Pneumatica

Hero of Alexandria

Hero of Alexandria, Pneumatica, Schmidt, Teubner, 1899

Βωμοῦ ἀναπτομένου τὰ μὲν παριδρυμένα ζῴδια σπένδειν, τὸν δὲ δράκοντα συρίζειν.

Ἔστω τις βάσις κοίλη ἡ ΑΒ, ἐφʼ ἧς βωμὸς ὁ Γ ἔχων αὐλὸν μέσον ἐπὶ τὴν βάσιν καθιέμενον ἀπὸ τοῦ ἐπιπύρου τὸν ∠ Ε, ὃς εἰς τρεῖς ἐσχίσθω σωλῆνας τὸν μὲν ΕΖ ἐπὶ τὸ στόμα τοῦ δράκοντος φέροντα, τὸν δὲ ΕΗΘ ἐπὶ οἰνοδόχον ἀγγεῖον τὸ Κ Λ, οὐ ὁ πυθμὴν ἀνωτέρω ἔστω τοῦ Μ ζῳδίου, προσηνωμένον τῷ ἐπιφράγματι τοῦ Κ Λ ἀγγείου χαρακοειδῶς· ἕτερος δὲ ὁ

264
ΕΝΞ καὶ αὐτὸς ὁμοίως ἀνηκέτω εἰς ἕτερον οἰνοδόχον ἀγγεῖον τὸ Ο Π καὶ αὐτὸς χαρακοειδῶς· συνεστεγνώσθωσαν δὲ καὶ ἀμφότεροι τοῖς πυθμέσι τῶν ἀγγείων. ἔστωσαν δὲ ἐν ἑκατέρῳ τῶν οἰνοδόχων ἀγγείων καμπύλοι σίφωνες ὅ τε ΡΣ καὶ ὁ ΤΥ, ὧν αἱ μὲν ἀρχαὶ ἔστωσαν ἐν τῷ οἴνῳ, τὰ δὲ τέλη διήκοντα πνικτῶς διὰ τοῦ περιφράγματος τῶν οἰνοδοχείων, καθʼ ὧν δεῖ γίνεσθαι τὰς σπενδούσας χεῖρας τῶν ζῳδίων. ὅταν οὖν μέλλῃς ἐξάπτειν, προεμβάλλων τοῖς σωλῆσιν ὑδάτιον βραχύ, ὥστε μὴ διαρραγῆναι τοὺς σωλῆνας ὑπὸ ξηροῦ τοῦ πυρός, ἀπόφραξον ἅπαντα, ὡς μὴ διαπνέειν. · τὸ δὲ τοῦ πυρὸς πνεῦμα ἐγκαταμιγὲν τῷ ὕδατι διὰ τῶν σωλήνων ἀνελεύσεται ἐπὶ τοὺς χάρακας καὶ διʼ αὐτῶν θλῖψαν τὸν οἶνον ἀνοίσει ἐπὶ τοὺς καμπύλους σίφωνας τόν τε ΡΣ καὶ τὸν ΤΥ, ὥστε διὰ τῶν χειρῶν τῶν ζῳδίων ῥέοντα σπένδειν, ἐφʼ ὅσον ὁ βωμὸς καίεται· ὁ δὲ ἕτερος σωλὴν τὸ πνεῦμα ἀνενεγκὼν ἐπὶ τὸ στόμιον [*](211 extr.) τοῦ δράκοντος συρίζειν ποιήσει τὸν δράκοντα.

[*](222)

Λυχνίας κατασκευή, ὥστε λύχνου ἐπικειμένου, ὅταν ἐλλιπὴς ἐλαίου γένηται, ἐκ τοῦ ὠτὸς αὐτοῦ ἐπιχεῖσθαι ἔλαιον εἰς τὸν λύχνον, ὅσον ἂν προαιρώμεθα, μηδενὸς [*](2 f. αὐτὸς〈προσηνωμένος τῶ ἐπιφράγματι〉 4 ἀγγείων B: om. aCΡ 8 γίγνεσθαι TC 9 μέλλῃς AG b: μέλλῃ T) [*](προένβάλλων A: προσενβάλλων G: προσεμβάλλων T 11 καὶ ἀπόφραξον T 12 ἐγκαταμιγὲν A1 b: ἐγκαταμεμιγμένων A2 T: ἐγκαταμεμιγμένων (sic) G 13 ἀνελεύσεται A2 G T: ἀνέλθῃ A1) [*](16 ζωδίων A1 b: ζωδαρίων A2 G T) [*](1—2 οἰνοδόχον ἀγγεῖον aBC: οἰνοδοχεῖον P 2 ο π aBL: ο CΡ 2—3 συνεστεγνώσθωσαν . . . ἀγγείων a: συνεστεγνω- μένος τῷ πυθμένι τοῦ ἀγγείου bL 6 οἴνῳ: utero L 9 προ- εμβάλων P 11 ξυροῦ P 12 δὲ a: οὖν bL πνεῦμα τοῦ)

266
ἀγγείου ἐπὶ τοῦ λύχνου ἐπικειμένου, ἐξ οὗ τὸ ἔλαιον ἐπιρρέει.

Κατασκευαζέσθω ἡ λυχνία κοίλην ἔχουσα βάσιν τρίγωνον καθάπερ πυραμίδα γίνεσθαι. καὶ ἔστω βάσις ἡ ΑΒΓ∠ κοίλη διάφραγμα ἔχουσα τὸ ΕΖ. ὁ δὲ τῆς λυχνίας καυλὸς ἔστω ὁ ΗΘ καὶ αὐτὸς κοῖλος, ὑπὲρ δὲ τὸν καυλόν, ὡς εἴρηται, κοῖλος κάλαθος ὁ ΚΛ δυνάμενος πλέον ἔλαιον χωρεῖν. καὶ ἐκ μὲν τοῦ ΕΖ διαφράγματος ἀνατεινέτω σωλὴν ὁ ΜΝ συντετρημένος τῷ διαφράγματι καὶ ἀπέχων ἀπὸ τοῦ ΚΛ ἐπιφράγματος τοῦ καλάθου, ἐφʼ ὅ δὴ καὶ ἐπίκειται ὁ λύχνος, ὅσον ἀέρι διέξοδον. ἕτερος δὲ σωληνίσκος ὁ ΞΟ καθείσθω διὰ τοῦ ΚΛ ἐπιφράγματος ἀπέχων ἀπὸ τοῦ πυθμένος τοῦ καλάθου ὅσον ὕδατι διάρρυσιν. ὑπερεχέτω δὲ ὁ ΞΟ σωλὴν τοῦ ΚΛ ἐπιφράγματος βραχύ. τῇ δὲ ὑπεροχῇ συνεσμηρίσθω ἕτερον σωληνάριον τὸ Π ἐπιπεφραγμένον τὸ ἄνω στόμιον, ὅ διὰ τοῦ πυθμένος τοῦ λύχνου διωθει συνηνώσθω τῷ λύχνῳ μηδὲν ἔχων εἰς τὸ ἐκτὸς τοῦ λύχνου. τῷ δὲ Π σωλῆνι συγκεκολλήσθω ἕτερον σωληνάριον λεπτὸν ἀνατεῖνον εἰς τὸ ἄκρον τοῦ ὠτὸς καὶ συντετρήσθω αὐτῷ, ὥστε ἐπιρρεῖν ἐν τῷ κοιλάσματι τοῦ λύχνου, ἔχον τρῆμα ὥσπερ καὶ οἱ ἄλλοι. ὑπὸ δὲ τὸ ΕΖ διάφραγμα ὑποκεκολλήσθω κλειδίον φέρον εἰς τὴν Γ∠ΕΖ χώραν, ὥστε, ἐὰν ἀνοιχθῇ, τὸ ἐκ τῆς ΑΒΕΖ χώρας ὕδωρ μεταβαίνειν εἰς τὴν Γ∠ΕΖ. ἔστω δὲ ἐν τῷ ΑΒ [*](4 f. 〈ὥστε〉 καθάπερ 7 καυλὸν M 2 : αὐλὸν a ὡς εἴρηται suspecta, nisi initio capitis quaedam interciderunt 18 διωθεὶ codd f. διωσθὲν μηδὲν AG: μηδὲ T 19 ἔχων codd f. ἔχον. particip ἔχων recte se haberet, si haec fere ab Herone scripta essent: τοῦ λύχνου διώσθω, 〈ὁ δὲ Π σωλὴν〉 συνηνώσθω τῷ λύχνῳ μηδὲν ἔχων κτἑ 22 τοῦ λύχνου om. G)

268
ἐπιφράγματι τρημάτιον, διʼ οὗ πληρώσομεν τὴν ΑΒΕΖ χώραν ὕδατος, καὶ ὁ ἐν αὐτῇ ἀὴρ ἐκχωρήσει διὰ [*](223) τοῦ εἰρημένου τρήματος. ἀφαιρεθέντος οὖν |τοῦ λύχνου πληρώσομεν ἐλαίου τὸν κάλαθον διὰ τοῦ ΞΟ σωληναρίου, τοῦ ἐν τῷ καλάθῳ ἀέρος ἐκχωροῦντος διὰ τοῦ ΜΝ σωληνίσκου καὶ ἔτι διὰ τῆς ἐν τῷ Γ∠ πυθμένι κλειδὸς ἀνοιχθείσης, ὅτε δὴ καὶ τὸ ἐν τῇ Γ∠ΕΖ χώρᾳ ὕδωρ ἐκρυήσεται. ἐπιτεθέντος οὖν τοῦ λύχνου διὰ τοῦ Π σμηρίσματος, ὅταν δέῃ ἔλαιον ἐπιχέειν, ἀνοίξωμεν τὸ ἐν τῷ Γ∠ πυθμένι κλειδίον. μεταχωροῦντος οὖν τοῦ ἐν τῇ ΑΒΕΖ χώρᾳ ὕδατος εῖς τὴν Γ∠ΕΖ, ὁ ἐν τῇ Γ∠ΕΖ ἀὴρ διὰ τοῦ ΜΝ σωληνίσκου εἰς τὸν κάλαθον ἀφικνούμενος θλίψει τὸ ἐν αὐτῷ ἔλαιον, ὅ δὴ διὰ τοῦ ΞΟ σωλῆνος καὶ τοῦ συνεχοῦς αὐτῷ εἰς τὸν λύχνον χωρήσει. ὅταν δὲ μηκέτι βουλώμεθα ῥέειν, ἀποκλείσεται τὸ κλειδίον καὶ παύσεται. καὶ πάλιν ὅταν δέῃ, τὸ αὐτὸ ποιήσομεν.

Δύναται δὲ καὶ ἄλλως ἐπὶ τῆς αὐτῆς καταγραφῆς προχειρότερον, ὥστε μὴ βάσιν κατασκευάζειν, ἐν  ᾗ τὸ ὕδωρ ἐστί· τὰ μὲν οὖν ἄλλα τὰ αὐτὰ ἔστω χωρὶς τῆς βάσεως καὶ τοῦ ἐν αὐτῇ ὕδατος.

[*](2 f. ὕδατος 〈καὶ ὅ μετὰ τὴν ἔγχυσιν ἀπεστεγνώσθω〉. cf. supra p. 118, 10 ἀὴρ M 2 : om. a 7 ὅτε scripsi: ὅταν codd)[*](10 ἀνοίξωμεν a: ἀνοίξομεν Monac 431 γ δ πυθμένι f. γδεζ ἀγγείῳ 12 ὁ M: ἡ a 16 f. ἀπο〈κε〉κλείσεται 17 〈τὸ〉 inserui. cf p. 274, 2 20 μὴ inserui)[*](18 Cap. ΧΧΙΙΙ om bL)
270

Ὁ δὲ ΜΝ σωλὴν τὸ Μ στόμιον ἐχέτω συντετρημένον τῷ τεύχει τοῦ καυλοῦ, ὥστε εἰς τὸ ἐκτὸς φαίνεσθαι τοῦ καυλοῦ, καὶ περιεστεγνώσθω. ἐὰν οὖν τις προσαγαγὼν τὸ στόμα ἐμφυσήσῃ εἰς τὸ ἐκτὸς στόμιον, χωρήσει τὸ πνεῦμα εἰς τὸν κάλαθον καὶ θλίψει τὸ ἔλαιον διὰ τοῦ ΞΟ σωλῆνος. καὶ ἔσται  τὸ αὐτὸ τῷ πρότερον· ὁσάκις γὰρ ἐὰν ἐμφυσῶμεν, ἐπιχυθήσεται εἰς τὸν λύχνον ἔλαιον. δεήσει δὲ τὸ τοῦ ὠτὸς ἄκρον ἐπικεκάμφθαι κατὰ κάθετον τῷ λύχνου τρήματι, ὥστε μὴ ἔξω [*](223 extr.) ἀκοντίζειν τὸ ἔλαιον.

[*](212)

Λυχνίας κατασκευή, ὥστε τοῦ ἐλαίου μειουμένου ἐν τῷ  τὸν λύχνον ἅπτειν ὕδατος ἐγχυνομένου  προσαναπληροῦσθαι τὴν λυχνίαν ἐλαίου.

