς τὴν κατωτέρω χώραν ποιεῖ τὸ ἐν αὐτῇ συρίγγιον ἠχεῖν καὶ ἐπὶ τῶν λοιπῶν χωρῶν ὁμοίως.)[*](19 στεγνοῦ AG: στενοῦ T αὐτοῦ codd.: f. τοῦ ὅλου ἀγ et f. στεγνοῦ τοῦ ὅλου ἀγγείου ὄντος post ἀποτελεῖ (20) transpon. τούτῳ: f. ἑκάστῳ 〈ἀγγείῳ〉, nisi forte στεγνοῦ . . . ἀποτελεῖ interpolata sunt. cf. p. 218, 4—6)[*](24. 25 αὐτῇ b: f. αὐτῷ 26 κατωτέρω BC: κατωτέραν P)
222

Καὶ σφαῖραι δὲ ὀχοῦνται ἐπʼ ἀέρος οὕτως.

Lέβης ὕδωρ ἔχων ὑποκαίεται ἐπιπεφραγμένος τὸ στόμα· ἀπὸ δὲ τοῦ ἐπιφράγματος ἀνατείνεται σωλήν, οὗ ἐκ τοῦ ἄκρου ἡμισφαίριον κοῖλον συντέτρηται. ἐὰν οὖν κοῦφον σφαιρίον ἐμβάλωμεν εἰς τὸ ἡμισφαίριον, συμβήσεται τὴν ἐκ τοῦ λέβητος ἀτμίδα διὰ τοῦ σωλῆνος φερομένην ἀνακουφίζειν τὸ σφαιρίον εἰς τὸν ἀέρα, ὥστε ἐποχεῖσθαι.

[*](199)

Γίνεται δὲ καὶ σφαῖρα διαφανὴς ἔχουσα ἐντὸς ἑαυτῆς ἀέρα καὶ ὑγρὸν καὶ ἐντὸς αὑτῆς ἐν μέσῳ σφαιρίον εἰς ὑπόδειγμα τοῦ κόσμου.

Γίνεται γὰρ δύο ἡμισφαίρια ὑάλινα· τὸ δὲ ἓν αὐτῶν ἐπιφράσσεται λεπίδι χαλκῇ τρύπημα ἐχούσῃ ἐν μέσῳ στρογγύλον· τούτῳ δὲ σφαιρίον γίνεται ἔλαττον κοῦφον, καὶ ἐμβάλλεται τὸ σφαιρίον εἰς ὕδωρ ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ. εἶτα προστίθεται τούτῳ τὸ διαπεφραγμένον ἡμισφαίριον, καὶ ποσοῦ ὑγροῦ ἐξαιρεθέντος ἐκ τοῦ ὕδατος καθέξει τὸ σφαιρίον ὁ ἐν μέσῳ τόπος. προστεθέντος οὖν τοῦ ἑτέρου ἡμισφαιρίου ἀποτελεῖται τὸ προκείμενον.

[*](4 στόμα AG: στόμιον T 8 εἰς τὸν ἀέρα om. Τ 1, add. Τ 2 9 ὑποχεῖσθαι T 10 caput distinguunt G T: non dist A(?)bL: interpolatum existimat Rochas p. 156 adnot. 12 αὐτῆς scripsi: αὐτῆς a 16 δὲ 〈ἁρμοστὸν〉 18 προτίθεται G 20 ὕδα- τος: f. ἡμισφαιρίου τῷ μέσῳ A 2 Τ 22 ἀποτελεῖται b L: ἀποτελεῖ a)[*](2 καὶ . . . οὕτως a: καὶ σφαῖραι δὲ ὀρχοῦνται διὰ κατα- σκευῆς τοιαύτης b 8 εἰς τὸν ἀέρα om. bL 9 ἐποχεῖσθαι:)
224
[*](200)

Ἡ καλουμένη λιβὰς στάξει, ἡλίου ἐπιβαλόντος αὐτῇ.

Ἔστω βάσις στεγνὴ ἡ ΑΒΓ∠, διʼ ἧς χώνη διώσθω, ἧς ὁ καυλὸς ἀπεχέτω ἀπὸ τοῦ πυθμένος βραχὺ λίαν. ἔστω δὲ καὶ σφαιρίον τὸ ΕΖ, ἀφʼ οὖ σωλὴν φερέτω εἰς τὴν βάσιν ἀπέχων ἀπὸ τοῦ πυθμένος τοῦ ἀγγείου καὶ τοῦ τεύχους τοῦ σφαιρίου βραχύ. καμπύλος δὲ σίφων ἐναρμοσθεὶς εἰς τὸ σφαιρίον φερέτω εἰς τὴν χώνην, καὶ ἐμβεβλήσθω εἰς τὸ σφαιρίον ὕδωρ. ὅταν οὖν ὁ ἥλιος ἐπιβάλῃ τῷ σφαιρίῳ, θερμανθεὶς ὁ ἐν αὐτῷ ἀὴρ ἐκθλίψει τὸ ὑγρόν, ὃ δὴ διὰ τοῦ Η σίφωνος ἔξω ἐνεχθήσεται καὶ διὰ τῆς χώνης εἰς τὴν βάσιν χωρήσει. ὅταν δὲ ἐπισκιασθῇ, ἐκχωρήσαντος τοῦ ἀέρος διὰ τοῦ σφαιρίου ὁ σωλὴν ἀναλήψεται τὸ ὑγρὸν καὶ ἀναπληρώσει τὸν κενωθέντα τόπον· καὶ τοῦτο ἔσται, ὁσάκις ἂν ὁ ἥλιος ἐπιβάλῃ.

Θύρσον εἰς ὕδωρ χαλάσαντα ἦχον ἀποτελέσαι ἤτοι σύριγγος ἢ ὀρνέου τινός.

Ἔστω θύρσος ὁ ΑΒΓ∠ τρῆμα ἔχων κατὰ τὴν τοῦ κορύμβου κορυφὴν τὸ ∠· κοῖλος δὲ ἔστω ὁ κόρυμβος [*](2 ἐπιβαλόντος ABCG: ἐπιβάλλοντος PT 7 καὶ Ab: om G T) [*](9 f. ὕδωρ 〈διά τινος τρυπήματος, ὅ μετὰ τὴν ἔγχυσιν πάλιν ἀπεστεγνώσθω〉. cf. p 228, 3—4 12 ἔξω ἐνεχθήσεται AG 1 ἐξενεχθήσεται G 2 TbL 18 Θύρσον κατασκευάσαι, ὥστε χαλα σθέντα εἰς ὕδωρ ἦχον ἀποτελέσαι κτε Vindob. 120 21 ὁ om. T) [*](3 αβγ b 5 φερέσθω b 6 ἀπὸ om. b 10 ἐπιβάλῃ BC: ἐπιβάλλῃ P, ut lin. 16 13 τοῦ ἀέρος om. bL 14 ὁ σωλὴν: spherula L 18 χαλάσαντα: descendentem L)

226
καθάπερ στρόβιλος καὶ τὸν καυλὸν ἐχέτω διαπεφραγμένον μικρὸν ὑπὸ τὸ στόμα τῷ ΑΕ διαφράγματι· τούτῳ δὲ προσκείσθω συρίγγιον τὸ Ζ ὑπὸ τὸ στόμα κείμενον τοῦ σωλῆνος καὶ συντετρημένον τῷ διαφράγματι. ὅταν οὖν ἐμβαλόντες τὸ θυρσίον εἰς ὕδωρ θλίβωμεν εἰς τὸ κάτω, ὁ ἐν αὐτῷ ἀὴρ ἐκθλιβόμενος ἐκ τοῦ ὕδατος ἦχον ἀποτελέσει. καὶ ἐὰν μὲν ψιλὸν τὸ συρίγγιον, συρίσει μόνον· ἐὰν δὲ ἔχῃ καὶ ποσὸν ὑδάτιον ὑπὲρ τὸ διάφραγμα, καχλάζων ἔσται ἦχος.

