Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

Περὶ δὲ τῶν ἓξ στοιχείων πρὸς τοὺς ἐπιφθόνως εἰρῆσθαι [*](p. 203) δοκοῦντας ὅπως ἔχῃς ἀποκρίνασθαι καὶ ἅμα καὶ αὐτὸς μὴ ἐξαπατηθῇς ὑπὸ τῶν πλείονα λεγόντων εἶναι, οὗτος ὁ λόγος ἁρμόσει. τῶν ὄντων ἃ μὲν φύσει ἐστὶν ἃ δὲ νενόμισται· ἔστι δὲ πρῶτα μὲν ταῦτα καὶ ἡγεμονικὰ δύο στοιχεῖα. τὰ μὲν οὖν φύσει δεῖ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχειν, τῶν δὲ νενομισμένων ἃ μὲν συνθέμενοι ἀλλήλοις οἱ ἄνθρωποι αὐτοὶ ἑαυτοῖς προστάττουσι, καὶ

243
καλεῖται τὸ τοιοῦτον ἔθος ἔστι δὲ, ὡς ἡ Φημονόη λέγει, νόμος ἄγραφος· ἃ δὲ φόβῳ τοῦ παραβαίνεσθαι γραψάμενοι νόμους καλοῦσι παρὰ τὸ νενομικέναι ταῦτα οὕτω δεῖν ἔχειν. κοινῇ μὲν οὖν ἑαυτοῖς ὡμολογήκασι μυστήρια καὶ τελετὰς καὶ πανηγύρεις καὶ ἀγῶνας καὶ στρατείαν καὶ γεωργίαν καὶ πόλεων συνοικήσεις καὶ γάμους καὶ παίδων ἀνατροφὰς καὶ ὅσα ἄλλα τούτοις ὅμοια, ἑαυτῷ δὲ ἕκαστος ὁμολογήσας ἐνστάσει χρῆται ἰδίᾳ καὶ ἐσθῆτι καὶ ὑποδέσει καὶ τροφῇ καὶ κουρᾷ καὶ ἄλλῳ τῷ περὶ τὸ σῶμα κόσμῳ καὶ ἐπιτηδεύματι καὶ προαιρέσει, ἣν ἂν μάλιστα ἐπαινῇ, ῾ἄλλα δʼ ἄλλοισιν νόμιμα, σφετέραν δʼ αἰνεῖ δίκαν ἕκαστοςʼ φησὶν ὁ Πίνδαρος. τῶν δὲ γεγραμμένων νόμων δύναμις μένει ἡ αὐτή, καὶ πράττοντι μὲν κατὰ τὴν γραφὴν ἔπαινοι καὶ τιμαὶ καὶ δόξα ἀγαθὴ καὶ ἀσφάλεια πολλή, παραβαίνοντι δὲ τοὺς γεγραμμένους νόμους ζημίαι τε καὶ κολάσεις καὶ κίνδυνοι. τὸ μὲν οὖν κατὰ τὸν νόμον ἀδιαίρετον πλὴν ὅσον ἐν χρόνῳ, τὸ δὲ ἔθος ἀποσχέσεις ἔσχηκε τήν τε τοῦ χρόνου καὶ τὴν τῆς τέχνης καὶ τὴν τῶν ὀνομάτων· πάντα γὰρ τὰ πραττόμενα κατὰ νόμον καὶ ἄνευ νόμου πάντως ἔν τινι χρόνῳ γίνεται ἢ γέγονεν ἢ ἔσται, χρόνου δὲ ἀποσχέσεις καιροὶ καὶ ὧραι. πράττουσι δὲ ἕκαστα ἄνθρωποι ἤτοι τεχνικῶς ἢ ἀτεχνῶς· τεχνικῶς μὲν οἱ ἐπιστάμενοι, ἀτεχνῶς δὲ οἱ μή. τὴν τέχνην σύστημα [*](p. 204) ἐκ καταλήψεων πρός τι τέλος εὔχρηστον ὁρίζονταί