Ἔστω γὰρ ὑπὸ τὴν λυχνίαν ἀγγεῖον στεγνὸν πάντοθεν τὸ   ΑΒ ἤτοι συμφυὲς αὐτῇ ἢ καὶ ἰδίᾳ κείμενον. ἐκ δὲ τούτου ἀνατεινέτωσαν δύο σωλῆνες [*](a 27Ο, 24—274, 23 Ἔστω γὰρ ... ἐπιρρεῖν ═ b 27 29—274, 32: Ἔστω ὑπὸ τὴν λυχνίαν ἀγγεῖον στεγνὸν πάντοθεν συμφυὲς αὐτῇ τὸ ΑΒ. ἐκ δὲ τούτου ἀνατεινέτωσαν )

272
οἱ Γ∠, ΕΖ συντετρημένοι τῷ ΑΒ ἀγγείῳ. τὸ δὲ Γ στόμιον τοῦ σωλῆνος ἀπεχέτω ἀπὸ τοῦ πυθμένος τοῦ ΑΒ ἀγγείου ὅσον ὕδατι διάρρυσιν· καὶ ὁ μὲν Γ∠ ἄχρι τῆς ἐπιφανείας ἔστω τοῦ λύχνου φιάλιον ἔχων πρὸς τῷ ∠ ἄκρῳ, διʼ οὗ ἔσται ἡ ἔγχυσις τοῦ ὕδατος. ὁ δὲ ΕΖ σωλὴν συντετρήσθω τῷ πυθμένι τοῦ λύχνου. ἐὰν οὖν τις διὰ τοῦ ὀμφαλοῦ τοῦ λύχνου ἐγχύνῃ ἔλαιον, χωρήσει πρῶτον εἰς τὸ ΑΒ ἀγγεῖον, εἶτα πληρωθέντος αὐτοῦ πληρωθήσονται καὶ οἱ Γ∠, ΕΖ σωλῆνες καὶ ὁ λύχνος. καιόμενος οὖν ὁ λύχνος ἀπόκενος ἔσται. ὅταν οὖν ἐγχέωμεν διὰ τοῦ πρὸς τῷ ∠ φιαλίου ὕδωρ, χωρήσει εἰς τὸ ΑΒ ἀγγεῖον μιγνύμενον τῷ ἐλαίῳ, τὸ δὲ ἐν τῷ ΑΒ ἀγγείῳ ἔλαιον. προσαναβὰν πληρώσει τὸ ἐλλιπὲς τοῦ λύχνου, ἄχρις [*](δύο σωλῆνες οἱ Γ∠, ΕΖ συντετρημένοι τῷ ΑΒ ἀγγείῳ. καὶ τὸ μὲν Γ στόμιον τοῦ Γ∠ σωλῆνος ἀπεχέτω ἀπὸ τοῦ πυθμένος τοῦ ἀγγείου βραχύ, ὅσον ὕδατι διάρρυσιν εἶναι· τὸ δὲ ∠ μέρος ἄνω τῆς ἐπιφανείας ἔστω τοῦ λύχνου φιάλιον ἔχον πρὸς τῷ ∠ ἄκρῳ, διʼ οὖ ἔσται ἡ ἔγχυσις τοῦ ὕδατος. ὁ δὲ ΕΖ σωλὴν διηκέσθω μέχρις αὐτῆς τῆς κοίλης ἐπιφανείας τοῦ λύχνου. ἐὰν οὖν τις διὰ τῆς κοίλης ἐπιφανείας τοῦ λύχνου ἐγχέῃ ἔλαιον, χωρήσει πρῶτον εἰς τὸ ΑΒ ἀγγεῖον, εἶτα πληρωθέντος αὐτοῦ πληρωθήσονται καὶ οἱ σωλῆνες ὅ τε Γ∠ καὶ ὁ ΕΖ, ἀλλὰ δὴ καὶ ὁ λύχνος αὐτός. καιόμενος οὖν ὁ λύχνος ἀπόκενος ἔσται. ὅταν δὲ ἐγχέωμεν διὰ τοῦ πρὸς τῷ ∠ φιαλίου ὕδωρ, χωρήσει εἰς τὸ ΑΒ ἀγγεῖον καὶ) [*](8 αβ A1 G: κ A2 T 11 τῷ AG: τ T 12—13 f. 〈μὴ〉 μιγνύμενον) [*](16 Γ∠ scripsi: β bL 18 ∠ scripsi secundum L: β b 19 ἔχον scripsi: ἔχων b 22 procedit L 25 ἀπόκενος ἔσται om. L)
274
ἂν πρὸς τὴν μύξαν γένηται τὸ ἔλαιον. εἶτα πάλιν ἐὰν ὑποκαθίσῃ τὸ ἔλαιον, τὸ αὐτὸ ποιήσομεν καὶ τοῦτο, ἄχρις ἂν τὸ ἔλαιον δαπανηθῇ. ἐὰν δὲ δέῃ ἔτι καταλειφθέντος ἐλαίου εἰς τὸν λύχνον ἀφελεῖν τὸ   ΑΒ ἀγγεῖον, ἔσται σμηρισμάτια ἐν τοῖς Γ∠, ΕΖ σωλῆσι πρὸς τῷ ΑΒ ἀγγείῳ καὶ πρὸς τῷ λύχνῳ κλειδία, ὥστε     ἐπιστραφέντων αὐτῶν συνέχεσθαι τό τε ἐν τῷ λύχνῳ ἔλαιον καὶ τὸ ἐν τοῖς σωλῆσι, καὶ οὕτως ἀφαιρετὸν ἔσται. καὶ    ὅταν βουλώμεθα, πάλιν προστεθέντων αὐτῶν ἀνοίξομεν τὰ κλειδία. βέλτιον δὲ τὸ μὲν ΕΖ σωληνάριον [*](213) εἰς τὸ οὖς τοῦ λύχνου φέ|ρειν, τὸ δὲ Γ∠ ὀπίσω τοῦ ὠτὸς μικρὸν μετεωρότερον ἔχον προσκείμενόν τι ἄνω φιαλοειδὲς συντετρημένον αὐτῷ, διʼ οὗ ἐγχυθήσεται τὸ ὕδωρ, ὥστε ἅμα τῇ ἐγχύσει τοῦ ὕδατος ἐκ τοῦ ὠτὸς τὸ ἔλαιον ἐπιρρεῖν.

[*](τὴν κάτω χώραν ζητῆσαν προσαναβῆναι ποιήσει τὸ ἔλαιον καὶ ἀναπληρώσει τὸ λεῖπον, ἄχρις ἂν πρὸς τὴν μύξαν γένηται τὸ ἔλαιον. εἶτα πάλιν ἐὰν ὑποκαθίσῃ τὸ ἔλαιον, τὸ αὐτὸ ποιητέον καὶ τοῦτο, ἄχρις ἂν τὸ ἔλαιον δαπανηθῇ. βέλτιον δὲ τὸ μὲν ΕΖ σωληνάριον εἰς τὸ οὖς τοῦ λύχνου φέρειν, τὸ δὲ Γ∠ ὀπίσω τοῦ ὠτὸς μικρὸν μετεωρότερον ἔχον προσκείμενον ἄνω τὸ συντετρημένον φιάλιον, διʼ οὗ ἐγχυθήσεται τὸ ὕδωρ, ὥστε ἅμα τῇ ἐγχύσει τοῦ ὕδατος ἐκ τοῦ ὠτὸς τὸ ἔλαιον ἐπιρρεῖν.)
276

Ἀγγείου ὄντος στεγνοῦ καὶ κρουνὸν ἔχοντος ἀνεῳγότα καὶ θύρσου παρακειμένου, ᾧ ὑπόκειται ποτήριον πλῆρες ὕδατος, ἐὰν ἀποσπάσῃ τις τὸ ποτήριον, μικρὸν ῥεύσει ὁ κρουνός, ἐφʼ ὅσον ἂν τὸ ποτήριον εἴη ὑπεσπασμένον. ἀνωσθέντος οὖν τοῦ ποτηρίου, οὐκέτι ῥεύσει ὁ κρουνός.

Ἔστω τὸ εἰρημένον ἀγγεῖον τὸ ΑΒ διαπεφραγμένον τὸν τράχηλον τῷ Γ∠ διαφράγματι. ἐκ δὲ τοῦ Γ∠ σωλὴν ἀνατεινέτω συντετρημένος αὐτῷ ὁ ΕΖ. τούτῳ δὲ περικείσθω ἕτερος ὁ ΚΛ , ὥστε εἶναι πνικτὸν διαβήτην. τῷ δὲ ΚΛ συντετρήσθω ἕτερος σωλὴν ὁ ΜΝ ἀνεῳγὸς ἔχων τὸ Μ· τὸ δὲ ἐκτὸς σκέλος τοῦ ΜΝ σωλῆνος ἔστω ἔν τινι ποτηρίῳ τῷ ΟΞ, εἰς ὅ ἐγκεχύσθω [*](Caput XXV secundum b: Ἀγγείου ὄντος στεγνοῦ καὶ κρουνὸν ἔχοντος ἀνεῳγότα καὶ θύρσου παρακειμένου, ὑπόκειται ποτήριον πλῆρες ὕδατος, ἐὰν ὑποσπάσῃ τις τὸ ποτήριον, μικρὸν ῥεύσει ὁ κρουνός, ἐφʼ ὅσον ἂν τὸ ποτήριον εἴη ὑπεσπασμένον· προσαναβιβασθέντος δὲ τοῦ ποτηρίου εἰς τὴν ἐξ ἀρχῆς θέσιν, οὐκέτι ῥεύσει ὁ κρουνός.) [*](Ἔστω τὸ εἰρημένον ἀγγεῖον τὸ ΑΒ διαπεφραγμένον τὸν τράχηλον τῷ Γ∠ διαφράγματι. ἐκ δὲ τοῦ Γ∠ σωλὴν ἀνατεινέτω συντετρημένος αὐτῷ ὁ ΕΖ. τούτῳ δὲ περικείσθω ἕτερος ὁ ΚΛ, ὥστε εἶναι πνικτὸν διαβήτην. τῷ δὲ ΚΛ συντετρήσθω ἕτερος σωλὴν ὁ ΚΜΡ φέρων μὲν τὸ Ρ στόμιον εἰς τὸν ΡΝ θύρσον, τὸ δὲ Μ ἀνεῳγμένον ἔχων· ὁ δὲ θύρσος ὅλος ὁ ΡΝ ἔστω ἔν τινι ποτηρίῳ τῷ ΟΞ, εἰς ὃ ἐγκεχύσθω ὕδωρ, ὥστε τὸν θύρσον καταβαπτίζεσθαι ἔχοντα) [*](4 f. ὑποσπάσῃ. cf. lin. 6. 17. p. 278, 7. 280, 2. 3 5 εἴη a: f. 12 ὁ M: om. a 14 τῷ G2 M: τὸ AG1 T  ξο Τ) [*](17—18 πλῆρες . . . ποτήριον om. P 19 εἴη b: f.  ᾖ)

278
ὕδωρ, ὥστε πλῆρες εἶναι. συμπληρωθήσεται δὴ καὶ τὸ ἐν τῷ ποτηρίῳ σκέλος τοῦ σωλῆνος. ἐγκεχύσθω δὲ καὶ εἰς τὸν τράχηλον τοῦ ΑΒ ἀγγείου ὕδωρ ὀλίγον, ὥστε ἐπιφράξαι τὴν ἀναπνοήν. πλήρους ὄντος τοῦ ΑΒ ἀγγείου, οὐ ῥεύσει ὁ Π κρουνὸς καίτοι ἀνεῳγώς, ἐπειδήπερ ὁ ἀὴρ οὐκ ἔχει παρείσδυσιν διὰ τὸ ἐγχυθὲν εἰς τὸν τράχηλον ὕδωρ. ὑποσπασθέντος δὲ τοῦ ποτηρίου ἀνάγκη κενωθῆναί τι μέρος τοῦ ἐν τῷ ποτηρίῳ σκέλους τοῦ σίφωνος· εἰς δὲ τὸν κενούμενον τόπον ἐπισπασθήσεται ὁ συνεχὴς ἀήρ. οὗτος δὲ τὸ ἐγχυθὲν εἰς τὸν τράχηλον ὑδάτιον συνεπισπάσεται, ὥστε ὑπερβῆναι τὸ Ζ στόμιον. καὶ διὰ τοῦτο τοῦ ἀέρος ἐσχηκότος [*](214) παρείσδυσιν, ῥεύσει ὁ Π κρουνός, |ἄχρις ἂν τὸ ΞΟ ποτήριον ἀνωσθὲν τὸ ἐν τῷ τραχήλῳ ὕδωρ ποιήσῃ ἐπιφράξαι τὴν ἀναπνοήν· πάλιν γὰρ εἰς τὸν ἐξ ἀρχῆς [*](τὸ πρὸς τῷ Ν στόμιον ἀνεῳγός. συμπληρωθήσεται οὖν ὕδατος ὅ τε θύρσος, ἀλλὰ δὴ καὶ τοῦ σκέλους τοῦ σωλῆνος τὸ μέρος ὅσον ὑπὸ τοῦ ὕδατος βαπτίζεται. ἐγκεχύσθω δὲ καὶ εἰς τὸν τράχηλον τοῦ ΑΒ ἀγγείου ὕδωρ ὀλίγον, ὥστε ἐπιφράξαι τὴν ἀναπνοὴν τοῦ πνικτοῦ διαβήτου. πλήρους οὖν ὄντος τοῦ ΑΒ ἀγγείου, οὐ ῥεύσει ὁ Π κρουνὸς καίτοι ἀνεῳγώς, ἐπειδήπερ ὁ ἀὴρ οὐκ ἔχει παρείσδυσιν διὰ τὸ ἐγχυθὲν εἰς τὸν τράχηλον ὕδωρ. ὑποσπασθέντος δὲ τοῦ ποτηρίου ἀνάγκη κενωθῆναί τι μέρος τοῦ ἐν τῷ ποτηρίῳ σκέλους τοῦ σίφωνος· εἰς δὲ τὸν κενούμενον τόπον ἐπισπασθήσεται ὁ συνεχὴς ἀήρ. οὗτος δὲ τὸ ἐγχυθὲν εἰς τὸν τράχηλον ὕδωρ συνεπισπάσεται, ὥστε ἀποφράξαι τὴν τοῦ πνικτοῦ διαβήτου τοῦ ΕΖ ἀναπνοήν. καὶ διὰ τοῦτο τοῦ ἀέρος ἐσχηκότος παρείσδυσιν, ῥεύσει ὁ Π κρουνός, ἄχρις ἂν τὸ ΞΟ ποτήριον ἀνωσθὲν ποιήσῃ ἐπιφράξαι τὴν ἀναπνοήν· πάλιν γὰρ εἰς τὸν ἐξ ἀρχῆς τόπον ἀποκατασταθήσεται· καὶ) [*](1 δὴ AG: δὲ T 3 καὶ om. T 4 f. πλήρους 〈οὖν〉 cf. lin. 21 ὄντος A, G Τ : ὄν A1 5 ἀνεωγώς A1 : ἀνεωγότος)
280
τόπον ἀποκατασταθήσεται· καὶ οὐκέτι ῥεύσει ὁ Π κρουνός. καὶ τοῦτο, ὁσάκις ἂν ὑποσπᾶται καὶ προσφέρηται τὸ ποτήριον. δεῖ δὲ αὐτὸ μὴ ὅλον ὑποσπάσαι, ἵνα μὴ ὅλον γυμνωθῇ τὸ σκέλος τοῦ σίφωνος. ὁ μὲν οὖν ΜΝ σωλὴν εἰς θύρσον διεσκευάσθω, ὁ δὲ ΡΝ εἰς τὴν περὶ τοῦτον διάμετρον, ἵνα εὐδιάθετον ᾖ τὸ ὅραμα.