[*](201)

Ζῳδίου ἐπὶ βάσεως ὄντος καὶ ἔχοντος ἐν τῷ στόματι σάλπιγγα, ἐὰν ἐμφυσήσωμεν, σαλπίσει.

Ἔστω βάσις στεγνὴ ἡ ΑΒΓ∠, ἐφʼ ἧς ἐφεστάτω ζῴδιον· ἐντὸς δὲ τῆς βάσεως ἡμισφαίριον ἔστω κοῖλον ἐπιπεφραγμένον τὸ ΕΖΗ ἔχον παρὰ τὸν πυθμένα τρυπημάτια· ἐκ δὲ τοῦ ἡμισφαιρίου ἀνατεινέτω σωλὴν [*](a 5—9 ὅταν οὖν . . . ἦχος ═ b 17—22: ἐὰν οὖν ἐμβαλόντες τὸ θυρσίον εἰς τὸ ὕδωρ θλίψωμεν εἰς τὸ κάτω, ὁ ἐν αὐτῷ ἀὴρ ἐκθλιβόμενος ὑπὸ τοῦ ὕδατος ἦχον ἀποτελέσει. καὶ ἐὰν μὲν ψιλὸν τὸ συρίγγιον, συρίσει μόνον· ἐὰν δὲ καὶ ὑδάτιόν τι ἐπάνω τοῦ διαφράγματος, καχλάζων ἔσται ὁ ἦχος.) [*](2 τὸ om. T 1 2—3 τῷ ΑΕ . . . στόμα om. Α 1, add. A 2 mg. (iterato κείμενον) 9 ὑπὲρ A 2: ὑπὸ A 2 G T ὁ ἠχος Vind. 120) [*](15 παρὰ A (═ π quod scripturae compendium saepe a libra- riis falso legitur), T 1: περὶ G T 2 bL) [*](1 καθάπερ στρόβιλος: ad coni simlitudinem L 3—5 τού- τῳ . . . διαφράγματι om. CP 16 ἀνατεινέσθω BL 21 τι om. P)

228
ὁ ΘΖ εἰς τὸ ζῴδιον φέρων ἐπὶ τὴν σάλπιγγα· ἐχέτω δὲ καὶ γλωσσίδα ἡ σάλπιγξ. κεχύσθω δὲ εἰς τὴν βάσιν ὑγρὸν διά τινος ὀπῆς, μετὰ τὴν ἔγχυσιν πάλιν ἀπεστεγνώσθω σμηρίσματί τινι. ὅταν οὖν ἐμφυσῶ [*](202) μεν εἰς τὸν κώδωνα τῆς σάλπιγγος, ὁ ἐξ ἡμῶν ἀὴρ ἐκθλίψει τὸ ἐν τῷ ἡμισφαιρίῳ ὕδωρ διὰ τῶν τρυπημάτων, ὃ προσαναβήσεται εἰς τὴν βάσιν μετεωριζόμενον· ὅταν δὲ ἀποσπάσωμεν, πάλιν εἰσελεύσεται εἰς τὸ ἡμισφαίριον καὶ ἐκθλίψει τὸν ἀέρα. οὗτος δὲ διὰ τῆς γλωσσίδος ἐξερχόμενος τὸν τῆς σάλπιγγος ἦχον ἀποτελέσει.

Λέβητος ὑποκαιομένου σφαιρίον πρὸς κνώδακα κινεῖσθαι.

Ἔστω λέβης ὑποκαιόμενος ἔχων ὕδωρ ὁ ΑΒ καὶ ἐπιπεφράχθω τὸ στόμιον τῷ Γ∠ πώματι· τούτῳ δὲ συντετρήσθω σωλὴν ἐπικαμπὴς ὁ ΕΖΗ, οὗ τὸ ἄκρον [*](a 2—11 κεχύσθω δὲ . . . ἀποτελέσει ═ b 18—26: καὶ κεχύσθω εἰς τὴν βάσιν ὑγρὸν διά τινος ὀπῆς, ἣ μετὰ τὴν ἔγχυσιν πάλιν ἐστεγνώσθω σμηρίσματί τινι. ἐὰν οὖν ἐμφυσήσωμεν εἰς τὸν κώδωνα τῆς σάλπιγγος, ὁ ἐξ ἡμῶν ἀὴρ ἐκθλίψει τὸ ἐν τῷ ἡμισφαιρίῳ ὕδωρ διὰ τῶν τρυπημάτων, ὃ προσαναβήσεται εἰς τὴν βάσιν μετεωριζόμενον. ὅταν δὲ παύσωμεν ἐμφυσῶντες, πάλιν ἐπαναστρέψει εἰς τὸ ἡμισφαίριον καὶ ἐκθλίψει τὸν ἀέρα. οὗτος δὲ διὰ τῆς γλωσσίδος ἐξερχόμενος τὸν τῆς σάλπιγγος ἦχον ἀποτελέσει.) [*](2 γλωσσίδα BM: γλωσσίδια aCP: lingulam L 7 μετά- βασιν G 2 μετεωριζόμενον G 2 Τ 1: μηξωριζόμενον AG 1 Τ 2) [*](13 πρὸς: f. περὶ. cf. 204, 12 15 ἔχων Tb: ἔχον AG) [*](17 ἐπικαμπὴς (-ῆς AG) a: ἐπικαμπτὸς b τὸ ἄκρον τὸ η bL) [*](22 τῶν CP: τινων BL 24 de παύω intrans. usurp. v. lex.)

230
εἰς κοῖλον σφαιρίον ἐνηρμόσθω τὸ ΘΚ τῷ δὲ ἄκρῳ τῷ Η κατὰ διάμετρον ἔστω κνώδαξ ὁ ΛΜ βεβηκὼς ἐπὶ τοῦ Γ∠ πώματος. ἡ δὲ σφαῖρα ἐχέτω δύο σωληνάρια ἐπικαμπῆ κατὰ διάμετρον συντετρημένα αὐτῇ καὶ ἐπικεκαμμένα ἐναλλάξ. αἱ δὲ καμπαὶ ἔστωσαν πρὸς ὀρθὰς ἐπινοούμεναι καὶ διὰ τῶν Η, Λ εὐθειῶν. συμβήσεται οὖν θερμαινομένου τοῦ λέβητος τὴν ἀτμίδα διὰ τοῦ ΕΖΗ εἰς τὴν σφαῖραν ἐμπίπτουσαν ἐκπίπτειν διὰ τῶν [*](1—2 ἄκρῳ τῷ BCG 2 Τ 1: ἄκρον τὸ AG 1 P 19 καὶ G 2 T: om. AG 1 20 an ΗΖ, ΜΛ? 23—24 τοῦ εζη σωλῆνος Par. 2512, Voss. 19) [*](1 σφαιρίον om. P 2 τῷ Η: τὸ θ P 18—21 ἐπινοούμεναι . . . εὐθειῶν om. b L)
232
ἀνακεκαμμένων σωληναρίων εἰς τὸ πῶμα καὶ στρέφειν τὴν σφαῖραν, καθάπερ ἐπὶ τῶν χορευόντων ζῳδίων.

Κρατῆρος ὄντος ἐπί τινος βάσεως καὶ κρουνὸν ἔχοντος ἀνεῳγότα μεταξὺ τοῦ ῥέειν παύσασθαι μὴ ὄντος ἁρμοστοῦ πώματος τοῦ κλείοντος τὸν κρουνόν.