244
τινες εἶναι. δεῖ δὲ τῇ τέχνῃ ἐργαλείων τε καὶ μηχανημάτων καὶ τῶν ὅσα ἑκάστῃ πρόσφορα καὶ οἰκεῖα νενόμισται. ὅτι δὲ οὐδὲν τῶν ὄντων ἀνώνυμόν ἐστι, περισσὸν καὶ λέγειν. τῶν δὲ ὀνομάτων ἃ μὲν εὔφημα ἃ δὲ δύσφημα νενόμισται. ὥστε ἐάν τι λέγῃ τις παῤ αὐτὰ τὰ ἓξ στοιχεῖα, δυνάμει μέν τινος τούτων ἴδιον ἐρεῖ, φωνῇ δὲ οὐκ ἴδιον. οἷον χαρὰ καὶ λύπη καὶ ἔχθρα καὶ φιλία καὶ νόσος καὶ ὑγεῖα καὶ ἔκκρισις καὶ πρόσχρησις σωμάτων καὶ κάλλος καὶ αἰσχρότης καὶ αὔξησις καὶ μείωσις καὶ γένεσις καὶ τελευτὴ καὶ ὅσα ἄλλα τούτοις ὅμοια κατὰ φύσιν πάντα· οὐδὲ γάρ ἐστιν ἕτερα τῆς φύσεως οὐδὲ ὡς στοιχεῖα· οὐδὲ γάρ ἐστιν ἡ φύσις ψιλὸν ὄνομα, ἀλλʼ ἡ τῶν πάντῃ καὶ πάντως ἐσομένων τε καὶ οὐκ ἐσομένων περιφορὰ φύσις ὠνόμασται. οὕτω δὲ καὶ ὁ νόμος καὶ τὸ ἔθος οὐκ αὐτὰ καθʼ ἑαυτά ἐστιν ὀνόματα, ὡς τὸ βλίτυρι καὶ ὁ σκινδαφός, ἀλλά τινος νόμος καί τινος ἔθος, ὥαθ᾿ ὅταν τις εἴπῃ γάμον καὶ μοιχείαν καὶ λῃστείαν καὶ παρακαταθήκην καὶ ὕβριν καὶ πάλιν αὖ κουρὰν καὶ ἐσθῆτα καὶ ποιὰν τροφήν, λέληθεν ἑαυτὸν νόμου ὄνομα ἔθους λέγων, ὥσπερ ἄλλο τι στοιχεῖον. οὕτω καὶ ὅταν σκεῦος μηχάνημά τι ἢ ἐργαλεῖον ὥσπερ τι στοιχεῖον λέγῃ, ἢ τέχνην λέγει ἢ ὄνομα ἢ χρόνον· τέχνην μέν, ὅταν τὴν διʼ ἐργαλείων ἐργασίαν· ὄνομα δέ, ὅταν μηχάνημα σκεῦος· χρόνον δέ, ὅταν ἀμφότερα, οἷον δρέπανον ἢ δίκελλαν ἢ ἀμίαν γεώργια . ἐν ὡρισμένοις
245
γὰρ χρόνοις καὶ δρεπάνου καὶ δικέλλης δεῖ τοῖς ἀνθρώποις. κοινὸς μὲν οὖν λόγος ἐστίν, ὅτι πάντα τὰ κατὰ φύσιν νόμον ἢ ἔθος ἢ τέχνην ἢ ὀνόματα ἢ χρόνον βλεπόμενα ἀγαθά, τὰ δὲ ἐναντία τούτοις πονηρὰ καὶ ἀλυσιτελῆ. μέμνησο δὲ ὅτι οὐ πάντως καθολικὸς οὗτος ὁ λόγος ἀλλʼ [*](p. 205) ὡς ἐπὶ τὸ πλεῖστον μᾶλλον οὕτως ἔχων· πολλὰ γὰρ καὶ παρὰ τὰς ὑποστάσεις τῶν πραγμάτων ἀνακολούθως τῇ φύσει καὶ τῶν ἄλλων στοιχείων τινὶ ὁρώμενα ἀγαθὰ γίνεται. οἷον ἔδοξέ τις τὴν μητέρα τύπτειν. ἦν μὲν οὖν