Λαγύνου κατασκευὴ τῆς φθεγγομένης, ὅταν προΐηται ὑγρόν.

Ἔστω ἡ ὑπογεγραμμένη λάγυνος διαπεφραγμένη τὸν μὲν τράχηλον τῷ ΑΒ, τὸ δὲ στόμα τῷ Γ∠. διὰ δὲ ἀμφοτέρων τῶν διαφραγμάτων σωλὴν διώσθω ὁ ΕΖ συντετρημένος ἀμφοτέροις τοῖς διαφράγμασι. τὸ δὲ τῆς λαγύνου ὠτίον ἔστω τὸ ΗΘ. ἐκ δὲ τοῦ ἑτέρου μέρους τοῦ ὠτὸς σωλὴν ἔστω ὁ ΚΛ συντετρημένος μὲν τῷ ΑΒ διαφράγματι, ἀπὸ δὲ τοῦ Γ∠ [*](οὐκέτι ῥεύσει ὁ Π κρουνός. καὶ τοῦτο, ὁσάκις ἂν ὑποσπᾶται καὶ προσφέρηται τὸ ποτήριον. δεῖ δὲ αὐτὸ μὴ ὅλον ὑποσπάσαι, ἵνα μὴ ὅλον γυμνωθῇ τὸ σκέλος τοῦ σίφωνος.) [*](a 280, 11—282, 13 Ἔστω . . . ἀντιμεταχωροῦντος ═ b 28Ο, 22—282, 27: Ἔστω ἡ ὑπογεγραμμένη λάγυνος διαπεφραγμένη τὸν 〈μὲν〉 τράχηλον τῷ ΑΒ, τὸ δὲ στόμα τῷ Γ∠. διʼ ἀμφοτέρων δὲ τῶν διαφραγμάτων σωλὴν διώσθω ὁ ΕΖ συντετρημένος ἀμφοτέροις τοῖς διαφράγμασι, τὸ δὲ τῆς λαγύνου ὠτίον ἔστω τὸ ΗΘ. ἐκ δὲ τοῦ ἀντικρὺ τοῦ ὠτίου μέρους σωλὴν ἔστω ὁ ΚΛ συντετρημένος μὲν τῷ ΑΒ διαφράγματι, ἀπὸ δὲ τοῦ Γ∠ ἀπέχων, ὅσον ὕδατι διάρ-) [*](1 ἀποκατασταθήσεται AG: ἀποκαταστήσεται T 2 f. τοῦτο 〈ἔσται〉 3 ὑποσπᾶσαι A 2 G T: ὑποσπάσθαι A1 5 f. θύρσον 〈τὸν PΝ〉 6 διάμετρον a: f. περίμετρον 12 23 f τῷ ΑΒ 〈διαφράγματι〉 14 συντετρημένος a: f. συνεστεγνωμένος) [*](15 ηθ AG T2:  κθ 1)

282
ἀπέχων ὅσον ὕδατι διάρρυσιν. πρὸς δὲ τῷ Γ∠ συρίγγιον ἔστω τὸ Μ δυνάμενον φθέγγεσθαι. πληρωθήσεται οὖν ἡ λάγυνος διὰ τοῦ ΕΖ σωλῆνος, τοῦ ἀέρος ἐκχωροῦντος διά τε τοῦ ΚΛ σωλῆνος καὶ διὰ τοῦ Μ συριγγίου. ὅταν οὖν κατασχόντες τὸ ὠτίον τῆς λαγύνου ἐπικλίνωμεν, ὥστε προέσθαι, προήσεται μὲν διὰ τοῦ ΕΖ σωλῆνος εἰς τὸ ἐκτὸς μέρος· διὰ δὲ τοῦ Κ Λ τὸ ὑγρὸν χωρήσει εἰς τὸν ΒΓ τράχηλον· ὁ δὲ ἐν αὐτῷ ἀὴρ ἐκκρουόμενος διὰ τοῦ Μ συριγγίου φθέγξεται. ἔστω δὲ καὶ ἐν τῷ ΑΒ διαφράγματι τρύπημα ἕτερον, διʼ οὖ ὀρθωθείσης τῆς λαγύνου τὸ ἐν τῷ τραχήλῳ ἀπολειφθὲν ὑγρὸν πάλιν χωρήσει εἰς τὸ κύτος τῆς λαγύνου τοῦ ἀέρος ἀντιμεταχωροῦντος.

[*](215)

Ἐπί τινος βάσεως ἀγγείου ὄντος οἶνον ἔχοντος καὶ κρουνὸν ἀνεῳγότα παραφερομένης λείας ποιῆσαι ῥέειν τὸν κρουνὸν πρὸς μέτρον, οἷον ὁτὲ μὲν ἡμικοτύλιον, ὁτὲ δὲ κοτύλην καὶ καθόλου ὅσον ἐάν τις προαιρῆται.

[*](ρυσιν εἶναι. πρὸς δὲ τῷ Γ∠ συρίγγιον ἔστω τὸ Μ δυνάμενον φθέγγεσθαι. πληρωθήσεται οὖν ἡ λάγυνος διὰ τοῦ ΕΖ σωλῆνος, τοῦ ἀέρος ἐκχωροῦντος διά τινος διαυγίου τοῦ Ν, ὃ μετὰ τὴν πλήρωσιν τοῦ ἀγγείου ἀποφραχθήσεται. ἔσται δὲ ἕτερον ἀνεῳγὸς τὸ ὅταν οὖν κατέχοντες τὸ ὠτίον τῆς λαγύνου ἐπικλίνωμεν, ὥστε προέσθαι ὕδωρ, προήσεται μὲν διὰ τοῦ ΕΖ. σωλῆνος εἰς τὸ ἐκτὸς μέρος· διὰ δὲ τοῦ ΚΛ χωρήσει τὸ ὑγρὸν εἰς τὸν ΓΒ τράχηλον· ὁ δὲ ἐν αὐτῷ ἀὴρ ἐκκρουόμενος διὰ τοῦ Μ συριγγίου φθέγξεται.)[*](1 ὕδατι AG1 T: ὕδατος G2 10 φθέγξεται AG: φθέγγεται T)[*](13 τοῦ ἀέρος ἀντιμεταχωροῦντος A1 G2: ὁ ἀὴρ ἀντιμεταχωρεῖ A2mg. (etiam in textu ex -ροῦντος A2 -ρεῖ αὐτός corr.), G1: τοῦ ἀέρος ἀντιμεταχωρεῖ αὐτός Τ 16 ποιῆσαι Τb: ποιῆσθαι Α: ποιεῖσθαι G1, σθ expunxit et σ supra scripsit G2)
284

Ἔστω τὸ μὲν ἀγγεῖον τὸ ΑΒΓ, ἐν ᾧ ὁ οἷνος ἐγχυθήσεται, κρουνὸς δὲ ἐν αὐτῷ παρὰ τὸν πυθμένα ἔστω ὁ ∠. διαπεφράχθω δὲ τὸν τράχηλον τῷ ΕΖ διαφράγματι. διὰ δὲ τοῦ ΕΖ διαφράγματος διώσθω σωλὴν ὁ ΗΘ ἀπέχων ἀπὸ τοῦ πυθμένος τοῦ ἀγγείου ὅσον ὕδατι διάρρυσιν. ἡ δὲ ὑποκειμένη τῷ ἀγγείῳ βάσις ἔστω ἡ ΚΛΜΝ. ἕτερος δὲ σωλὴν ἔστω ὁ ΞΟ ἀπέχων μὲν ἀπὸ τοῦ διαφράγματος βραχύ, διήκων δὲ διὰ τῆς βάσεως. ἔστω δὲ καὶ ἐν τῇ βάσει ὕδωρ ἐπιφράσσον τὸ στόμιον τοῦ ΞΟ σωλῆνος. ἔστω δὲ καὶ κανὼν ὁ ΠΡ ἔχων τὸ μὲν ἥμισυ μέρος ἐντὸς τῆς βάσεως, τὸ δὲ ἥμισυ ἐκτὸς κηλωνευόμενον περὶ τὸ Σ σημεῖον. ἐκκρεμάσθω δὲ ἐκ τοῦ Π ἄκρου τοῦ κανόνος κλεψύδρα ἡ Τ τρύπημα ἔχουσα ἐν τῷ πυθμένι. τὸ μὲν οὖν ἀγγεῖον πληρώσομεν διὰ τοῦ ΗΘ σωλῆνος, πρὶν ἐγχυθῆναι τὸ ἐν τῇ βάσει ὕδωρ, τοῦ ἀέρος ἐκχωροῦντος διὰ τοῦ ΞΟ σωλῆνος, καταλαβόμενοι τὸν ∠ κρουνόν. εἶτα ἐμβαλοῦμεν ἐν τῇ βάσει τὸ ὕδωρ διά τινος ὀπῆς, ἄχρις οὐ ἐπιφράξωμεν τὸ Ο [*](a 284, 18—288, 7 εἶτα ἐμβαλοῦμεν ... ἀφῶμεν ῥεῖν ═ b 284, 21—288, 24: εἶτα ἐμβαλοῦμεν ἐν τῇ βάσει τὸ ὕδωρ διά τινος ὀπῆς, ἄχρις οὗ ἐπιφράξωμεν τὸ Ο στόμιον·) [*](1 τὸ (prius) om. T αβγ AGT2: αβ T1 2 ἐγχυθήσεται Gb: ἐκχυθήσεται A T 4 δὲ G2 Tb: om. AG1 7 ἔστω (ante ὁ) om. T 9 f. διὰ 〈τῆς στέγης〉 τῆς βάσεως δὲ Tb: om. AG) [*](11 μέρος AGT2b: μέτρον T1 12 κηλωνευόμενον AGT2 (-λον- A): κηλωνευόμενος T1 b 15 ηθ BCGL: θη APT) [*](17 καταλαβόμενοι AG b: καταλαμβανόμενοι T 19 ἐπιφράξωμεν T: ἐπιφράξομεν AG) [*](1 αβ bL 2 παρὰ a: περὶ bL 3 τὸ δ B 6 διάρρυσιν εἶναι b 9—10 ἔστω . . . σωλῆνος om. bL 13 ἐκ a: ἐκτὸς b: ex L 15 πληρώσωμεν P 22 ἐπιφράξωμεν BP: ἐπιφράξομεν C)