Ἔστω κρατὴρ ὁ ΑΒ ἐπὶ βάσεως τῆς Γ. διὰ δὲ τοῦ πυθμένος τοῦ ἀγγείου καὶ τῆς βάσεως σωλὴν διώσθω ὁ ∠ΕΖ εἰς κρουνὸν ἀποδεδομένος. ἐπὶ δὲ τοῦ ὠτίου τοῦ κρατῆρος κανόνιον ἐφεστάτω τὸ ΗΘ πεπηγός, πρὸς ὅ κηλωνευέσθω ἕτερον τὸ Κ Λ περὶ περόνην τὴν Θ· ἐκ δὲ τοῦ Κ ἄκρου κανόνιον καθείσθω [*](203) ἕτερον τὸ Κ Μ περὶ μὲν τὸ Κ περόνῃ | κινούμενον· πρὸς δὲ τῷ Μ πυξίδα ἐχέτω τὴν ΝΞ βάρος ἔχουσαν καὶ δυναμένην περιβαίνειν περὶ τὸν ∠Ε Ζ σωλῆνα. ὅταν οὖν πλήρους ὄντος τοῦ κρατῆρος πιέσωμεν τὸ ἄκρον τοῦ κανόνος εἰς τὸ κάτω μέρος, ἀνενεχθήσεται ἡ ΝΞ πυξίς· ταύτης δὲ ἐπαρθείσης τὸ ἐν τῷ κρατῆρι ὕδωρ διὰ τοῦ ∠ΕΖ σωλῆνος ἔξω ἐνεχθήσεται· [*](1 σωληναρίων inserui ex bL στρέφειν σωληναρίων Μ 2) [*](2 τὴν Vindob 120, b: εἰς τὴν a σφαῖραν AG T 2, b: χώ- ραν T, ἐπὶ AG: καὶ ἐπὶ T ζωδίων AG 1 (ζοδ- G 1) T 2 ζωδαρίων G 2 T 1 12 καθείσθω Tb: καθίσθω AG 13 μὲν om T 1, add. T2 περόνη Tb: περόνην AG 14 τῶ BCT: τ AGP πυξίδα Tb. πυξίδια AG 18 νξ G 2 Tb: μξ AG 1 (μ ex ν corr. A)) [*](1 εἰς τὸ πῶμα om bL 2 καθάπερ . . . ζῳδίων om bL) [*](10 τοῦ κρατῆρος om bL 10—11 ἐφεστάτω πεπηγὸς τὸ ηθ tr. BC 11 πεπηγός om. P 14 ἐχέτω a: habeat L: ἔχον b) [*](19 διὰ . . . σωλῆνος om. L ἔξω ἐνεχθήσεται APL: ἐξ- ενεχθήσεται BC)

234
ἐὰν δὲ ἀφῶμεν τὸ Λ ἄκρον, καταχθήσεται ἡ πυξὶς καὶ περικείσεται τῷ ∠ΕΖ σωλῆνι, καὶ ὁ ἐν αὐτῇ ἀὴρ μὴ ἔχων διέξοδον διαστέλλει τὸ περὶ τὸν ∠ΕΖ σωλῆνα ὑγρόν, ὥστε μηκέτι φέρεσθαι διὰ τοῦ ∠ στομίου. ὅταν δὲ πάλιν πιέσωμεν εἰς τὸ κάτω μέρος τὸ Λ ἄκρον, ῥεύσει ὁ κρουνός.

Ῥυτοῦ κατασκευή, ὥστε ἐπικειμένου ὑελίνου ἐπιθέματος καὶ ἐκρέοντος τοῦ ῥυτοῦ προσαναβαίνειν τῷ [*](204) ὑαλίνῳ καὶ ἀναβάλλεσθαι τὸ ὑγρόν.

Ἔστω ῥυτὸν τὸ ΑΒΓ ἐπιπεφραγμένον τῷ ∠Ε ἐπιφράγματι· ἐκ δὲ τοῦ ∠Ε δύο σωλῆνες φερέτωσαν οἱ ΖΗ, ΘΚ, ὧν ὁ μὲν ΖΗ εἰς τὸ ἐκτός, ὁ δὲ ΘΚ εἰς τὸ ἐντός. τούτους δὲ περιλαμβανέτω ὑέλινον ἐπίθεμα [*](a 1—6 ἐὰν δὲ ἀφῶμεν . . . ὁ κρουνός ═ b 16—19: 15 ἐὰν δὲ ἀφῶμεν τὸ Λ ἄκρον, καταχθήσεται ἡ πυξὶς καὶ περικείσεται τῷ ∠ΕΖ σωλῆνι καὶ ἐμφράξει αὐτόν, ὥστε μηκέτι ῥεῖν. ὅταν δὲ πάλιν πιέσωμεν τὸ Λ ἄκρον εἰς τὸ κάτω μέρος, ῥεύσει ὁ κρουνός.) [*](a 234, 11—236, 14 Ἔστω ῥυτὸν . . . τὸ ═ b 234, 21—236, 32: Ἔστω ῥυτὸν τὸ ΑΒΓ ἐπιπεφραγμένον τῷ ∠Ε ἐπίφράγματι· ἐκ δὲ τοῦ ∠Ε δύο σωλῆνες φερέτωσαν οἱ ΖΗ, ΘΚ, ὧν ὁ μὲν ΖΗ εἰς τὸ ἐκτὸς τοῦ πυθμένος τοῦ ῥυτοῦ, ὁ δὲ ΘΚ εἰς τὸ ἐντός. τούτους δὲ περιλαμβανέτω) [*](1 καταχθήσεται AG Τ2: κατενεχθήσεται Τ1 3 διαστέλλει AG Τ2: διασταίη Τ1: f. διαστελεῖ 9 ῥυτοῦ ab: ὑγροῦ Vind. 120) [*](10 f. ὑαλίνῳ 〈ἐπιθέματι〉 ὑγρὸν AG b: ὕδωρ T 11 ἐκ- πεφραγμένον T 12 δε ἐπιφράγματος Voss. 19 δύο om. 1 add. Τ2 φερέσθωσαν T1, corr. Τ2 13 οἱ T: ἡ AG 14 τὸ om. T f ἐντὸς 〈φερέτω〉 τούτους AG Τ2: τούτω T 1) [*](10 ὑελίνῳ b, Vind. 120 18 ῥεῖν BC: ῥεύσει P, υσει e corr. 24 f. ἐντὸς 〈φερέτω〉, deferatur L)

236
τὸ ΜΝ. ἔστω δὲ τῷ ἐπιφράγματι ἐκ τοῦ ὑελίνου διαύγιον τὸ Ξ, διʼ οὗ ὕδωρ ἐγχυθήσεται. πληρωθέντος οὖν τοῦ ῥυτοῦ διὰ τοῦ εἰρημένου διαυγίου, συμπληρωθήσεται καὶ ὁ ΘΚ σωλήν· καὶ ἐγχυνομένου τοῦ ὑγροῦ, προσαναβήσεται εἰς τὸ ὑέλινον,  ὥστε διὰ  ΖΗ σωλῆνος εἰς τὸ ἐχτὸς ἐνεχθήσεται· καὶ ἔσται σίφωνος καμπύλου τάξις, οὗ τὸ μὲν ἔλασσον σκέλος τὸ ΘΚ, τὸ δὲ μεῖζον τὸ ΖΗ. διὸ δὴ ἐπισπάσεται τὸ ἐν τῷ ῥυτῷ ὑγρὸν προσαναβαῖνον εἰς τὸ ὑέλινον ἐπίθεμα. πρότερον δὲ τὸν ἐν αὐτῷ ἀέρα ἐπισπάσεται διὰ τὸ κουφότερον εἶναι τοῦ ὑγροῦ. εἰς δὲ τὸν κενούμενον τοῦ ἀέρος τόπον τὸ ὑγρὸν ἀναβαλλόμενον φανήσεται καὶ τῷ ἰδίῳ βάρει καταφερόμενον· παρὰ φύσιν γὰρ αὐτῷ ἡ φορὰ εἰς τὸ ἄνω μέρος γίνεται.