παράνομον, ἀλλʼ οὐδὲν ἧττον ἐλυσιτέλησεν αὐτῷ, ἐπειδὴ κεραμεύς ἔτυχεν ὤν· μητέρα δὲ τὴν γῆν καλοῦμεν, ἣν ὁ κεραμεὺς τύπτων ἐργάζεται. τοιγαροῦν εἰργάσατο πολλά. μέμνησο δὲ ὅτι μεῖζον ἔθος μικροτέρου κρατεῖ. ὡς Ἀριστείδης ὁ νομικὸς καίτοι ἔθος ἔχων ἐν λευκοῖς προϊέναι νοσῶν ἔδοξε λευκὰ φορεῖν ἱμάτια, καὶ οὐδὲν ἀπώνατο τοῦ ἔθους· οὐ γὰρ εἰς μακρὰν ἀπέθανεν· ἦν γὰρ μεῖζον ἔθος τὸ ἐπεῖγον, καθʼ ὃ οἱ νεκροὶ ἐν λευκοῖς ἐκφέρονται. καὶ τῶν τεχνῶν δὲ αἱ δυνάμεις ὅμοιαι, καὶ εἰ τῇ ἐνεργείᾳ εἶεν ἀνόμοιοι, εἰς ταὐτὸν ἀποβαίνουσιν. ὡς Ἀπολλωνίδης ὁ χειρουργὸς ὁμηρίζειν νομίσας καὶ πολλοὺς τιτρώσκειν πολλοὺς ἑχείρισε. καὶ γὰρ οἱ ὁμηρισταὶ τιτρώσκουσι μὲν καὶ αἱμάσσουσιν, ἀλλʼ οὐκ ἀποκτεῖναί γε βούλονται· οὕτω δὲ καὶ ὁ χειρουργός. καὶ τοῖς τρόποις δὲ τοῖς εἰρημένοις ἐν τῷ πρώτῳ βιβλίῳ ὡς ἀληθέσι πρόσεχε,
246
καὶ οὐχ ἁμαρτήσει. σαφῶς δὲ αὐτῶν ἐκεῖ καὶ διδασκαλικῶς ἡρμηνευμένων περισσὸν ἐνθάδε σοι λέγειν. μεριμνηματικοὺς δὲ ὀνείρους ἡγοῦ εἶναι περὶ ὧν ἂν μεριμνήσαντες πραγμάτων ἢ ἀλόγῳ τινὶ ὁρμῇ ἢ ἐπιθυμίᾳ χρώμενοι ἴδωσιν οἱ ἄνθρωποι ὀνείρους· τοὺς δὲ αὐτοὺς καὶ αἰτηματικοὺς καλοῦμεν διὰ τὸ αἰτεῖν τι παρὰ θεοῦ ἰδεῖν περὶ τῶν ἐν ποσὶ πραγμάτων. μέμνησο δέ, ὅταν μὲν αἰτῇς ὀνείρους, μήτε ἐπιθυμιᾶν λιβανωτὸν μήτε ὀνόματα ἄρρητα λέγειν, καί, τὸ κεφάλαιον εἰπεῖν, περιεργότερον τοὺς θεοὺς ἐπερώτα [*](p. 206) μηδέν· γελοῖον γὰρ ἂν εἴη ἀνθρώπων μὲν τοὺς σπουδαίους τοῖς μετ᾿ ἀνάγκης αἰτοῦσι καὶ βιαίως μηδὲν παρέχειν, τοῖς δὲ ἐπιεικέσι χαρίζεσθαι, θεοὺς δὲ πρὸς βίαν αἰτουμένους ὑπακούειν. μετὰ δὲ τὸ ἰδεῖν καὶ θῦε καὶ εὐχαρίστει. ἔτι δὲ καὶ τῶν νομοθετούντων τοῖς θεοῖς καταγέλα, λέγω δὲ τῶν εὐχομένων οὕτως ῾ εἴ μοι πρακτέον τόδεʼ καὶ ῾ εἴ μοι ἔσται τόδεʼ καὶ ῾ εἰ νῦν ἴδοιμι Δήμητρος καρπόν εἰ δὲ μή, Διονύσουʼ καὶ ῾εἰ μὲν συμφέρει μοι καὶ λυσιτελεῖ, λάβοιμί τι· εἰ δὲ μή, δοίην.