286
στόμιον, καὶ ἀφῶμεν τὸν ∠ κρουνόν. φανερὸν οὖν ὅτι οὐ ῥεύσει ὁ οἶνος διὰ τὸ μηδαμόθεν ἀέρα δύνασθαι εἰσκριθῆναι. ὅταν δὲ κατάξωμεν τὸ Ρ ἄκρον τοῦ κανόνος, ἐπαρθήσεται μέρος τι τῆς κλεψύδρας ἐκ τοῦ ὕδατος, καὶ γυμνωθείσης τῆς Ο ἀναπνοῆς ῥεύσει ὁ ∠ κρουνός, ἄχρις ἂν τὸ μετεωρισθὲν τῇ κλεψύδρᾳ ὕδωρ ἀπορρεῦσαν ἐπιφράξῃ τὴν Ο ἀναπνοήν. ἐὰν δὲ πάλιν [*](216) πληρωθείσης τῆς κλεψύδρας κατάγωμεν τὸ Ρ ἄκρον πλέον ἢ τὸ πρότερον, πλείονα χρόνον ἐκρεύσει τὸ ἐν τῇ κλεψύδρᾳ μετεωρισθὲν ὑγρόν, ὥστε καὶ ἐκ τοῦ κρουνοῦ πλέον ῥυήσεται. ἐὰν δὲ καὶ ὅλη ἡ κλεψύδρα μετεωρισθῇ, πολλῷ πλέον ῥυήσεται. ἵνα οὖν μὴ τῇ χειρὶ κατάγωμεν τὸ Ρ ἄκρον τοῦ κανόνος, ἔσται τις λεία ἡ Φ παραφερομένη ἐν τῷ ἐκτὸς μέρει τοῦ κανόνος [*](ἀφήσομεν δὲ καὶ τὸν ∠ κρουνόν. φανερὸν οὖν ὅτι οὐ ῥεύσει ὁ οἶνος διὰ τὸ μηδαμόθεν δύνασθαι εἰσκριθῆναι ἀέρα. ἀποφράττομεν γὰρ καὶ τὸ Η στόμιον τοῦ ΗΘ σωλῆνος. ὅταν δὲ καταγάγωμεν τὸ Ρ ἄκρον τοῦ κανόνος, ἐπαρθήσεται μέρος τι τῆς κλεψύδρας ἐκ τοῦ ὕδατος, καὶ γυμνωθείσης τῆς Ο ἀναπνοῆς ῥεύσει ὁ ∠ κρουνός, ἄχρις ἂν τὸ μετεωρισθὲν τῇ κλεψύδρᾳ ὕδωρ ἀπορρεῦσαν ἀποφράξῃ τὴν Ο ἀναπνοήν. ἐὰν δὲ πάλιν πληρωθείσης τῆς κλεψύδρας καταγάγωμεν τὸ Ρ ἄκρον πλέον ἢ πρότερον, πλείονα χρόνον ἐκρεύσει τὸ ἐν τῇ κλεψύδρᾳ μετεωρισθὲν ὕδωρ, ὥστε καὶ ἐκ τοῦ κρουνοῦ πλέον ῥυήσεται. ἵνα οὖν μὴ τῇ χειρὶ κατάγωμεν τὸ Ρ ἄκρον τοῦ κανόνος, ἔστω τις λεία ἡ Φ παραφερομένη ἐν τῷ ἐκτὸς μέρει τοῦ κανόνος τῷ ΡΧ. καὶ) [*](1 ἀφῶμεν: f. ἀφήσομεν. cf. lin. 15 3 f. εἰσκριθῆναι ... ὅταν. cf. lin. 16— 18 9 τὸ om. T) [*](17 ἀποφράττομεν scripsi secundum L (obturamus): ἀναφράττομεν b γὰρ BCL: om. P ΗΘ scripsi: ηζ B: .e.z L: κζ CP) [*](23 καὶ ante πλείονα inser. L (et) 26 ἔστω BC: ἔσται P: sit L)
288
τῷ ΡΧ. καὶ ὅταν μὲν ἐγγὺς τοῦ Ρ, ὅλην ἀνάξει. τὴν κλεψύδραν· ὅταν δὲ ἀπώτερον, ἔλαττον. πείρᾳ οὖν εὑρόντες τὰ μέτρα ἃ βουλόμεθα ῥεῖν τὸν ∠ κρουνόν, ἐντομὰς ποιήσωμεν ἐν τῷ Ρ κανόνι καὶ ἐπιγραφὰς τῶν μέτρων, ὥστε ὁπόταν βουλώμεθα μέρος τι ἐκρεῦσαι, ἐπʼ ἐκείνην τὴν ἐντομὴν παράγοντες τὴν λείαν ἀφῶμεν ῥεῖν.

Ῥυτοῦ κατασκευή, ὥστε ἐν ἀρχῇ μὲν κρᾶμα ῥέειν, ὅταν δὲ βουλώμεθα ἐπεγχυνομένου ὕδατος, τὸ ὕδωρ αὐτὸ καθʼ αὑτὸ ἐκρέειν, καὶ πάλιν κρᾶμα.

Ἔστω ῥυτὸν τὸ ΑΒ διαπεφραγμένον τὸν τράχηλον τῷ Γ ∠ διαφράγματι, διʼ οὗ σωλὴν διώσθω ὁ ΕΖ φέρων εἰς τὴν ἔκρυσιν, τρημάτιον ἔχων ἐντὸς τοῦ ῥυτοῦ τὸ Η. διαύγιον δὲ ἔστω ἐν τῷ ῥυτῷ ὑπὸ τὸ διάφραγμα, τὸ Θ. ἐὰν οὖν καταλαβόμενοι τὴν Ζ ἔκρυσιν ἐγχέωμεν τὸ κρᾶμα, εἰσελεύσεται εἰς τὸ ῥυτὸν διὰ τοῦ Η. τρηματίου· ὅταν δὲ ἀφῶμεν τὴν ἔκρυσιν, [*](ὅταν μὲν ἐγγὺς τοῦ Ρ, ὅλην ἀνάξει τὴν κλεψύδραν· ὅταν δὲ ἀπώτερον, ἔλαττον. πείρᾳ οὗν εὑρόντες τὰ μέτρα ἃ βουλόμεθα ῥεῖν τὸν ∠ κρουνόν, ἐντομὰς ποιήσομεν ἐν τῷ ΧΡ κανόνι καὶ ἐπιγραφὰς τῶν μέτρων, ὥστε ὁπόταν βουλώμεθα τοσόνδε μέρος ἐκρεῦσαι, ἐπʼ ἐκείνην τὴν ἐντομὴν παράγοντες τὴν λείαν ἀφιέναι ῥεῖν.) [*](1 ρχ A (sed χ in κ, ut videtur, corr.), T: ρυ G μὲν om T1, add T2 2 ἀπώτερον T1: εὐπώτερον AT2 (εὐποτ. G1, ἀποτ. G2) 3. 20— 21 f. μέτρα 〈πρὸς〉 ἃ. cf. p. 282, 17 4 ποιήσωμεν AG: ποιήσομεν T 7 ἀφῶμεν: f. ἀφήσομεν 13 τῶ G2 b: τὸ AG1: ὧ T διαφράγματι bL: om. a 14 f. 〈καὶ〉 τρημάτιον 17 ἐκχέωμεν T 18 ἀφῶμεν A2 G Tb: ἀφῶ A1) [*](11 ῥέειν B 18 ὅταν a: ἐὰν b 19 ἀνάξει B: ἀλλάξει CP: adaperiet L 20 οὖν om L 21 βουλώμεθα B)

290
ῥεύσει τὸ κρᾶμα, τοῦ ἀέρος εἰσπίπτοντος διὰ τοῦ Θ διαυγίου. ὅταν δὲ καταλαβόμενοι τὸ Θ διαύγιον ὕδωρ καθαρὸν ἐπεγχέωμεν, τὸ μὲν κρᾶμα οὐ ῥυήσεται διὰ τὸ μὴ ἔχειν παρείσδυσιν τὸν ἀέρα, ὕδωρ δὲ καθαρόν. ὅταν δὲ ἀνῶμεν τὸ Θ, ἀμφότερα ῥυήσεται, τό τε ὕδωρ καὶ τὸ κρᾶμα, ὃ δὴ ἐξ ἀμφοτέρων πάλιν γίνεται κρᾶμα.

[*](217)

Ἀγγείου ὄντος ἐπὶ βάσεως καὶ κρουνὸν ἔχοντος ὑπεράνω τοῦ πυθμένος --- καὶ ἐγχυνομένου εἰς αὐτὸ ὕδατος, ὁτὲ μὲν καθαρὸν τὸ ὕδωρ ἐκρέειν, ὁτὲ δὲ κρᾶμα, ὁτὲ δὲ μόνον ἄκρατον.

Ἔστω ἀγγεῖον τὸ ΑΒ ἐπὶ βάσεως κρουνὸν ἔχον τὸν Γ ∠, οὗ τὸ Γ στόμιον ὑπεράνω ἔστω τοῦ πυθμένος τοῦ ἀγγείου. διαπεφράχθω δὲ τὸν τράχηλον τῷ ΕΖ διαφράγματι, διʼ οὗ καθείσθω σωλὴν ὁ ΗΘ μικρὸν ὑπερέχων τοῦ διαφράγματος εἰς τὸ ἄνω μέρος, ἀπέχων δὲ ἀπὸ τοῦ πυθμένος τοῦ ἀγγείου ὅσον ὕδατι διάρρυσιν. ἔστω δὲ καὶ ἕτερος σωλὴν πρὸς τῇ γάστρᾳ τοῦ ἀγγείου ὁ Κ Λ ἐκτός, ᾧ ὑποκείσθω ἀγγεῖον ἀκράτου τὸ Κ Μ. ἔστω δὲ καὶ ἐν τῷ ΕΖ διαφράγματι λεπτὸν τρύπημα τὸ Ν. τούτων οὖν ὄντων ἐὰν ἐγχέωμεν [*](1 εἰσπίπτοντος AG T2 b: ἐκπίπτοντος T1 3 ἐπεγχέωμεν Tb: ἐπιχέωμεν AG 6 ὃ codd.: f. καὶ 10 f. πυθμένος 〈καὶ σωλῆνα, ᾧ ὑπόκειται ἀγγεῖον ἀκράτου,〉. cf. lin. 20. p. 292, 16) [*](14 τὸν Tb: τὸ AG 18—20 ὅσον ... ἀγγείου om. G1, add. G2) [*](22 f. 〈οὕτως〉 ὄντων, his autem ita se habentibus L) [*](10 post πυθμένος add. ἔχοντος δὲ καὶ οἶνον bL 11 ἐκρέειν aCP: ῥέειν B 12 τὸ ἄκρατον BC 14 Γ om. P) [*](15 δὲ om. P collum .a.b. L 16 καθείσθω B: κείσθω CP: expellatur L 18—19 διάρρυσιν εἶναι b 19 γάστρᾳ a: κοιλίᾳ b)

292
ὕδωρ εἰς τὸ ἀγγεῖον διὰ τοῦ τραχήλου, τὸ μὲν περὶ τὴν ὑπεροχὴν τοῦ σωλῆνος ἐν τῷ τραχήλῳ μενεῖ, τὸ δὲ ὑπὲρ τοῦτον εἰς τὸ κύτος ἐνεχθήσεται, ἄχρις ἂν ἐπὶ τὸ Γ στόμιον τοῦ κρουνοῦ παραγένηται. καὶ οὕτως καθαρὸν τὸ ὕδωρ ἐκρυήσεται. ἀρξαμένου δὲ ῥέειν τοῦ κρουνοῦ, καθάπερ ἐπὶ τοῦ διαβήτου συνεπισπάσεται καὶ τὸν ἐν τῷ Κ Μ ἀγγείῳ ἄκρατον, καὶ ἐκρυήσεται κρᾶμα. ὅταν δὲ δαπανηθῇ τὸ ὕδωρ, τότε ἄκρατος μόνος ῥυήσεται, εἰ μὴ παρʼ ὅσον τὸ παρὰ τὸ ΕΖ διάφραγμα ὕδωρ συνεπισπάσεται. ὅταν δὲ διὰ τοῦ Ν τρυπήματος πᾶν ἐκρεύσῃ τὸ περὶ τὸ διάφραγμα ὑδάτιον, τότε παρεισελθὼν ὁ ἀὴρ διαλύσει τε τὴν συνέχειαν, καὶ οὐδὲν ἔτι ῥεύσει.

Ἀγγείου ὄντος πλήρους οἴνου καὶ κρουνὸν ἔχοντος, ᾧ ὑπόκειται ποτήριον, πρὸς μέτρον τὸ δοθὲν τὸν οἶνον εἰς τὸ ποτήριον ἐπιρρέειν.

Ἔστω τὸ τὸν οἶνον ἔχον ἀγγεῖον τὸ ΑΒ κρουνὸν [*](218) ἔχον τὸν Γ ∠ τὸ δὲ πρὸς τῷ Γ στόμιον τοῦ κρουνοῦ λείαν ἐχέτω τὴν ἄνω ἐπιφάνειαν, ὥστε τυμπανίου [*](2 μενεῖ TbL: μένει AG 8 τότε om. G1, add G2 f. ὕδωρ 〈καὶ ἀποφραγῇ τὸ στόμιον τοῦ σωλῆνος〉 10 ὅταν T: ὅτε AGb 10—11 διὰ τοῦ N G2 Tb: om. AG1 11 ἐκρεύση A (η ex ει corr.), G: ἐκρεύσει T, ῃ supra scripsit ead. m. περὶ ab: f. παρὰ cf. lin. 9 18 ἔστω τὸ ἀγγεῖον τὸ τὸν οἶνον ἔχον τὸ αβ tr. T 19 τῷ Tb: τὸ AG) [*](7 ημ CP 8 ὁ ἄκρατος B 11 ἐκρεύσει b 13 Ἀγγείου ὄντος ἐπὶ βάσεως . . . λεπτὸν τρύπημα τὸ (290, 9—22) hic iterat C 15 οἴνου om. L 20 ἄνω om. bL ἐπιφάνειαν ἀκριβῶς b, superficie ad amussim levigata L)