[*](ὑέλινον ἐπίθεμα τὸ ΜΝ ἀκριβῶς ἡρμοσμένον καὶ ἐστεγνωμένον τῷ ῥυτῷ. διὰ δὲ τοῦ ὑελίνου ἐπιθέματος καὶ τοῦ ἐπιφράγματος καθείσθω σωλὴν ὁ ΞΟ, διʼ οὗ τὸ ὕδωρ ἐγχυθήσεται. πληρωθέντος οὖν τοῦ ῥυτοῦ διὰ τοῦ τοιούτου σωλῆνος, συμπληρωθήσεται καὶ ὁ ΘΚ σωλήν, καὶ προσαναβήσεται διʼ αὐτοῦ εἰς τὸ ὑέλινον ἐπίθεμα, ὥστε καὶ διὰ τοῦ Ζ Η σωλῆνος εἰς τὸ ἐκτὸς ἐκχυθήσεται καὶ ἔσται σίφωνος καμπύλου τάξις, οὗ τὸ μὲν ἔλασσον σκέλος ἔσται τὸ ΘΚ, τὸ δὲ μεῖζον τὸ ΖΗ.)
238

Ἔστι δὲ καὶ ἄλλο κατασκεύασμα, ἐν ᾧ ὑγρὸν ἀναφέρεται ἡρέμα καὶ μένει, ὥστε ἀεὶ προσαναβαῖνον ὁρᾶσθαι.

Ἔστω τις βάσις ἡ ΑΒ στεγνὴ πάντοθεν διάφραγμα ἔχουσα τὸ Γ∠, ὑέλινον δὲ ἐπίθεμα κυλινδρικὸν τὸ ΕΖ καὶ αὐτὸ στεγνὸν πάντοθεν· ἐν δὲ τῷ ΕΖ ἐπιθέματι σωλὴν ἔστω ὁ ΗΘ ἀπέχων ἀπὸ τῆς στέγης αὐτοῦ βραχύ, συντετρημένος δὲ τῷ Γ∠ διαφράγματι. ἕτερος δὲ σωλὴν ὁ Κ Λ συντετρήσθω μὲν τῷ ἐπιφράγματι τῆς βάσεως, ἀπεχέτω δὲ ἀπὸ τοῦ διαφράγματος βραχύ. ἔστω δὲ καὶ τῇ βάσει ἐκτὸς τοῦ ὑελίνου ἐπιθέματος ὀπὴ ἡ Μ, διʼ ἧς πληρωθήτω τὸ Α ∠ ἀγγεῖον. ἐχέτω δὲ καὶ ἡ ΑΒ βάσις κρουνὸν παῤ αὐτὸν τὸν πυθμένα, [*](a 238, 5—242, 7 Ἔστω τις βάσις . . . διὰ τῆς Μ ὀπῆς ═ b 238, 20—242, 27: Ἔστω τις βάσις ἡ ΑΒ στεγνὴ πάντοθεν διάφραγμα ἔχουσα τὸ Γ∠· ὑέλινον δὲ ἐπίθεμα ἔστω κυλινδρικὸν ἐπʼ αὐτῆς συνεστεγνωμένον αὐτῇ ἀσφαλῶς τὸ ΕΖ. ἐν δὲ τῷ EΖ ἐπιθέματι σωλὴν ἔστω ὁ ΗΘ ἀπέχων ἀπὸ τῆς στέγης αὐτοῦ βραχύ, συντετρημένος 〈δὲ〉 τῷ Γ∠ διαφράγματι. ἕτερος δὲ σωλὴν ὁ Κ Λ συντετρήσθω μὲν τῇ στέγῃ τῆς βάσεως, ἀπεχέτω δὲ ἀπὸ τοῦ διαφράγματος βραχύ. ἔστω δὲ καὶ τῇ βάσει ἐκτὸς τοῦ ὑελίνου ἐπιθέματος ὀπὴ ἡ Μ, διʼ ἧς πληρωθήσεται τὸ Α∠ ἀγγεῖον. ἐχέτω δὲ καὶ ἡ) [*](2 καὶ om. T 1, add T 2 7 τῷ A2G T: τὸ A 1 7—8 ἐπι- θέματι A2 G T1 : ἐπίθεμα A1 T 2 12 ἀπεχέτω T: ἀπέχων AG) [*](16 αδ G2 T: αβ AG 1)

240
[*](205) τὸν Ν. ἔστω δὲ καὶ | ἕτερος σωλὴν ὁ ΞΟ συντετρημένος μὲν τῷ διαφράγματι, ἀπέχων δὲ ἀπὸ τῆς βάσεως βραχύ, διʼ οὗ πληρωθήσεται τὸ ΓΒ ἀγγεῖον. καταληφθέντος οὖν τοῦ Ν κρουνοῦ, ὁ ἐν τῷ ΓΒ ἀὴρ ἐκχωρήσει διὰ τοῦ ΗΘ καὶ τοῦ Κ Λ καὶ τῆς Μ ὀπῆς εἰς τὸ ἐκτός. ὅταν οὖν πληρωθῇ τὸ Γ Β ἀγγεῖον, πληρώσωμεν καὶ τὸ Α∠ διὰ τῆς Μ ὀπῆς· ὁ γὰρ ἐν αὐτῷ ἀὴρ διὰ τῆς ὀπῆς ἐκχωρήσει. ἐὰν οὖν ἀφῶμεν τὸν Ν κρουνὸν ῥέειν, εἰς τὸν κενούμενον τοῦ ΓΒ τόπον ὁ ἀὴρ ἐκ τοῦ ὑελίνου ἐπιθέματος μεταχωρήσει διὰ τοῦ ΗΘ σωλῆνος· εἰς δὲ τὸν κενούμενον τούτου τόπον ἐκ τοῦ Α∠ ἀγγείου ὕδωρ προσαναβήσεται διὰ τοῦ Κ Λ σωλῆνος. πάλιν δὲ εἰς τὸν κενούμενον τόπον τοῦ Α∠ ἀγγείου ὁ ἀὴρ διὰ τῆς Μ ὀπῆς παρεισελεύσεται· καὶ τοῦτο ἔσται, ἄχρις ἂν πληρωθῇ τὸ ὑέλινον ἐπίθεμα. [*](ΑΒ βάσις κρουνὸν παῤ αὐτὸν τὸν πυθμένα τὸν Ν. ἔστω δὲ καὶ ἕτερος σωλὴν ὁ ΞΟ συντετρημένος τῇ τε στέγῃ καὶ τῷ διαφράγματι τῆς βάσεως, ἀπέχων δὲ τῆς στέγης βραχύ, διʼ οὗ πληρωθήσεται τὸ ΓΒ ἀγγεῖον. καταληφθέντος οὖν τοῦ κρουνοῦ, ὁ ἐν τῷ ΓΒ ἀὴρ ἐκχωρήσει διά τε τοῦ ΘΗ καὶ τοῦ Κ Λ καὶ ἔτι τῆς Μ ὀπῆς εἰς τὸ ἐκτός. πληρώσομεν δὲ καὶ τὸ Α ∠ διὰ τῆς Μ ὀπῆς, τοῦ ἐν αὐτῷ ἀέρος ἐκχωρήσαντος διὰ τοῦ Π διαυγίου, ὃ μετὰ τὴν πλήρωσιν ἀποφράξομεν. ἐὰν οὖν ἀφῶμεν τὸν κρουνὸν ῥέειν, εἰς τὸν κενούμενον τοῦ ΓΒ τόπον ὁ ἀὴρ ἐκ τοῦ ὑελίνου ἐπιθέματος μεταχωρήσει διὰ τοῦ HΘ σωλῆνος· εἰς δὲ τὸν κενούμενον τοῦ ὑελίνου τόπον ἀπὸ τοῦ Α ∠ ἀγγείου τὸ ὑγρὸν προσαναβήσεται διὰ τοῦ ΛΚ σωλῆνος. δεήσει οὖν) [*](1 δὲ AG: δὴ T 2 f. ἀπὸ 〈τοῦ πυθμένος〉 5 τοῦ ΚΛ scripsi: τῆς κλ a 6—7 πληρώσωμεν AG: πληρώσομεν T) [*](9 βγ G 11 τόπον τούτου tr. T 14 τῆς μ ὀπῆς A 1 G 1 :)
242
δεήσει δὲ τὰ Α∠, ΓΒ, ΕΖ χωρήματα ἴσα εἶναι, ὅπως εἰς ἄλληλα μεταχωρῇ ὅ τε ἀὴρ καὶ τὸ ὑγρόν. ὅταν δὲ κενω θῇ  τὸ ΓΒ ἀγγεῖον καὶ διασταθῇ ἡ τοῦ ἀέρος συνέχεια, πάλιν κατενεχθήσεται ἐκ τοῦ ὑελίνου ὕδωρ εἰς τὸ Α∠ ἀγγεῖον, τοῦ ἀέρος μεταχωροῦντος διὰ τοῦ Ν κρουνοῦ καὶ τοῦ ΗΘ σωλῆνος εἰς τὸ ὑέλινον ἐπίθεμα· ὁ δὲ ἐν τῷ Α∠ ἀὴρ ἐκχωρήσει διὰ τῆς Μ ὀπῆς.