294
ἐπιτεθέντος τοῦ Ε Ζ στέγειν τὸ ὕδωρ. ἔστω δὲ καὶ κανόνιον ὀρθὸν πεπηγὸς ἐπὶ τοῦ ὠτὸς τὸ ΗΘ, ἀφʼ οὗ ἕτερον κηλωνευέσθω τὸ Κ Λ. ἔστω δὲ καὶ ἕτερος κανὼν ὑπὸ τὴν βάσιν τοῦ ἀγγείου ὁ ΜΝ κηλωνευόμενος περὶ τὸ Ξ· ἕτεροι δὲ δύο κανόνες οἱ ΚΟ, ΛΠ προσήφθωσαν ἐν περόναις κινούμενοι, ὥστε ὁπόταν κατάγῃ τις τὸ Μ ἄκρον τοῦ κανόνος, ἐπαιρομένου τοῦ Ε Ζ τυμπάνου ἀνοίγεσθαι τὸν κρουνὸν καὶ ἐκρεῖν, ἀφεθέντος δὲ πάλιν κατακλείεσθαι. ἐπικείσθω οὖν τῷ ΜΝ κανόνι ποτήριον, εἰς ὃ βουλόμεθα τὸ πρὸς μέτρον ὑγρὸν δέξασθαι, καὶ ἔσται τὸ Ρ ὑποκείμενον τῷ κρουνῷ. ἔστω δὲ καὶ λεία τις ἡ Σ δυναμένη διὰ κρίκου παράγεσθαι εἰς τὴν ὑπεροχὴν τοῦ κανόνος τὴν ΜΟ. ἐὰν οὖν παράξω εἰς τὸ πρὸς τῷ Μ μέρος, ἀνοιχθήσεται ὁ κρουνὸς καὶ ῥεύσει εἰς τὸ ποτήριον, καὶ βαρουμένου τοῦ ποτηρίου πάλιν ἀνανεύσει ἡ λεία καὶ ἀποκλείσει τὸν κρουνόν. ἵνα οὖν πρὸς μέτρον ἀπορρέῃ, ἐμβεβλήσθω εἰς τὸ ποτήριον, εἰ τύχοι, κοτύλη. τὸ δʼ ἐκ τοῦ κρουνοῦ ἐκρέον ἐν ἄλλῳ ἀγγείῳ λαμβανέσθω, καὶ παραγέσθω ἡ λεία, ἕως οὗ πρώτως μηκέτι [*](1 καὶ AG T2 b: τὸ T1 3 κηλωνευέσθω b: κηλωνευέτω a) [*](5 δύο om. G κο, T: κολν AGb: om. L 9 δὲ om. T1, add. T2 10 εἰς om. T1, add. T2 βουλώμεθα T 11 ἔσται AG: ἔστω Tb: sit L 12 ἡ AGT2 b: τὸ T1 14 ἐὰν AG T2 b: ὅταν T1 τῷ Mb: τὸ a 15 f. 〈τὸ ὑγρὸν〉 ῥεύσει 17 οὖν AG b: γοῦν T 18 ποτήριον: f. ἀγγεῖον 19 δʼ ἐν AC: δὲ ἐν BGPT ἐκρέον AG T2 b: ῥέον T1 20 παραγέσθω T1 b: παραγενέσθω AG T2 οὗ: οὖν T) [*](1 cooperiatur L (στέγεσθαι?) 2 ἀφʼ aCP: ἐφʼ B, Vind. 120) [*](4—5 κηωνευόμενος καὶ οὗτος b L 8 τυμπανίου 11 δέξασθαι a: ἐκρεῖν b, fluere L 14 μο BL: μ CP παράξω a: παραγάγωμεν αὐτὴν bL 16 βαρουμένου a: βαρυνομένου b) [*](18 τύχοι CP: τύχη B 20 πρώτως om. L)
296
ῥέῃ ὁ κρουνός, καὶ σεσημειώσθω ἐπὶ τοῦ κανόνος καὶ ἐπιγεγράφθω κοτύλη· ὁμοίως δὲ καὶ ἡμικοτύλη καὶ δύο κοτυλῶν· καὶ οὗ ἐὰν βουλώμεθα μέτρου, τὰ αὐτὰ ποιήσομεν καὶ ἕξομεν τῶν μέτρων τὰ σημεῖα, καθʼ ἃ δεῖ παραγομένην τὴν λείαν τὰ μέτρα ἀποδιδόναι. δυνατὸν δὲ ἀντὶ τοῦ Ε Ζ τυμπανίου περιτίθεσθαι τῷ κρουνῷ ὡς στεγνόν τι ἀγγεῖον, ὥστε διαστελλομένου τοῦ ὑγροῦ ὑπὸ τοῦ ἐν αὐτῷ ἀέρος μηκέτι ῥέειν τὸν κρουνόν.

[*](219)

Ἀγγείου οἶνον ἔχοντος καὶ κρουνὸν καὶ ὑποκειμένου κρατῆρος, ὅσον ἄν τις τοῦ κρατῆρος ἀφέληται, τοσοῦτον εἰς αὐτὸν ἐπιρρέειν οἶνον ἐκ τοῦ κρουνοῦ.

Ἔστω τὸ τοῦ οἴνου ἀγγεῖον τὸ ΑΒ (κρουνὸς δὲ ὁ Γ∠) ἔχον τὸ ΕΖ τυμπάνιον καὶ τοὺς ΗΘ, ΚΛ, ΚΟ, ΛΜ κανόνας ὡς καὶ ἐπάνω· ὑποκείσθω δὲ τῷ κρουνῷ ποτήριον τὸ Π· τῷ δὲ ΚΟ κανονίῳ προσφυὲς ἔστω λεβητάριον τὸ Ρ ἐνὸν ἐν ἀγγείῳ τῷ ΣΤ. σωλὴν δὲ ὁ ΥΦ συντετρήσθω τοῖς ΣΤ, Π ἀγγείοις. τούτων --- ὄντων καὶ κενῶν ὄντων τῶν Π, ΣΤ ἀγγείων τὸ [*](1 ῥέη T: ῥέει AG b σεσημειώσθω Tb: σεσημαιώσθαι AG) [*](2 f. κοτύλης et ἡμικοτύλης 4 καὶ AG b: ἕως T μέτρων AG b: μερῶν T 6 τοῦ Tb: om. AG 7 ὡς suspectum, nisi quid intercidit 15 ἔχον AG: ἔχων Tb 15— 16 τοὺς ... κανόνας A1 G: τὰ ... κανόνια A2 Tb 18 τῷ CG2PT: τὸ ABG,) [*](20 lacunam statui; f. τούτων 〈οὖν οὕτως〉 ὄντων, his ita (itaque cod Taurin.) se habentubus L: τούτων δὲ ὄντων Leid. Voss. 19 καὶ κενῶν ὄντων om. T) [*](1 κανόνος aB: κανονίου CP 2 ἡμικοτύλιον BCL 3 κοτυλῶν a: κοτύλαι b οὗ ἐὰν a: ὃ ἂν b μέτρον b 6 et pro (═ καὶ ἀντὶ) L τυμπανίου a: τυμπάνου b 7 ὡς: et L) [*](8 ὑγροῦ a: ἀέρος bL 16 KO om. b: ΚΟΛ om. L 17 Π: .x.r. L 19 στπ aBL: τπ P: τ π C 20 στπ bL)

298
Ρ λεβητάριον πρὸς τῷ πυθμένι ἔσται τοῦ ΣΤ ἀγγείου καὶ ἀνοίξει τὸν Γ∠ κρουνόν. ῥέοντος δὲ αὐτοῦ εἰς ἀμφότερα τὰ ΤΣ Π ἀγγεῖα, προσαναβαῖνον τὸ λεβητάριον πάλιν κλείσει τὸν κρουνόν, ἕως οὗ πάλιν ἀφέλωμεν ἀπὸ τοῦ κρατῆρος. καὶ τοῦτο ἔσται, ὁσάκις ἂν ἀφέλωμεν.

θησαυροῦ κατασκευὴ τροχὸν ἔχοντος στρεφόμενον χάλκεον, ὃς καλεῖται ἁγνιστήριον· τοῦτο γὰρ εἰώθασιν

300
οἱ εἰς τὰ ἱερὰ εἰσιόντες στρέφειν. ἔστω οὖν τοῦ τροχοῦ στραφέντος μελαγκορύφου γίνεσθαι φωνήν, καὶ αὐτὸ δὲ τὸ ὀρνύφιον ἐφεστὼς στρέφεσθαι, σταθέντος δὲ τοῦ τροχοῦ μηκέτι φθέγγεσθαι τὸν μελαγκόρυφον μήτε στρέφεσθαι.

Ἔστω θησαυρὸς μὲν ὁ ΑΒΓ∠, ἄξων δὲ διακείμενος ἐν αὐτῷ ὁ ΕΖ εὐλύτως δυνάμενος στρέφεσθαι, ᾧ συμφυὴς ἔστω ὁ ΘΚ τροχός, ὃν δεῖ στρέφειν. ἔστωσαν δὲ τῷ ἄξονι δύο τροχοὶ συμφυεῖς ἐντὸς οἱ Λ, Μ, ὧν ὁ μὲν Λ ἐξελίκτραν ἐχέτω, ὁ δὲ Μ ἀκτινωτὸς ἔστω. περὶ δὲ τὴν ἐξελίκτραν σπάρτος ἐπειλήσθω, ἧς ἀπὸ [*](220) τοῦ ἄκρου ἐκκρεμάσθω πνιγεὺς ὁ Ν σωλῆνα ἔχων | τὸν ΞΟ καὶ συρίγγιον ἔχων ἐπʼ ἄκρου μελαγκορυφίζον. ὑποκείσθω δὲ τῷ πνιγεῖ ὕδατος ἀγγεῖον τὸ ΠΡ. καθείσθω δὲ καὶ ἀξονίσκος ὁ Σ ἀπὸ τῆς κορυφῆς τοῦ θησαυροῦ εὐλύτως δυνάμενος στρέφεσθαι, πρὸς μὲν τῷ Σ ἔχων τὸν μελαγκόρυφον, πρὸς δὲ τῷ Τ ʼἀκτινωτὸν τύμπανον ἐμπεπλεγμένον τῷ Μ τυμπάνῳ. συμβήσεται οὖν ἐπιστραφέντος τοῦ ΘΚ τροχοῦ ἐπειλεῖσθαι τὴν σπάρτον περὶ τὴν ἐξελίκτραν καὶ ἀνέχειν τὸν πνιγέα, ἀφεθέντος δὲ τοῦ τροχοῦ τῷ βάρει καταφερόμενον [*](1 f. οὖν 〈δέον〉. cf. p 302, 10 3 ὀρνύφιον AG: ὀρνίθιον Tb ἐφεστὼς ab: ἐφεστὸς M, alii deteriores 3—4 σταθέντος scripsi: ταθέντος A1: στραφέντος A2GL Tb 5 μήτε AG: μηκέτι T 10 Λ om. AG 11 σπάρτον A 14 ὕδατος G2 Tb: om. AG1 17 Σ om. T 19 κθ T 19—20 ἐπειλεῖσθαι AG2 Tb, εῖ ex ῆ corr. A: ἐπειλῆσθαι G1) [*](1 ἔστω: accidet (═ συμβήσεται) L 5 μήτε στρέφεσθαι om CP στρέφεσθαι τὸν μελαγκόρυφον B 6 διακείμενος aCP: κείμενος BL 8 ἔστωσαν om. B 9 .l. et .m. L) [*](13 καὶ om. bL ἔχων a: ἔχοντα bL 15 καθείσθω BCL: κείσθω P ἕτερος ἀξονίσκος BCL ὁ ΣΤ om. bL ἀπὸ a: ἐκ τῶν ἄνωθεν ἤγουν bL 17 τῷ BC: τὸ (bis) P 19 θ BL)

302
τὸν πνιγέα εἰς τὸ ὕδωρ τὸν ἧχον ἀποτελεῖν τοῦ ἀέρος ἐκθλιβομένου, ἅμα δὲ καὶ τὸν μελαγκόρυφον ἐπιστρέφεσθαι διὰ τῆς τῶν τυμπάνων ἐπιστροφῆς.

Ἔνιοι ἐν τοῖς ἀγγείοις ἐμβαλλόμενοι σίφωνες ῥέουσιν, ἕως ἂν ἢ κενωθῇ τὰ ἀγγεῖα ἢ ἡ τοῦ ὕδατος ἐπιφάνεια γένηται κατὰ τὸ ἐκτὸς στόμιον [*](221) | τοῦ σίφωνος· δέον ἔστω ῥέοντος αὐτοῦ, ὅτε βουλόμεθα, μηκέτι ῥέειν.

Ἔστωτιἀγγεῖον τὸ ΑΒ, ἐν ᾧ σίφων ἔστω ὁ Γ∠Ε ἔχων τὸ μὲν ἐντὸς σκέλος ἀνακεκαμμένον ὡς τὸ ΓΖΗ. ἔστω δὲ καὶ κανόνιον ὀρθὸν πεπηγὸς τὸ ΘΚ, πρὸς ὃ ἕτερον κηλωνευέσθω τὸ ΛΜ, ἐξ οὗ ἕτερον κανόνιον ἐν περόνῃ κινούμενον τὸ ΜΝ ἔχον πρὸς τῷ Ν ἄκρῳ ἀγγεῖον δυνάμενον περιβαίνειν τὴν ΖΗ τοῦ σίφωνος ἀνακαμπήν· ἐχέτω δὲ τὸ ΛΜ κανόνιον

304
βάρος ἐκκρεμάμενον πρὸς τῷ Λ, ὥστε τὸ περιβαῖνον ἀγγεῖον τὴν τοῦ σίφωνος ἀνακαμπὴν ὑπεράνω εἶναι τοῦ στομίου καὶ ῥεῖν τὸν σίφωνα. ὅταν δὲ βουλώμεθα μηκέτι ῥέειν, ἀφελοῦμεν τὸ πρὸς τῷ Λ βάρος, ὥστε καταχθῆναι τὸ πρὸς τῷ Ν ἀγγεῖον καὶ περιβῆναι τὴν Ζ Η ἀνακαμπήν. καὶ οὕτως οὐκέτι ῥεύσει ὁ διαβήτης. ὅταν δὲ βουλώμεθα ῥέειν, πάλιν ἐκκρεμάσομεν [*](221 16) τὸ βάρος.

[*](224)

Μιλιαρίου κατασκευή, ὥστε ἐπικειμένου ζῳδαρίου διεσκευασμένου εἰς φυσῶντος τρόπον αὐτό τε τὸ ζῴδιον φυσᾶν εἰς τοὺς ἄνθρακας καὶ οὕτως καίεσθαι τὸ· μιλιάριον ἔτι τε κρουνοῦ προσκειμένου παρὰ τὸν τράχηλον τοῦ μιλιαρίου καὶ ἀνεῳγότος μὴ ῥέειν, εἰ μὴ πρότερον ψυχρὸν ἂν ἐγχέομεν εἰς τι κρατήριον, τὸ δὲ ψυχρὸν μὴ πρότερον συναναμίγνυσθαι τῷ θερμῷ, εἰ μὴ εἰς τὸν πυθμένα χωρήσει, ἐκ δὲ τοῦ κρουνοῦ τὸ θερμότατον ἐκρέειν.

Ἔστω τὸ μὲν σχῆμα τοῦ μιλιαρίου οἷον ἄν τις προαιρῆται. ἐν δὲ τῇ χώρᾳ τῇ τὸ ὕδωρ δεχομένῃ [*](1 πρὸς om. T1, add. T2 τῷ AGb: τὸ T ut lin. 4 2 σίφων (sic) A 4 de futuro ἀφελοῦμεν cf. Heron. Metrica III 18 (vid. vol. ΙΙΙ), Diopt. 312, 28 Vi 10 Μιλιαρίου b: μηλιαρίου AG: μηλιαρίου T, ι supra scr. m. 1 13 μιλιάριον b: μηλιάριον a) [*](14 μηλιαρίου a ut lin. 19. p. 306, 5. 10 25. 310, 4. 314, 9 omnibus locis secundum b correxi 15 ἂν seclusi ἐγχέομεν A: ἐγχέωμεν G Tb 20 post προαιρῆται lacunam statuam. dici enim debebat, quot et qualia spatia discernenda essent, utro spatio aqua contineretur, utro carbones) [*](5 καταχθῆναι aB: κατενεχθῆναι CP 11 καὶ διεσκευασμένου b L τρόπον φυσῶντος tr. b 13 τε B: τοῦ CP) [*](15 κρατήριον a: κρατηρίδιον b 18 ἐκρέειν a: ἐκρέει bL)

306
ἀπολαμβάνεταί τις χώρα μικρὰ δυσὶ διαφράγμασιν ὀρθίοις, ὡς πάντοθεν εἶναι στεγνήν, ἐξ ἧς παρὰ τὸν πυθμένα σωλὴν συντέτρηται εἷς ὢν τῶν ὑποκειμένων τοῖς ἄνθραξιν, οὗ τὸ ἕτερον μέρος ἀποπεφράχθω, ὥστε μὴ εἰσιέναι εἰς αὐτὸν ὕδωρ ἐκ τοῦ μιλιαρίου. οἱ δὲ λοιποὶ σωλῆνες εἰς τὴν λοιπὴν χώραν, ἐν ᾗ τὸ ὕδωρ, φέρουσιν, ὥστε καιομένους τοὺς ἄνθρακας διὰ μὲν τοῦ ἑνὸς σωλῆνος τοῦ εἰς τὴν μικρὰν ἔχοντος φέρειν χώραν ἀτμὸν ἐγγεννᾶν. οὗτος δὲ διά τινος σωλῆνος συντετρημένου τῷ ἐπιφράγματι τοῦ μιλιαρίου φέρεται διὰ τοῦ στόματος τοῦ ζῳδαρίου εἰς τοὺς ἄνθρακας· ἐπινένευκε γὰρ τὸ ζῴδιον, ὥστε κάτω φυσᾶν. ἀεὶ οὖν ἀτμοῦ ἐγγεννωμένου ἀεὶ καὶ φυσᾷ. ὁ δὲ ἀτμὸς γεννᾶται ἐκ τοῦ πυρός. ἐὰν δὲ καὶ μικρὸν ὑδάτιον ἐγχέωμεν εἰς τὴν μικρὰν χώραν, πλέονα τὸν ἀτμὸν γεννήσομεν, ὥστε ὑπὲρ μέτρον φυσῶν τὸ ζῴδιον πλεῖον ἐκθερμαίνειν τὸ μιλιάριον, καθάπερ ὁρῶμεν ἐπὶ τῶν καιομένων λεβήτων ἀναφερόμενον καπνὸν ἐκ τοῦ ὕδατος. ἔσται δὲ ἀφαιρετὸν τὸ ζῳδάριον διά τινος σμηρισματίου πρὸς τὸ ἐγχύνεσθαι τὸ μικρὸν ὑγρόν. ἅμα δὲ καὶ ἐὰν μὴ βουλώμεθα τὸ ζῴδιον φυσᾶν εἰς τοὺς ἄνθρακας, ἀποστρέφομεν αὐτὸ διὰ τοῦ σμηρίσματος εἰς τὸ ἔξω μέρος. ἔστω δὲ καὶ κρατηρίδιον ἐπικείμενον τῷ ἐπιφράγματι, ἐξ οὗ σωλὴν φερέτω παρὰ τὸν πυθμένα τοῦ μιλιαρίου, ὥστε διʼ [*](4 ἀποπεφράχθω Mb: ἀποφράχθω a 6 λοιπὴν om. T) [*](11 ζωδαρίου Mb: ζωδιαρίου a 17 μηλιάριον a ut p. 308, 2. 316, 1, correxi ex h 23 σμηρίσματος G: σμηρίσμα A T) [*](1 ἀπολαμβάνεται a: ἀποληφθήτω bL (-θείτω P) 7 aqua est L φέρουσιν a: φερέτωσαν b L, 8 ἔχοντος φέρειν a:)
308
αὐτοῦ τὸ ὕδωρ τὸ ψυχρὸν ἐγχυνόμενον εἰς τὸν πυθμένα χωρεῖν. ἵνα δὲ καὶ δύνηται τὸ μιλιάριον πληροῦσθαι ἐγχυνομένου τοῦ ὕδατος καὶ ἅμα τὸ ὑπερκαχλάζον [*](a 308, 2—316, 13 ἵνα δὲ καὶ δύνηται . . . ἐμβληθήσεται ═ h 308, 5—316, 31 ἵνα δὲ δύνηται τὸ μιλιάριον καὶ) [*](5 καὶ om. L)
310
ὕδωρ μὴ ἔξω ἐκχύνηται, ἕτερον σωληνίδιον συντετρήσθω εἰς τὸ κρατηρίδιον διὰ τῆς ἐντὸς αὐτοῦ ἐπιφανείας, ὥστε μὴ τραχύτητα τῇ ὄψει παρέχειν. τὴν δὲ τοῦ μιλιαρίου κατασκευὴν ὑπʼ ὄψιν ἐκθησόμεθα.

Ἐκκείσθω δὴ κύλινδρος κοῖλος, οὗ ἕδρα μὲν ἡ ΑΒ, ἐφέδρα δὲ ἡ Γ∠ ἄλλος δέ τις κύλινδρος κοῖλος κατεσκευάσθω περὶ τὸν αὐτὸν ἄξονα τῷ προειρημένῳ, οὗ ἡ μὲν ἕδρα ἔστω ἡ ΕΖ, ἐφέδρα δὲ ἡ ΗΘ. ταῖς, δὲ ἴτυσι τῶν ἔξω τῶν κοίλων ἐπικείσθω ἐπιφράγματα [*](225) δυνάμενα συνέχειν τοὺς κυλίνδρους καὶ ἐπιφράσ| σοντα τὰς ἴτυας. ἐχέτω δὲ ὁ ΕΖΗΘ κύλινδρος σωλῆνας τοὺς ΟΚ, ΛΞ, ΜΝ, ὧν ὁ μὲν ΛΞ συντετρήσθω ἐκ [*](πληροῦσθαι ἐγχυνομένου τοῦ ὕδατος καὶ ἅμα τὸ ὑπερκαχλάζον ὕδωρ μὴ ἔξω ἐκχέηται, ἕτερον σωληνίδιον συντετρήσθω τῷ ἐπιφράγματι τοῦ μιλιαρίου καὶ ἀνακεκάμφθω εἰς τὸ κρατηρίδιον διὰ τῆς ἐντὸς αὐτοῦ ἐπιφανείας, ὥστε μὴ τραχύτητα τῇ ὄψει παρέχειν. τὴν δὲ τοῦ μιλιαρίου κατασκευὴν ὑπʼ ὄψιν ἐκθησόμεθα.) [*](Ἔστω δὴ τὸ σχῆμα τοῦ μιλιαρίου κυλινδροειδές, οὗ βάσις μὲν ἡ ΑΒ, κορυφὴ δὲ ἡ Γ∠· ἄλλος δέ τις κύλινδρος κατεσκευάσθω περὶ τὸν αὐτὸν ἄξονα τῷ προειρημένῳ, οὗ βάσις μὲν ἔστω ἡ ΕΖ, κορυφὴ δὲ ἡ ΗΘ ὑπερέχουσα τὴν Γ∠ κορυφὴν διαπεφραγμένην οὖσαν. ταῖς δὲ ἴτυσι τῶν κύκλων τοῦ τε κοίλου καὶ τοῦ κυρτοῦ ἔστωσαν κανόνες δυνάμενοι συνέχειν τοὺς κυλίνδρους διὰ τοῦ συνδέσμου τῶν κύκλων. ἐχέτω δὲ ὁ ΕΖΗΘ κύλινδρος σωλῆνας τοὺς ΟΚ, ΜΝ, ΛΞ ὧν ὁ μὲν ΛΞ ἐκ τοῦ ἑνὸς μέρους συντε-) [*](1 ἐκχύνηται AG: ἐκχύνεται T 1—2 f. συντετρήσθω ... εἰς. cf. b lin. 14—15 4 ἐκθησόμεθα Fr. Haase: ἐκθησώμεθα a) [*](5 δὴ AG: δὲ T f. μὲν 〈ἔστω〉 7 κατεσκευάσθω AG: κατασκευάσθω T 8—11 ταῖς δὲ ἴτυσι . . . τὰς ἴτυας secludi vult Rochas 9 τῶν (ante ἔξω): f. ταῖς 10 τοὺς κυλίνδρους secundum h (lin. 25) scripsi: τὴν κυλίνδρα a 11 τὰς om. G)

312
τοῦ ἑνὸς μέρους τοῦ πρὸς τῷ Ξ· οἱ δὲ λοιποὶ ἐξ ἑκατέρου μέρους διατετρήσθωσαν, καὶ ἔστωσαν αὗται αἱ ἀρχαὶ ἐξ ἑκατέρου εἰς τὴν χώραν τὴν ἐν μέσῳ τῶν κυλίνδρων. καθείσθω δὲ εἰς τὴν χώραν τὴν ἀπολαμβανομένην ὑπὸ τῶν δύο κυλίνδρων δύο διαφράγματα τὰ ΕΗ, ΖΘ ἀπολαμβάνοντα χώραν τὴν ΗΘΕΖ, εἰς ἣν τετρήσθω τὸ εἰρημένον σωληνάριον τὸ ἐκ τοῦ ἑνὸς μέρους τετρημένον. ἐπικείσθω δὲ τῷ ἐπιφράγματι, τουτέστι τῷ ΗΘ, σωληνάριον ἔχον τὸ ζῳδάριον ἐπικείμενον καὶ συντετρημένον· καὶ διόλου δὲ τὸ ζῳδαρίδιον τετρήσθω καὶ ἐπικεκάμφθω πρὸς τὸ ἐννεύειν εἰς τὴν τῶν ἀνθράκων χώραν. πρὸς δὲ τὸ ὁπόταν βουλώμεθα μὴ φυσᾶν τὸ ζῳδάριον ὁ σωλήν, ἐφʼ ᾧ κάθηται, συνεσμηρισμένος ἔστω ἑτέρῳ, ὡς ὅταν ἐπιστρέψωμεν αὐτὸν εἰς τὸ ἔξω μέρος, οὐκέτι φυσήσῃ [*](τρήσθω τῷ ΕΖΗΘ κυλίνδρῳ, οἱ δὲ λοιποὶ ἐξ ἑκατέρου μέρους, ὥστε εἷναι αὐτοὺς εἰς ἀρχὰς καὶ ἐξ ἑκατέρου μέρους εἰς τὴν χώραν τὴν μεταξὺ τῶν κυλίνδρων. διῃρήσθω δὲ ἡ χώρα αὕτη διὰ δύο διαφραγμάτων τοῦ τε ΗΕ καὶ τοῦ ΖΘ ἀπολαμβάνοντα χώραν τὴν ΗΘΖ Ε, εἰς ἣν τετρήσθω τὸ εἰρημένον σωληνάριον τὸ ἐκ τοῦ ἑνὸς μέρους τετρημένον, τουτέστι τὸ Λ ἐπικείσθω δὲ τῷ ΗΘ ἐπιφράγματι τοῦ ΗΕΖ Θ κυλίνδρου σωληνάριον, ἐν ᾧ ἐφεστάτω τὸ ζῳδάριον· ὃ δὴ σωληνάριον διὰ τοῦ στόματος τοῦ ζῳδαρίου ἐξερχόμενον ἐπικεκλάσθω πρὸς τὴν τῶν ἀνθράκων πυρκαϊὰν τὴν ΤΥΦ Χ. πρὸς δὲ τὸ ὁπόταν βουλώμεθα μὴ φυσᾶν τὸ ζῳδάριον ὁ σωλήν, ἐφʼ ᾧ κάθηται, συνεσμηρισμένος ἔστω ἑτέρῳ τῷ ΨΩ, ὡς ὅταν ἐπιστρέψωμεν αὐτὸν εἰς τὸ ἔξω) [*](2 αὕται a, spurium videtur (an αὐτοῖς?) 6 ἣν: τὴν T1, corr. T2 11 ἐνεύειν a, corr. T2 13 ἐφʼ AG: ἐξ T 14 ἔστω AG: τῷ T) [*](16 λοιποὶ καὶ BC 17—18 ut et ad principia tendant (═ τεῖναι?) et ex utraque parte ad locum qui inter cylindros est L)
314
εἰς τὸν τῶν ἀνθράκων τόπον, ἀλλʼ ἐκτός. πρὸς δὲ τὸ βάλλειν ἡμᾶς ὕδωρ εἰς τὴν ΗΖΕΘ χώραν ἔσται ἡμῖν χρήσιμον αὐτὸ τὸ σωληνάριον τὸ συνεσμηρισμένον· ἀρθέντος γὰρ τοῦ ζῳδίου ἐκ τοῦ σωλῆνος, ᾧ ἐπίκειται, ἐγχέομεν διʼ αὐτοῦ τὸ ὑδάτιον· πλείων γὰρ ἀτμὸς διαδοθήσεται εἰς τὸ ζῳδάριον. ἐπικείσθω δὴ τῷ ΘΓ ἐπιφράγματι κρατὴρ ὁ ΡΣ συντετρημένος αὐτῷ καὶ ἔχων πρὸς τὸ ἄκρον σωλῆνα διήκοντα μέχρι τοῦ πυθμένος τοῦ μιλιαρίου, ἀπέχοντα δὲ ἀπὸ τοῦ πυθμένος ὅσον ὕδατι διάρρυσιν. ὅταν οὖν βουλώμεθα προέσθαι θερμόν, ἐμβαλοῦμεν διὰ τοῦ ΡΣ ψυχρόν. τὸ δὲ διελεύσεται διὰ τοῦ σωλῆνος τοῦ συντετρημένου εἰς τὴν χώραν τοῦ θερμοῦ· καὶ ὑπεραναβὰν τὸ θερμὸν ἐκρεύσει διὰ τοῦ περὶ τὸν τράχηλον κρουνοῦ· οὐδέπω [*](226) γὰρ τὸ εἰσκριθὲν ψυχρὸν | διὰ τοῦ σωλῆνος συνεμίγη τῷ ὑποκειμένῳ θερμῷ. καὶ τοῦτο ἀεὶ ποιοῦντες ἕξομεν θερμὸν ἀντὶ τοῦ ἐπιβαλλομένου ψυχροῦ. ὑπὲρ δὲ [*](μέρος, οὐκέτι φυσήσει εἰς τὸν τῶν ἀνθράκων τόπον, ἀλλʼ ἐκτός. πρὸς δὲ τὸ βάλλειν ἡμᾶς ὕδωρ εἰς τὴν ΕΗΘΖ χώραν ἔσται ἡμῖν χρήσιμον αὐτὸ τὸ σωληνάριον τὸ συνεσμηρισμένον· ἀρθέντος γὰρ τοῦ ζῳδίου ἐκ τοῦ σωλῆνος, ᾧ ἐπίκειται, ἐγχέομεν διʼ αὐτοῦ τὸ ὑδάτιον· πλείων γὰρ ἀτμὸς διαδοθήσεται εἰς τὸ ζῳδάριον. ἐπικείσθω δὴ τῷ Γ∠ ἐπιφράγματι καὶ κρατὴρ ὁ ΡΣ συντετρημένος αὐτῷ καὶ ἔχων πρὸς τῷ ἄκρῳ σωλῆνα διήκοντα μέχρι τοῦ πυθμένος τοῦ μιλιαρίου, ἀπέχοντα δὲ ἀπὸ τοῦ πυθμένος, ὅσον ὕδατι διάρρυσιν εἶναι. ὅταν οὖν βουλώμεθα προέσθαι θερμόν, ἐμβαλοῦμεν διὰ τοῦ ΡΣ ψυχρόν. τὸ δὲ διελεύσεται διὰ τοῦ σωλῆνος εἰς τὴν χώραν τοῦ θερμοῦ· καὶ ὑπεραναβὰν τὸ θερμὸν ἐκρεύσει διὰ τοῦ περὶ τὸν τράχηλον κρουνοῦ· οὐδέπω γὰρ τὸ εἰσελθὸν ψυχρὸν διὰ τοῦ σωλῆνος ἐμίγη τῷ ὑποκειμένῳ θερμῷ. καὶ τοῦτο ἀεὶ ποιοῦντες ἕξομεν θερμὸν ἀντὶ τοῦ ἐπιβαλλομένου ψυχροῦ. ὑπὲρ δὲ τοῦ)
316
τοῦ γινώσκειν ἡμᾶς, πότε τὸ μιλιάριον ἀναβράσει, κατασκευάζεται τὸ χασμάτιον τετρημένον διόλου· καὶ τρηθέντος τοῦ ἐπιφράγματος ἐπικαθήσθω τῷ τραχήλῳ ἔχον σωλῆνα μικρόν. οὗτος δὲ ἀποβλέψει εἰς τὸν ΡΣ κρατῆρα, ὅπως παραγινομένου τοῦ θερμοῦ ἡ προφορὰ εἰς τὸν κρατῆρα γίνηται. ἡ μὲν οὖν κατασκευὴ τοιαύτη. ἐὰν μέντοι προαιρώμεθα μὴ διόλου τὴν ΖΗΕΘ χώραν ἀπολαμβάνειν, ἀλλὰ μέχρι μέρους, κατασκευάζεται τὰ διαφράγματα μέχρι τοῦ ἡμίσους. καὶ ἐπιτίθεται αὐτοῖς ἕτερον διάφραγμα καὶ σωλῆνα λαμβάνει διήκοντα μέχρι τοῦ ζῳδίου, καὶ ἐπικαιομένου ἔσται ἡ προφορὰ τῆς ἀτμίδος ἐκ τῆς μικρᾶς χώρας. ὁμοίως δὲ καὶ εἰς αὐτὴν τὸ ὕδωρ ἐμβληθήσεται.