Εἰς ἔνια ζῴδια ἐμφυσηθέντα διὰ τοῦ στόματος διʼ ἑτέρου τόπου ὕδωρ ἐκπυτίζει· οἷον ἐὰν Σατυρίσκος ἀσκὸν κατέχῃ, διὰ τοῦ ἀσκοῦ ἐκπυτισθήσεται.

Ἔστω βάσις στεγνὴ ἡ ΑΒΓ∠, ἐφʼ ἧς ἐπικείσθω τὸ ζῴδιον, καὶ διὰ τοῦ στόματος τοῦ ζῳδίου σωλὴν διώσθω ὁ ΕΖ συντετρημένος τῇ βάσει καὶ ἔχων ὑποκείμενον πλατυσμάτιον τὸ ΗΘ ἐπιφράσσον τὸ Ζ τρῆμα τοῦ σωλῆνος καὶ. ἀνεχόμενον ὑπὸ περονίων κωλυμάτια ἐχόντων πρὸς τὸ μηκέτι ἐκπίπτειν τὸ [*](206) πλατυσμάτιον. | ἕτερος δὲ σωλὴν ὁ ΚΛ διὰ τῆς βάσεως διώσθω, οὐ τὸ μὲν Κ ἄκρον προσκείσθω τῷ ---, διʼ οὗ βουλόμεθα τὸ ὕδωρ ἐκπυτίζεσθαι. τὸ δὲ Λ ἀπεχέτω [*](τὰ Α∠, ΓΒ, ΕΖ διαχωρήματα ἴσα εἶναι ἀλλήλοις, ὅπως εἰς ἄλληλα μεταχωρῇ ὅ τε ἀὴρ καὶ τὸ ὑγρόν. ὅταν δὲ κενωθῇ τὸ ΓΒ ἀγγεῖον καὶ διασταθῇ ἡ τοῦ ἀέρος συνέχεια, πάλιν κατενεχθήσεται ἐκ τοῦ ὑελίνου τὸ ὕδωρ εἰς τὸ Α∠ ἀγγεῖον, τοῦ ἀέρος μεταχωρήσαντος διὰ τοῦ κρουνοῦ καὶ τοῦ ΗΘ σωλῆνος εἰς τὸ ὑέλινον ἐπίθεμα· ὁ δὲ ἐν τῷ Α∠ ἀὴρ ἐκχωρήσει διὰ τῆς Μ ὀπῆς.) [*](3 διασταθῇ AG Τ 2 : σταθῇ T ἡ: ἡ διὰ Rochas 9 ἐμ- φυσηθέντα AGT2: διαφυσηθέντα Τ 1 19 προκείσθω G) [*](f. τῷ 〈τόπῳ〉. cf. lin. 10. p. 254, 6: τῷ στόματι τοῦ ἀσκοῦ Paris. 2512, Voss. 19 m. 2 20 βουλώμεθα T)

244
τοῦ πυθμένος ὅσον ὕδατι διάρρυσιν. τὸ δὲ Κ ἄκρον αὐτοῦ ἐχέτω σμηρισμάτιον, διʼ οὗ ἀποκλεισθήσεται τὸ Κ στόμιον αὐτοῦ λεπτὸν ὑπάρχον. ἐγχέοντες οὖν εἰς τὴν βάσιν ποσὸν ὑγρὸν διά τινος ὀπῆς, ἣν μετὰ τὴν ἔγχυσιν ἀποστεγνώσομεν, ἐὰν ἀποκλείσαντες τὸ Κ στόμιον ἐμφυσήσωμεν διὰ τοῦ ΕΖ σωλῆνος ἀέρα, ὁ ἐμφυσηθεὶς ἀὴρ παρώσει τὸ πλατυσμάτιον καὶ κατενεχθήσεται εἰς τὴν βάσιν, καὶ τούτου πλεονάκις γινομένου πιληθήσεται ὁ ἐν τῇ βάσει ἀὴρ καὶ ἀποκλείσει τὸ πλατυσμάτιον. ἀνοιχθέντος οὖν τοῦ σμηρίσματος, μετʼ ὀλίγον χρόνον ὁ πιληθεὶς ἀὴρ ἐκθλίψει τὸ ἐν τῇ βάσει ὑγρὸν διὰ τοῦ Κ στομίου μετὰ πολλῆς βίας,
246
ἄχρις ἂν ἤτοι πᾶν ἐκπυτισθῇ τὸ ὑγρὸν καὶ ὁ ἀὴρ εἰς τὴν κατὰ φύσιν τάξιν κατασταθῇ, τουτέστιν ὅταν πίλησιν ἐν ἑαυτῷ μηκέτι ἔχῃ.

Ἔνια δὲ ἀγγεῖα κατʼ ἀρχὰς ἐγχυθέντος τοῦ ὑγροῦ ῥέει· διαλείμματος δὲ γενομένου οὐκέτι ῥέει ἐγχυνομένου τοῦ ὑγροῦ, ἄχρι διʼ ἡμίσους γένηται· καὶ τότε ἄρχεται ῥέειν· διαλείμματος δὲ γενομένου οὐκέτι ῥέει, ἄχρις ἄν πληρωθῇ.

Ἔστω γὰρ ἀγγεῖον τὸ ΑΒ ἔχον ἐν ἑαυτὸ τρεῖς καμπύλους σίφωνας τοὺς Γ ∠, Ε κεκρυμμένους ἐν τῇ γάστρᾳ, ὧν τὰ μὲν ἕτερα σκέλη πρὸς τῷ πυθμένι ἔστω τοῦ ἀγγείου, τὰ δὲ ἕτερα ἐκτὸς φερέτω εἰς κρουνοὺς διεσκευασμένα. τοῖς δὲ ἐκτὸς ἄκροις αὐτῶν προσκείσθω ἀγγεῖα τὰ Ζ, Η, Θ, ὧν οἱ πυθμένες ἀπεχέτωσαν ἀπὸ τῶν στομίων ὅσον ὕδατι διάρρυσιν. πάντα δὲ περιειλήφθωσαν ἑτέρῳ ἀγγείῳ καθάπερ βάσει [*](207) τῇ Κ ΛΜΝ κρουνὸν ἐχούσῃ τὸν Ξ. καὶ ὁ | μὲν Γ διαβήτης τὴν κυρτότητα ἐχέτω πρὸς αὐτῷ τῷ πυθμένι, ὁ δὲ ∠ πρὸς τῷ ἡμίσει τοῦ ὕψους τοῦ Α Β ἀγγείου, ὁ δὲ E παῤ αὐτὸν τὸν τράχηλον. ἐὰν οὖν ἐγχέωμεν ὕδωρ εἰς τὸ ΑΒ ἀγγεῖον, κατʼ ἀρχὰς μὲν ῥεύσει διὰ [*](1 ἤτοι AG T 2: om T1 καὶ ab: f ἢ 21 ἐγχέωμεν ἐχέτω μὲν T 1, corr. T 2) [*](1 ἤτοι om. bL 3 αὐτῶ b 6—7 ἐγχυνομένου τοῦ ὑγροῦ om. L 8 πάλιν ἄρχεται b (ἄρχεσθαι P): iterum in- cipiunt L 12 γάστρᾳ a: κοιλίᾳ τοῦ ἀγγείου bL 14 αὐτῶν om. CP 15 ἀγγεῖα a: ἀγγείδια bL 16 στομίων τῶν σωλή- νων b L 19 πυθμένι aL: πυθμένι τοῦ ἀγγείου b 20 ὁ δὲ . . . ἀγγείου om. P)