Χρῶνται δὲ καὶ ἑτέρᾳ κατασκευῇ τοιαύτῃ πρὸς τὸ σαλπίζειν καὶ κοσσύφου φωνὴν ἀποτελεῖν.

Πάλιν γὰρ τὸ αὐτὸ μιλιάριον κατασκευάζεται ἔχον πάντας τοὺς σωλῆνας τοὺς ἐν τῇ ἕδρᾳ συντετρημένους εἰς τὰ παρʼ ἑκάτερα μέρη. περὶ δὲ τὴν ἐφέδραν ἔστω [*](γινώσκειν ἡμᾶς, πότε τὸ μιλιάριον ἁρμόζει πρὸς τὸ κιρνᾶν, κατασκευάζεται τὸ χασμάτιον τετρημένον διόλου· καὶ τρηθέντος τοῦ ἐπιφράγματος ἐπικαθείσθω τῷ τραχήλῳ ἔχον σωλῆνα μικρόν. οὗτος δὲ ἀποβλέψει εἰς τὸν ΡΣ κρατῆρα, ὅπως παραγινομένου τοῦ θερμοῦ ἡ προφορὰ εἰς τὸν κρατῆρα γίνηται. ἡ μὲν οὖν κατασκευὴ τοιαύτη. ἐὰν μέντοι προαιρώμεθα μὴ διόλου τὴν ΖΕΗΘ χώραν ἀπολαμβάνειν, ἀλλὰ μέχρι μέρους, κατασκευάζεται τὰ διαφράγματα μέχρι τοῦ ἡμίσους. καὶ ἐπιτίθεται αὐτοῖς ἕτερον διάφραγμα καὶ λαμβάνει σωλῆνα διήκοντα μέχρι τοῦ ζῳδίου, καὶ ἐπικαιομένου ἔσται ἡ προφορὰ τῆς ἀτμίδος ἐκ τῆς μικρᾶς χώρας. ὁμοίως δὲ καὶ εἰς αὐτὴν τὸ ὕδωρ ἐμβληθήσεται.)

318
τις σωλὴν ὁ ΦΕ θῆλυς ἔχων ἕτερον συνεσμηρισμένον τὸν Κ Λ διηνοιγμένον εἰς τὴν χώραν τοῦ θερμοῦ καὶ. κινούμενον περὶ τὴν περόνην τὴν Κ Λ. τοῦτο δὲ τιτρᾶται εἰς τρία τρήματα κατὰ τὰ Μ, Ν, Ξ· ὁμοίως καὶ ὁ ΦΕ σωλὴν τιτρᾶται εἰς τρία τρήματα κατάλληλα τοῖς Μ, Ν, Ξ, καὶ πρὸς μὲν τῷ Ξ τιτρᾶται βάσις τις ἔχουσα ἐν αὑτῇ σωλῆνα συνεστεγνωμένον τῷ Ξ, ἐφʼ ὃν κεῖται τὸ ζῳδάριον ὁμοίως, ὥσπερ καὶ ἐπάνω εἰρήκαμεν. ἐκ δὲ τῶν Μ, Ν σωλῆνές εἰσι διήκοντες [*](227) οἱ ΜΟ, ΝΠ ἔχοντες | τὰ μὲν ἄνω ἄκρα κεκαμμένα· τούτοις δὲ συντετρήσθω καὶ συνεστεγνώσθω ἡ ἐφέδρα τοῦ μιλιαρίου. διὰ δὲ τῶν τρημάτων διήκουσιν ἕτεροι σωλῆνες συνεσμηρισμένοι τοῖς Π, Ο, οἷς ἐπικάθηται τάδε· ἐφʼ ἑνὶ μὲν στρουθίον ἔχον τὰ ἐντὸς κενὰ πρὸς [*](a 318, 3—322, 6 τοῦτο δὲ τιτρᾶται . . . οὕτως γίγνεται ═ b 318, 16—322, 21: τοῦτο δὲ τετρήσθω εἰς τρία τρήματα ἐπὶ μιᾶς εὐθείας τὰ Μ, Ν, Ξ, ὁμοίως καὶ ὁ ΦΕ σωλὴν εἰς τρία τρήματα κατάλληλα τοῖς Μ, Ν, Ξ, καὶ πρὸς μὲν τῷ Ξ συντετρήσθω βάσις σωληνοειδής, ἐφʼ ἧς ἵσταται τὸ ζῳδάριον ὁμοίως, ὥσπερ καὶ ἐπάνω εἰρήκαμεν. ἐκ δὲ τῶν Μ, Ν σωλῆνες ἡκέτωσαν οἱ ΜΟ, ΜΠ ἔχοντες τὰ ἄκρα κεκαμμένα. τούτοις δὲ συντετρήσθω καὶ συνεστεγνώσθω ἡ ἐφέδρα τοῦ μιλιαρίου. διὰ δὲ τῶν τρημάτων διηκέτωσαν ἕτεροι σωλῆνες συνεσμηρισμένοι τοῖς Π, Ο, οἷς ἐπικάθηται τάδε· ἐφʼ ἑνὶ μὲν στρουθίον ἔχον τὰ ἐντὸς κενὰ πρὸς τὸ ) [*](2 διηνοιγμένον ab: διηνοιμένον P: διενηνεγμένον Woodcroft, delatum L 3 τοῦτο: f. οὗτος 4 κατὰ om. T 6 τοῖς M: τῆς a 7 αὐτῇ a: ἑαυτῇ Scalig. 45 9 τῶν scripsi: τοῦ a. cf. b lin. 20 σωλῆνες M: σωλῆνος a διήκοντος G 10 οἱ M: ἡ a 12 μιλιαρίου ex b correxi: μηλιαρίου AG: μειλιαρίου T) [*](3 τὴν (ante περόνην) om. b 16 τοῦτο: f. οὗτος 1619 εἰς τρία τρήματα . . . συντετρήσθω om. P 17—18 ὁμοίως . . . τοῖς Μ, Ν, Ξ om. C 20 εἰρήκειμεν C 21 ἔχοντα P)
320
τὸ δύνασθαι δέξασθαι ὕδωρ. αὐτὸς οὖν ὁ σωλήν, ᾧ ἐπικάθηται, κέκαμπται ἔχων φθογγάριον τῶν γινομένων πρὸς τὸ τὰς φωνὰς παρίεσθαι· καὶ ἡ ἀνακαμπὴ διήκουσα μέχρι τοῦ ὕδατος ἐν τῷ στρουθίῳ. ὅταν μὲν οὖν ἡ φωνὴ τοῦ φθογγαρίου προΐῃ εἰς τὸ ὕδωρ, τότε ἦχον κοσσύφου ποιεῖ. πάλιν δὲ ὁ ἕτερος σωλὴν ἔχει καὶ αὐτὸς ἕτερον σωλῆνα συνεσμηρισμένον, ᾧ ἐπικάθηται ζῳδάριον ἐσχηματισμένον εἰς Τρίτωνα καὶ ἔχον ἐν τῷ στόματι σάλπιγγα. πάλιν δὲ αὐτὸς οὗτος ὁ σωλήν, ᾧ ἐπικάθηται, ἕξει τὴν γλωσσίδα καὶ τὸν κώδωνα, ὡς εἰώθει γίγνεσθαι. προϊοῦσα οὖν ἡ ἀτμὶς καὶ συναντῶσα τῇ τε γλωσσίδι καὶ τῷ κώδωνι τὴν φωνὴν ἀποτελέσει τῆς σάλπιγγος. πείρᾳ οὖν σκεψώμεθα, πότε μὲν κατάλληλον τὸ τρῆμα τῷ ΜΟ σωλῆνι, πότε δὲ τῷ ΝΠ, πότε δὲ τῷ Ξ ἐπὶ Ζ τῷ ἐπικειμένῳ [*](δύνασθαι δέξασθαι ὕδωρ. αὐτὸς δὲ ὁ σωλήν, ᾧ ἐπικάθηται, κεκάμφθω ἔχων φθογγάριον τῶν γινομένων πρὸς τὸ τὰς φωνὰς παρίεσθαι· καὶ ἡ ἀνακαμπὴ διήκουσα μέχρι τοῦ ὕδατος ἐν τῷ στρουθίῳ. ὅταν οὖν ἡ φωνὴ τοῦ φθογγαρίου προΐῃ εἰς τὸ ὕδωρ, τότε ἦχον κοσσύφου ποιεῖ. πάλιν δὲ ὁ ἕτερος σωλὴν ἔχει καὶ αὐτὸς ἕτερον σωλῆνα συνεσμηρισμένον, ᾧ ἐπικάθηται ζῳδάριον ἐσχηματισμένον εἰς Τρίτωνα ἔχοντα ἐν τῷ στόματι σάλπιγγα. οὗτος δὲ ὁ σωλήν, ᾧ ἐπικάθηται, ἕξει τὴν γλωσσίδα καὶ τὸν κώδωνα, καθὼς εἰώθει γίγνεσθαι. προϊοῦσα οὖν ἡ ἀτμὶς καὶ συναντῶσα τῇ τε γλωσσίδι καὶ τῷ κώδωνι τὴν φωνὴν ἀποτελέσει τῆς σάλπιγγος. πείρᾳ οὖν σκεψόμεθα, πότε μὲν κατάλληλον τὸ τρύπημα τῷ ΜΟ σωλῆνι, πότε δὲ τῷ Ν Π καὶ ταῦτα) [*](1 ᾧ om. G 2 ἔχων G: ἔχω AT 3 f. καὶ 〈ἔστω〉 12 συναντῶσα G: συνατῶσα A: συναπτῶσα T) [*](17 ἔχον CP in voce φθογγάριον desinit L 18 f. καὶ 〈ἔστω〉 25 καὶ om. CP 26 καὶ τὴν P 28 lacunam indicavi. cf. a lin. 15.)
322
ζῳδαρίῳ. καὶ ταῦτα γνόντες σημεῖά τινα ἐν αὐτοῖς παρασημειωσόμεθα παρὰ τὴν Κ Λ περόνην πρὸς τὸ ὁπόταν μὲν προαιρώμεθα σαλπίζειν, ὅταν δὲ πάλιν βουλώμεθα φυσᾶν, αὐτὸ φυσᾶν, ὁπόταν δὲ βουλώμεθα, κοσσυφίζειν. τὸ δὲ τοῦ κρατῆρος καὶ τῆς τοῦ θερμοῦ [*](222 28) ἀναβάσεως, ὥσπερ καὶ ἐπάνω εἰρήκαμεν, οὕτως γίγνεται.

[*](230 20)

Ζῷον τέμνεσθαί τε καὶ πίνειν.

Ἔστω γὰρ ἐν τῷ στόματι αὐτοῦ σωλὴν ὁ ΑΒ, ἐν δὲ τῷ τραχήλῳ ὁ Γ∠ διήκων διʼ ἑνὸς τῶν ἐκτὸς ποδῶν· μέσος δὲ ἀμφοτέρων ἄρρην κύλινδρος ἔστω ὁ ΕΖ, ᾧ προσκεκολλήσθωσαν κανόνες ὀδοντωτοὶ οἱ Η, Θ. καὶ τοῦ μὲν Η ὑπερκείσθω τυμπάνου ὀδοντωτοῦ μέρος τὸ Κ· τῷ δὲ Θ ὑποκείσθω ὁμοίως μέρος τυμπάνου ὀδοντωτοῦ τὸ Λ· ὑπερκείσθω δὲ πάντων τὸ Μ τρόχιον ἔχον τὴν ἐντὸς ἄντυγα παχυτέραν τῆς ἐκτός. [*](γνόντες σημεῖά τινα παρασημειωσόμεθα παρὰ τὴν Κ Λ περόνην πρὸς το ὁπόταν μὲν προαιρώμεθα σαλπίζειν, ὅταν δὲ πάλιν βουλώμεθα, φυσᾶν αὐτό, ὁπόταν δὲ βουλώμεθα, κοσσυφίζειν. τὸ δὲ τοῦ κρατῆρος καὶ τῆς τοῦ θερμοῦ ἀναβάσεως, ὥσπερ ἐπάνω εἰρήκαμεν, οὕτως γίνεται.) [*](1 ἐν αὐτοῖς spuria 6 γίγνεσθαι G 9 f. ante ἔστω lacuna statuenda est; desideratur enim descriptio basis earumque rerum quae ad hanc pertinent 10 f. 〈ἕτερος σωλὴν〉 ὁ Γ∠) [*](11 μέσος b: μέση AG: μέσῳ T 12 προσκεκολλήσθωσαν b: προσκεκωλύσθωσαν a 13 καὶ AG T2: ἐκ T1 τοῦ b: τῶν a) [*](15 τὸ (ante Λ) b: τοῦ a. cf. p. 326, 20 16 τρόχιον Tb: τροχίονι AG δὲ ἔγον T τὴν om. T ἐκτὸς et ἐντὸς inter se permutanda esse censet Rochas. ἐκτὸς pro ἐντὸς habet Monacens. 431, habebat Argentoratens. C III 6 deperditus) [*](8 ζῶον τί b 12 εζ a: εξη b ᾧ a: καὶ b 19 αὐτὸ B: αὐτὸν CP 21 εἰρήκειμεν CP οὕτως B: οὕτω CP)

324
ἐκτετμήσθω κύκλοις τρισὶ τοῖς Μ, Ν, Ξ, ὥστε ἕκαστον [*](231) διάστημα τῶν τομῶν ἴσον | εἶναι τῇ ἐκ τοῦ κέντρου τοῦ τυμπάνου· τοῖς δὲ κύκλοις συντετμήσθω καὶ ἡ ἄντυξ, ὥστε μηκέτι κύκλον εἶναι τὴν τοῦ τροχοῦ περιφέρειαν. διατετμημένου δὲ ἐπάνωθεν τοῦ τραχήλου τῇ ΟΠ τομῇ καὶ ἐντὸς τῆς τομῆς κεχωρισμένης τῆς [*](1 ἐκτετμήσθω Μ: ἐκτεμήσθω aP: ἐκτετμήσθω δὲ cod. Paris. 2433 in marg. 2 ἴσως G T)
326
κεφαλῆς, ἐγκεκολάφθω ἐν αὐτῇ κοιλότης περιφερὴς τὰ ἐν βάθει πλατύτερα ἔχουσα τῶν ἐκτὸς μερῶν, ἵνα ὥσπερ θῆλυς πελεκινοειδὴς σωλήν, ὅσπερ ἕξει δύο πλευρὰς τοῦ ἐγγραφομένου ἑξαγώνου εἰς τὸν τύμπανον· ἔστω δὲ ἡ ΡΣ, εἰς ἣν ἐμβᾶσα πᾶσα τροχάσει ἡ ΜΝΞ ἄντυξ, ὥστε πρὶν ἐκφανῆναι τὸ τέλος τοῦ ἑνὸς μέρους, ἀντεισελθεῖν τὴν ἀρχὴν τοῦ δευτέρου καὶ οὕτως τὸ τρίτον, ὥστε βληθέντος περονίου διὰ τοῦ τυμπάνου στρέφεσθαι μὲν τὸν τροχόν, συνέχεσθαι δὲ τὴν κεφαλὴν τῷ σώματι. ἐὰν οὖν καθῇ τις μαχαίριον διὰ τῆς Ο Π τομῆς, ἐμβὰν εἰς μίαν τοῦ τροχίου περιφερῆ ἐντομήν, τὴν Ξ, παρακλεῖσθαι αὐτὸ τῇ Ο Π κοίλῃ κεκολαμμένῃ περιφερείᾳ· καταβὰν δὲ ἐπιβήσεται τῇ ἐξεχούσῃ κεραίᾳ τοῦ Κ μέρους τοῦ τυμπάνου, ὅπερ μέρος καταγόμενον ἐναρμόσει τοὺς ἰδίους ὀδόντας τοῖς ὁδοῦσι τοῦ Η κανόνος, ὅσπερ εἰς τὸ ὀπίσω παραγενόμενος ἐκδύσεται τοῦ ΑΒ σωλῆνος τὸν κύλινδρον, ὥστε διὰ τοῦ γενομένου διαστήματος ἐκχωρῆσαν καὶ κατελθὸν τὸ μαχαίριον ἐμπεσεῖν τῇ ἐξεχούσῃ κεραίᾳ τοῦ Λ μέρους τοῦ τυμπάνου. τοῦτο δὲ καταγόμενον καὶ ἐναρμόζον τοὺς ὀδόντας τῷ Θ ὀδοντωτῷ κανόνι ἐξάξει τὸν ἄρρενα κύλινδρον ἐκ τοῦ ΓΛ ἔστι δὲ [*](2 βάθυ G 3 πελεκινοειδὴς b: πελεκινοειδοὺς AG: πελεκινοειδιδοὺς T ὅσπερ b: ὅπερ a 4 f. τὸ. cf. b 6 μέρος G 11 περιφερῆ b: περιφεροῦς a 12 τὴν b: τὸ a παρακλεῖσθαι a: παρακλεῖσαι b: παρακλείεσθαι Fr. Haase: f. παρακλινεῖ 13 κεκολαμμένῃ b: κεκολαμένη a 16 ῆ AG b: κ T 17 ἐκδύσεται M (υ supra ο scripto): ἐκδόσεται a) [*](21 καὶ b: om. a 22.—328, 4 ἔστι . . . πόδα seclusi. cf. etiam Rochas l. l. p. 202) [*](4 ἐγγραφομένου εἰς τὸ τύμπανον (τυμπάνιον CP) ἑξαγώνου tr. b 5 ρσ a: ρπ b 10 καθῇ a: καθείς b 16 τοὐ-)
328
σωλὴν μέσος ἐναρμοζόμενος δύο σωλήνων ὁ κύλινδρος τοῦ τε ἐν τῷ στόματι τοῦ ζῳδίου καὶ τοῦ ἐν τῷ ἀπὸ τῆς τομῆς τοῦ τραχήλου διήκοντος εἰς τὸν ὀπίσω πόδα σωλῆνος καὶ ἁρμόσει τῷ ΑΒ θήλει. διελθόντος δὴ τοῦ μαχαιρίου διʼ ὅλου τοῦ τραχήλου καὶ τοῦ ΕΖ σωλῆνος ἐφαψαμένου ἀμφοτέρων τοῦ τε ΑΒ καὶ τοῦ [*](232) Γ∠, | εἰ προσενέγκοι τις ὕδωρ τῷ ζῴῳ καὶ ἐπιστρέψει τὸ ὑποκείμενον τῷ βουκόλῳ σμήρισμα, διʼ οὗ στραφέντος καταρρεύσει τὸ ἐν τῇ ἄνω χώρῳ ὑγρὸν εἰς τὴν κάτω, διὰ τοῦ Γ∠ΕΖ ΑΒ σωλῆνος τὸ πνεῦμα τὸ ἑλκόμενον ὑπὸ τοῦ καταρρέοντος ὕδατος ἐπισπάσεται τὸ προσενεχθὲν τῷ στόματι ὑγρόν. νῦν μέντοι τὸ σμήρισμα κατασκευάζεται οὕτως, ὥστε ἐπιστραφέντος τοῦ βουκόλου κατάλληλα γίγνεσθαι τὰ τρυπήματα.

Δύναται δὲ καὶ ἄλλως μὴ ὑπάρχοντος ἐπιρρύτου ὕδατος τὸ αὐτὸ γίνεσθαι οὕτως.

Ἔστω βάσις πάλιν στεγνὴ πάντοθεν ἡ ΑΒΓ∠, διάφραγμα μέσον ἔχουσα τὸ Ε Ζ, ὁ δὲ ἐκ τοῦ στόματος [*](a 8—14 διʼ οὗ . . . τὰ τρυπήματα ═ b 21—24: τούτου στραφέντος καταρρεύσει τὸ ἐν τῇ ἄνω χώρᾳ ὑγρὸν εἰς τὴν κάτω, διὰ τοῦ Γ∠ καὶ Ε καὶ ΑΒ σωλῆνος συνελκομένου τοῦ πνεύματος ὑπὸ τοῦ καταρρέοντος ὕδατος· καὶ ἐπισπάσεται τὸ ζῴδιον τὸ προσενεχθὲν τῷ στόματι ὑγρόν.) [*](2 f. ἐν τῷ (ante ἀπὸ) del. cf. b 3 διήκοντος b: διήκοντι a 4 post θήλει lacunam statuit Rochas l. l. p. 202 adnot. 3 7 εἰ A T, b: καὶ G T2 προσενέγκοι b: προσενέγκει a (f. corrupt. ex προσενέγκαι) f. ἐπιστρέψειε 8—9 στραφέντος b: στρέφοντος a 11 ἐπισπάσηται T 12 μέντοι G M: μέτοι A: μέτροι T 13 κατασκευάζεται M: κατασκευάσεται a)

330
σωλὴν φέρων εἰς τὴν βάσιν ὁ ΗΘΚ, ἕτερος δὲ σωλὴν διά τε τῆς Α∠ ἐφέδρας τῆς βάσεως καὶ διὰ τοῦ ΕΖ διαφράγματος ὁ ΛΜΝ τρύπημα ἔχων ὑπὲρ τὸ ΕΖ διάφραγμα τὸ Ξ. ἕτερος δὲ σωλὴν συνεσμηρισμένος αὐτῷ ἔστω ὁ Π καὶ οὗτος τρύπημα ἔχων κατὰ τὸ Ξ κείμενον τὸ Ρ, ᾧ συμφυὴς ἔστω ἤτοι Πὰν ἢ ἄλλο τι ζῴδιον ῥάβδον ἔχον. ὅταν μὲν οὖν ἐπεστραμμένον ᾖ τὸ ζῴδιον πρὸς τὸ ζῷον, οὐ μὴ πίῃ καθάπερ ὑπὸ φόβου κωλυόμενον· ὅταν δὲ ἀποστραφῇ, τότε πίεται. ἐὰν οὖν ἐμβάλωμεν εἰς τὸ Α∠ΕΖ ἀγγεῖον διά τινος τρυπήματος τοῦ ὕδωρ καὶ πάλιν ἐπιστεγνώσωμεν
332
τὸ τρύπημα κηρῷ ἢ ἄλλῳ τινί, συμβήσεται καταλλήλων κειμένων τῶν Ρ, Ξ τρυπημάτων τὸ ἐμβληθὲν ὕδωρ μεταχωρεῖν εἰς τὸ ΕΒΓΖ ἀγγεῖον· κενούμενον δὲ τὸ Α∠ΕΖ ἐπισπάσεται διὰ τοῦ στόματος τοῦ ζῴου τὸν ἀέρα, καὶ τηνικαῦτα προσενεχθέντος αὐτῷ ποτηρίου πίεται.

[*](6 Τέλο〈ς〉 τῆς τοῦ ἥρωνος ἀλεξανδρέως βίβλου β περὶ πνευματικῶν. θεῷ χάρις. ἀμήν subscribit T: subscriptio deest in AGb)