248
τοῦ Γ διαβήτου, ἐπείπερ ἡ κυρτότης αὐτοῦ πρὸς τῷ πυθμένι ἐστίν· ἐὰν δὲ διαλίπωμεν, κενωθήσεται μὲν τὸ ὑγρὸν τὸ ἐγχυθὲν διὰ τοῦ Ξ κρουνοῦ, τὸ δὲ Ζ ἀγγεῖον καταλειφθήσεται πλῆρες ὕδατος· τὸ δὲ λοιπὸν τοῦ Γ σίφωνος μέρος ἔσται ἀέρος πλῆρες. ὅταν οὖν πάλιν ἐπιχέωμεν τὸ ὑγρόν, οὐ χωρήσει διὰ τοῦ  Γ σίφωνος διὰ τὸ ἀέρα εἶναι ἐν τῷ Γ σίφωνι μεταξὺ τοῦ τε ἐγχυνομένου καὶ τοῦ ἐν τῷ Ζ ἀγγείῳ ὕδατος. προσαναβήσεται οὖν τὸ ὑγρὸν ἄχρι τῆς τοῦ ∠ διαβήτου καμπῆς, ἥτις πρὸς τῷ ἡμίσει μέρει ἐστί. καὶ τότε ἄρχεται ῥέειν. διαλείμματος δὲ γενομένου πάλιν τὸ αὐτὸ συμβήσεται, ὃ καὶ ἐπὶ τοῦ Γ εἴρηται. τὰ δʼ αὐτὰ καὶ ἐπὶ τοῦ Ε διαβήτου νοείσθω. δεήσει δὲ τὸ ἐγχυνόμενον ὑγρὸν ἠρέμα ἐγχύνειν πρὸς τὸ μὴ ὑπὸ τῆς βίας ἐκθλιβῆναι τὸν ἐναπολαμβανόμενον ἐν τοῖς σίφωσιν ἀέρα.

[*](a 5 — 16 ὅταν οὖν . . . ἀέρα ═ b 17—28: ὅταν οὖν πάλιν ἐπεγχέωμεν τὸ ὑγρόν, οὐ χωρήσει διὰ τοῦ Γ σίφωνος διὰ τὸ τὸν ἐν τῷ Γ σίφωνι ἀέρα μὴ δύνασθαι ἐξελθεῖν διὰ τοῦ πρὸς τῷ Ζ ἀγγείῳ στομίου πεφραγμένου ὄντος ὑπὸ τοῦ ἐν τῷ αὐτῷ Ζ ἀγγείῳ ὕδατος. προσαναβήσεται οὖν τὸ ὑγρὸν ἄχρι τῆς τοῦ ∠ διαβήτου καμπῆς, ἥτις πρὸς τῷ ἡμίσει μέρει τοῦ ἀγγείου ἐστί· καὶ τότε ἄρξεται ῥέειν· διαλείμματος δὲ γενομένου πάλιν τὸ αὐτὸ συμβήσεται, ὃ καὶ ἐπὶ τοῦ Γ εἴρηται. τὰ δʼ αὐτὰ καὶ ἐπὶ τοῦ Ε διαβήτου νοείσθω. δεήσει δὲ τὸ ἐγχυνόμενον ὕδωρ ἠρέμα ἐγχύνειν πρὸς τὸ μὴ ὑπὸ τῆς σφοδρότητος καὶ τῆς βίας ἐκθλίβεσθαι τὸν ἐν τοῖς ἄλλοις σίφωσιν ἀέρα.)[*](2 διαλείπωμεν PT 3 ξ Ab: ζ G T 6 ἐπιχέωμεν AG: ἐπεγχέωμεν T ἐπεγχέωμεν πάλιν τὸ ὑγρὸν tr. T 13 ε G 2 T: om AG 1)[*](21 ἀγγείω P: ἀγγείου BC 22 ∠ om. L 26 oportet L)
250

Σικύας κατασκευὴ τῆς ἄνευ πυρὸς ἐπισπωμένης.

Ἔστω σικύα ἡ Α ΒΓ, οἵα εἴθισται γίνεσθαι τῷ σχήματι, διάφραγμα μέσον ἔχουσα τὸ ∠ Ε διὰ δὲ τοῦ πυθμένος σμήρισμα διώσθω, οὗ ὁ μὲν ἐκτὸς αὐλίσκος ἔστω ὁ Ζ Η, ὁ δὲ ἐντος ὁ ΘΚ . οὗτοι δὲ ἐχέτωσαν κατάλληλα τρήματα τὰ Λ,  Μ  ἐκτὸς ὄντα τῆς σικύας· τὰ δὲ ἐντὸς αὐτῶν στόμια ἀνεῳγότα ἔστω· τοῦ δὲ Θ τὸ ἐκτὸς ἐπιπεφράχθω καὶ ἐπιτόνιονέχέτω. ἔστω δὲ καὶ ὑπὸ τὸ [*](208) διά |φραγμασμήρισμα τὸ ΝΞ ὅμοιον τῷ πρὸς τῷ πυθμένι εἰρημένῳ. τὰ μέντοι κατάλληλα τρήματα εἰς τὸ ἐντὸς τῆς δικύας μέρος ἔστω καὶ συντετρημένα τῷ ∠Ε διαφράγματι. τούτων δὴ κατασκευασθέντων ἐπιστρεφέσθω τὰ ἐπιτόνια τῶν σμηρισμάτων, ὥστε τὰ μὲν ἐν τῷ πυθμένι τρήματα κατάλληλα κεῖσθαι, τὰ δὲ ὑπὸ τὸ διάφραγμα παρηλλαχέναι καὶ ἀποκεκλεῖσθαι. τοῦ ∠Γ ἄρα ἀγγείου [*](a 250, 28—252,14 τοῦ ΔΓἄρα ἀγγείου... καλοῦμεν  ═ b 25Ο, 30—252, 31: τοῦ ∠ ἄρα ἀγγείου πλήρους ὄντος)

252
πλήρους ὄντος ἀέρος, δυνατόν ἐστι προσθέντα τῷ στόματι τὸ ΛΜ τρῆμα ἐκμυζῆσαί τι μέρος τοῦ ἀέρος, εἶτα πάλιν ἐπιστρέψαντα τὸ ἐπιτόνιον καὶ μὴ ἀφελόντα τοῦ στόματος τὸ σμήρισμα ἔχειν ἠραιωμένον τὸν ἐν τῷ Γ∠ ἀγγείῳ ἀέρα. τοῦτο οὖν πλεονάκις ποιοῦμεν, μέχρις οὗ πολὺν ἐκμυζήσωμεν ἀέρα. ἔπειτα προσθεὶς τῇ σαρκὶ τὴν σικύαν, ὡς ἔθος ἐστίν, ἀνοίγω τὰ ἐν τῷ ΝΞ σμηρίσματι τρήματα διὰ τοῦ ἐπιτονίου. ἀναγκαῖον οὖν ἐστιν εἰς τὸν τοῦ ἐν τῷ Γ∠ ἀέρος τόπον μεταχωρῆσαί τι μέρος τοῦ ἐν τῷ Α∠Ε ἀγγείῳ ἀέρος· εἰς δὲ τὸν κενούμενον ἀντὶ τούτου τόπον ἐπισπάσεται τήν τε σάρκα καὶ τὴν ὑπὸ τὴν σάρκα ὕλην διὰ τῶν ἀραιωμάτων τῆς σαρκός, ἃ δὴ ἀθεωρήτους πόρους καλοῦμεν.

Καὶ ὁ καλούμενος δὲ πυοῦλκος διὰ ταύτην τὴν αἰτίαν ἐνεργεῖ.

Κατασκευάζεται γὰρ αὐλίσκος κοῖλος ἐπιμήκης ὁ [*](ἀέρος, δυνατόν ἐστι προσθέντα τῷ στόματι τὰ Λ, Μ σμηρίσματα ἐκμυζῆσαί τι μέρος τοῦ ἀέρος, εἶτα πάλιν ἐπιστρέψαντα τὸ ἐπιτόνιον καὶ ἀφελόντα τοῦ στόματος τὸ σμήρισμα ἔχειν ἠραιωμένον τὸν ἐν τῷ Γ∠ ἀγγείῳ ἀέρα. τοῦτο οὖν πλεονάκις ποιοῦμεν, μέχρις οὗ πολὺν ἐκμυζήσωμεν ἀέρα. ἔπειτα προσθέντες τῇ σαρκὶ τὴν σικύαν, ὡς ἔθος ἐστίν, ἀνοίγομεν τὰ ἐν τῷ Ν σμηρίσματι τρήματα διὰ τοῦ ἐπιτονίου. καὶ ἐξ ἀνάγκης εἰς τὸν τοῦ ἐν τῷ Γ∠ ἀγγείῳ ἀέρος τόπον μεταχωρήσει τι μέρος τοῦ ἐν τῷ Α∠Ε στομίῳ τῆς σικύας ἀέρος εἰς ἀναπλήρωσιν τοῦ κενωθέντος· εἰς δὲ τὸν κενούμενον τοῦ στομίου ἀέρα ἀντεπισπασθήσεται τῆς σαρκός τε μέρος καὶ ἡ περὶ τὴν σάρκα ὕλη διὰ τῶν ἀραιωμάτων τῆς σαρκός, ἃ δὴ πόρους ἀδήλους καλεῖν εἰώθασιν.) [*](6 ἐκμυζήσωμεν T: ἐκμυζήσομεν AG 12 ὑπὸ Haase in)

254
ΑΒ, ἕτερος συνεσμηρισμένος ὁ Γ∠, οὗ τὸ μὲν Γ ἄκρον ἐπιπεπωμάσθω λεπιδίῳ· πρὸς δὲ τῷ ∠ ἐπιτόνιον ἐχέτω τὸ ΕΖ . καὶ τοῦ ΑΒ δὲ αὐλίσκου τὸ πρὸς τῷ Α στόμιον ἐπιπεφράχθω λεπίδι ἐχούσῃ συντετρημένον λεπτὸν συρίγγιον τὸ ΗΘ. ὅταν οὖν βουλώμεθα πῦον [*](209) ἕλκειν, προσθέντες τῷ τόπῳ, ἐν ᾧ |τὸ πῦόν ἐστι, τὸ ἄκρον τοῦ συριγγίου, τὸ Θ στόμιον, ἐπισπώμεθα τὸν Γ∠ αὐλίσκον διὰ τοῦ ἐπιτονίου εἰς τὸ ἐκτὸς μέρος. γενομένου δὴ τόπου ἐν τῷ ΑΒ αὐλίσκῳ κενοῦ, ἀνάγκη εἰς τοῦτον ἄλλο τι ἀντικαταστῆναι. μὴ ὄντος οὖν ἄλλου τόπου ἢ τοῦ στόματος τοῦ συριγγίου, ἀνάγκη διὰ τούτου τὸ παρακείμενον ὑγρὸν ἐπισπάσασθαι. πάλιν οὖν ὅταν ἐνέσαι τι βουλώμεθα ὑγρόν, ἐμβαλόντες αὐτὸ εἰς τὸν ΑΕ αὐλίσκον καὶ καταλαβόμενοι τὸ ΕΖ ὠθοῦντες τὸν Γ∠ αὐλίσκον θλίβομεν, ἄχρις ἄν ἡμῖν αὐτοῖς δόξῃ ἡ ἔνεσις γενέσθαι.

[*](3 9—16 γενομένου δὴ . . . γενέσθαι ═ b 1825 γενομένου δὴ τοῦ τόπου τοῦ ἐν τῷ ΑΒ αὐλίσκῳ κενοῦ, ἀνάγκη εἰς τοῦτον ἄλλο τι ἀντικαταστῆναι. μὴ ὄντος δὲ ἄλλου τόπου ἢ τοῦ στόματος τοῦ συριγγίου, ἀνάγκη διὰ τούτου τὸ παρακείμενον ὑγρὸν ἐπισπασθῆναι. πάλιν δὲ ὅταν ἐνέσαι τι ὑγρὸν βουλώμεθα, ἐμβαλόντες τὸ ὑγρὸν εἰς τὸν ΑΕ αὐλίσκον, τὸν δὲ Γ∠ αὐλίσκον ὠθοῦντες εἰς τὰ ἔνδον τοῦ ΑΕ θλίψομεν τὸ ὑγρόν, ὃ ἐκπεμφθήσεται διὰ τοῦ ΗΘ συριγγίου.)[*](1 f. ἕτερος 〈ἔστω〉, coaptatus sit L 2 τῷ M. Vind. 120, b: τὸ a 5 βουλώμεθα G T: βουλόμεθα A πύον codd. ut infra lin. 6 11 τοῦ AG, T: κατὰ G 2 12 κατακείμ μενον Τ 1 corr. Τ 2  13 οὖν om. T(?) ἐνέσαι a: γρ. ἐνιέναι Par. 2512 im marg. 13— 14 ἐμβάλλοντες T 15 γδ Τ 1 : γβ AG T 2)[*](16 δόξῃ αὐτοῖς tr. T)
256

Ἀγγείου τινὸς ὄντος πλήρους οἴνου καὶ κρουνὸν ἔχοντος ῥέοντα, ὅταν ἐπιχέωμεν ἐπὶ τὸν τράχηλον αὐτοῦ κύαθον ὕδατος, οὐκέτι ῥυήσεται· ἐὰν δὲ ἕτερον κύαθον ἐπιχέωμεν, τότε ῥυήσεται καὶ αὐτὸς σὺν τῷ προτέρῳ κυάθῳ ἤτοι καὶ οἴ δύο κύαθοι τοῦ ὕδατος ἐξ ἑτέρων δύο κρουνῶν. καὶ μετὰ τὸ ἐκρεῦσαι τὸ ὕδωρ πάλιν ὁ οἶνος ἐκ τοῦ μέσου κρουνοῦ ῥυήσεται· καὶ τοῦτο ἔσται, ὁσάκις ἂν ἐπιχεόμενος ἐκρυῇ.

Ἔστω τι ἀγγεῖον τὸ ΑΒ ἔχον περὶ τὸν πυθμένα κρουνὸν τὸν Γ καὶ διαπεφράχθω τὸν τράχηλον τῷ ∠Ε διαφράγματι· ἐκ δὲ τοῦ διαφράγματος σωλὴν ἀνατεινέτω ὁ ΖΗ, περὶ ὄν ἕτερος περικείσθω ἀπέχων ἀπὸ τοῦ διαφράγματος ὅσον ὕδατι διάρρυσιν, καθάπερ ἐπὶ τῶν πνικτῶν διαβητῶν. διώσθω δὲ καὶ ἕτερος [*](a 2—9 Ἀγγείου τινὸς . . . ἐκρυῇ ═ b 17—24: Ἀγγείου ὄντος πλήρους οἴνου καὶ κρουνὸν ἔχοντος ῥέοντα, ὅταν ἐγχέωμεν ἐπὶ τὸν τράχηλον κύαθον ὕδατος, οὐκέτι ῥυήσεται· ἐὰν δὲ ἕτερον κύαθον ἐπιχέωμεν, τότε ῥυήσεται καὶ αὐτὸς σὺν τῷ προτέρῳ κυάθῳ ἤτοι ὁμοῦ καὶ οἱ δύο κύαθοι τοῦ ὕδατος ἐξ ἑτέρων δύο κρουνῶν. καὶ μετὰ τὸ ἐκρεῦσαι τὸ ὕδωρ πάλιν ὁ οἶνος ἐκ τοῦ μέσου κρουνοῦ ἄρξεται ῥέειν· καὶ τοῦτο γενήσεται, ὁσάκις ἂν προαιρώμεθα, ἔστʼ ἂν δηλονότι ὅλος ὁ οἶνος ἐκρυῇ.) [*](3 ἐπιχέωμεν AG T 2 : ἐγχέωμεν T1 . similiter lin. 5 4 αὐ- τοῦ A2 G T: om A 1 9 f. ὁσάκις ἂν 〈ὁ κύαθος〉 ἐπιχεόμενος. cf. p. 260, 3 ἐκρυῇ scripsi: ἐκρῇ AG: ἐκρεῖ T 10 περὶ: f. παρὰ. cf. 226, 15. 238, 18) [*](13 ἀνατεινέτω aB: ἀνατεινέσθω CP: extendatur L 14 διάρρυσιν εἶναι b 20 ἤτοι: hoc est (simul) L 21 κύαθοι om. P)

258
διὰ τοῦ διαφράγματος σωλὴν ὁ ΘΚ ὑπερέχων εἰς τὸ ἄνω τοῦ διαφράγματος ἔλασσον ἢ ὁ πρότερος, ἐσχισμένος εἰς δύο κρουνοὺς τοὺς Λ, Μ καὶ τούτῳ δὲ περικείσθω ἕτερος σωλὴν ἀπέχων τοῦ διαφράγματος [*](210) βραχύ. ἐχέτω | δὲ τὸ ἀγγεῖον καὶ ὑπὸ τὸ διάφραγμα διαύγιον τὸ Ν. ἐὰν οὖν καταλαβόμενοι τοὺς κρουνοὺς ἐγχέωμεν τὸν οἶνον, χωρήσει εἰς τὸ κύτος διὰ τοῦ ΖΗ σωλῆνος· ὁ γὰρ ἀὴρ ἐκχωρήσει διὰ τοῦ Ν διαυγίου· ἐὰν δὲ καταλαβόμενοι τὸ διαύγιον ἀφῶμεν τοὺς κρουνούς, ἐκ μὲν τῶν Λ, Μ ῥυήσεται τὸ ἐναποληφθὲν ἐν τῷ ΘΚ σωλῆνι ὑγρόν, ἐκ δὲ τοῦ Γ τὸ ἐν τῷ κύτει ὑγρόν. ἐὰν οὖν ῥέοντος τοῦ Γ ἐπεγχέωμεν κύαθον ὕδατος ἐπὶ τὸ διάφραγμα, οὐκέτι ἕξει ὁ ἀὴρ παρεισπίπτειν διὰ τοῦ ΖΗ σωλῆνος, ἀλλὰ παύσεται ὁ Γ κρουνὸς ῥέων. ἐὰν δὲ ἕτερον ἐπεγχέωμεν, ὑπερβλύσει τὸν ΘΚ σωλῆνα καὶ διʼ αὐτοῦ ἐνεχθήσεται εἰς τοὺς Λ, Μ κρουνούς, καὶ ὅλον ἐπισπάσεται τὸ [*](a 258, 3—26Ο, 3 καὶ τούτῳ . .. τοὺς κυάθους  ═ b 258, 19—26Ο, 22: καὶ τούτῳ δὲ περικείσθω ἕτερος σωλὴν ὡσεὶ πνικτὸς διαβήτης [ οἱονεί]. ἐχέτω δὲ τὸ ἀγγεῖον ὑπὸ τὸ διάφραγμα καὶ διαύγιον τὸ N. ἐὰν οὖν καταλαβόμενοι τοὺς κρουνοὺς ἐγχέωμεν τὸν οἶνον, χωρήσει εἰς τὸ κύτος τοῦ ἀγγείου διὰ τοῦ ΗΖ σωλῆνος· ὁ γὰρ ἀὴρ ἐκχωρήσει διὰ τοῦ Ν διαυγίου· ἐὰν δὲ καταλαβόμενοι τὸ διαύγιον ἀφῶμεν τοὺς κρουνούς, ἐκ μὲν τῶν Λ, Μ ῥυήσεται τὸ ἐναπολειφθὲν ἐν τῷ ΘΚ σωλῆνι ὑγρόν, ἐκ δὲ τοῦ Γ τὸ ἐν τῷ κύτει ὑγρόν. ἐὰν οὖν ῥέοντος τοῦ Γ ἐπεγχέωμεν κύαθον ὕδατος ἐπὶ τὸ διάφραγμα, οὐκέτι ἕξει ὁ ἀὴρ παρείσδυσιν διὰ τοῦ Ζ H σωλῆνος. διὸ καὶ παύσεται ὁ Γ κρουνὸς ῥέων. ἐὰν δὲ καὶ ἕτερον κύαθον ἐπεγχέωμεν, ὥστε ὑπερεκβλύσαι τὸν ΘΚ σωλῆνα, ἐνεχθήσεται τὸ ὕδωρ διʼ αὐτοῦ εἰς τοὺς Λ, Μ κρουνούς, καὶ ὅλον ἐπισπάσεται τὸ ὕδωρ. εἶτα λαβὼν ἀναπνοὴν ὁ Ζ σωλὴν ποιήσει ὁμοίως)
260
ὕδωρ. εἶτα λαβὼν ἀναπνοὴν ὁ ΖΗ σωλὴν ποιήσει ὁμοίως τὸν Γ κρουνὸν ῥέειν. καὶ τοῦτο ἔσται, ὁσάκις ἂν ἐπεγχέωμεν τοὺς κυάθους.

Ἀγγείου ὄντος πλήρους ἀκράτου καὶ κρουνὸν ἔχοντος ὁτὲ μὲν τὸν οἶνον ἐκρέειν, ὕδατος δὲ ἐγχυνομένου καθαρὸν τὸ ὕδωρ ἐκρεῖν, εἶτα πάλιν τὸν ἄκρατον· κἂν βούληταί τις, τοῦ ὕδατος ἐγχυνομένου κρᾶμα ῥυήσεται.

Ἔστω τι ἀγγεῖον τὸ ΑΒ διάφραγμα ἔχον περὶ τὸν τράχηλον τὸ Γ∠, διʼ οὗ καθείσθω σωλὴν ὁ ΕΖ ἔξω τοῦ πυθμένος φέρων, ὅς ἔσται κρουνός. ἐχέτω δὲ ὁ ΕΖ σωλὴν τρυπημάτιον ἐντὸς τοῦ ἀγγείου παρὰ τὸν πυθμένα τὸ Η. ἔστω δὲ καὶ διαύγιον ὑπὸ τὸν τράχηλον τὸ Θ. ἐὰν οὖν καταλαβόμενοι τὸν κρουνὸν τὸν Ζ ἐγχέωμεν τὸν οἶνον, χωρήσει εἰς τὸ κύτος, τοῦ ἀέρος ἐκχωροῦντος διὰ τοῦ Θ διαυγίου. ἐὰν δὲ [*](211) καταλαβόμενοι τὸ διαύγιον ἀφῶμεν τὸν κρουνόν, οὐ ῥυήσεται, εἰ μὴ μόνον τὸ ἐναπολειφθὲν ἐν τῷ ΖΕ σωλῆνι. ἐὰν οὖν ἐπεγχέωμεν ὕδωρ, καθαρὸν ῥυήσεται, [*](τὸν Γ κρουνὸν ῥέειν. καὶ τοῦτο ἔσται, ὁσάκις ἂν ἐπεγχέωμεν τοὺς κυάθους.) [*](3 ἐπεγχέωμεν AG: ἐπιχέωμεν T 7 ἐκρρέειν (sic) T) [*](f. εἶτα . . . ἄκρατον post ῥυήσεται (9) tr. 8 βούληται Tb: βούλεται AG 13 τρυπημάτιον T1 : τρυμάτιον AG T, 16 ζ AG T 2: θ T 1) [*](7 τὸν ἄκρατον: mixtum L 8 δέ τις b (δὲ om L) 10 τι om bL 11 τὸ aB: τὸν CP καθείσθω aBL: κείσθω CP) [*](σωλὴν om. L 12 ὃς ἔσται κρουνός a: καὶ ποιῶν κρουνὸν)

262
ἐὰν δὲ ἀνῶμεν τὸ διαύγιον, κρᾶμα, ἐὰν δὲ μηκέτι ἐγχύνωμεν, καθαρὸς ὁ οἶνος.