᾿ ἐπὶ γὰρ τοῖς τοιούτοις πλάνη γίνεται πολλή. ὁ μὲν γὰρ θεὸς πρὸς τὸ ἀποβησόμενον δίδωσι τοὺς ὀνείρους τῇ ψυχῇ τοῦ ὁρῶντος φύσει μαντικῇ οὔσῃ εἴ τι ἄλλο ἐστὶν αἴτιον τοῦ ὀνειρώσσειν· ὁ δὲ πρὸς τὴν ἑαυτοῦ ἐπερώτησιν ἐκλαμβάνων τὰ ἐν τοῖς ὕπνοις ὁραθέντα, εἰ ἐναντία εἴη, πλανᾶται. οἷον τῷ νοσοῦντι ἄρτοι ὠμοί, καίτοι Δήμητρος καρ
247
πός εἰσιν, ἀλλὰ διὰ τὸ μέλλειν ὀπτᾶσθαι λαβρότερον ἐπάγουσι τὸν πυρετόν, τῷ δὲ γῆμαι καὶ κοινωνῆσαι θέλοντι ἄμπελος καὶ σἶνος, ἡ μὲν διὰ τοὺς ἕλικας ὁ δὲ διὰ τὴν κρᾶσιν, ἐπιτηδειότερα πυρῶν ἢ κριθῶν. καὶ τῷ περὶ προκοπῆς φροντίζοντι δωρεῖσθαι καὶ διδόναι τι κρεῖττον ἢ λαμβάνειν, εἰ μὴ ἄρα παρὰ τῶν βελτιόνων λαμβάνοι· ὁ μέν γὰρ πολλὰ ἔχων καὶ μεταδοίη ἄν, ὁ δὲ οὐκ ἔχων λάβοι ἄν. χρὴ οὖν εὔχεσθαι μὲν τῷ θεῷ περὶ ὧν τις φροντίζει ὅπως δὲ χρὴ προαγορεύειν, ἐπιτρεπτέον αὐτῷ τῷ θεῷ ἢ τῇ ἑαυτοῦ ψυχῇ.

θεοπέμπτους δὲ ὀνείρους ἡγοῦ τοὺς αἰφνίδιον ἐφισταμένους, ὡς καὶ πάντα τὰ ἀπροσδόκητα θεόπεμπτα καλοῦμεν. κρῖνε δὲ τὰ ἐξ ὁλοκλήρου μνημονευόμενα καὶ ὧν ἀκριβῆ κατάληψιν ὁ ἰδὼν ἔχει καὶ ὧν ἀκριβῶς μέμνηται, ἐπεὶ εἰ τὰ μὲν ὁραθέντα ἀποβήσεται, σὺ δὲ εὑρεθήσει τὰ μὴ ὁραθέντα κρίνων, πταίσεις. χρὴ δὲ φεύγειν δόξαν ἀμαθίας.

Ἔθη δὲ τὰ τοπικὰ καὶ τῶν τόπων τὸ ἴδιον εἰ μὴ ἐπίστασαι, [*](p. 207) πυνθάνου. ἀποδημίαι δὲ καὶ ἀναγνώσεις ἕξιν σοι περιποιήσουσι τούτων μάλιστα· οὐ γὰρ τὰ ὀνειροκριτικὰ μόνον βιβλία ἱκανά ἐστιν ὠφελεῖν ἀλλὰ καὶ ἡ ἄλλη ὕλη. γυνὴ ἔδοξεν εἰς τὸν ναὸν ἢ οἶκον τῆς Ἀρτέμιδος τῆς Ἐφεσίας εἰσελθοῦσα δειπνεῖν. ἡ δὲ οὐκ εἰς μακρὰν ἀπέθανε θάνατος γὰρ ἡ ζημία τῇ εἰσελθούσῃ ἐκεῖ γυναικί. ἑταίρα ἔδοξεν εἰς τὸ τῆς Ἀρτέμιδος ἱερὸν εἰσεληλυθέναι·

248
καὶ ἠλευθερώθη καὶ κατέλυσε τὴν ἑταιρείαν οὐδὲ γὰρ εἰς τὸ ἱερὸν πρότερον εἰσέλθοι ἄν, εἰ μὴ καταλύσειε τὴν ἑταιρείαν. καὶ περὶ τῶν ἄλλων δὲ ἐθῶν τῶν τοπικῶν καθʼ ἑκάστην πόλιν χώραν πρὸς τὸ τοπικὸν ποιοῦ τὰς κρίσεις. πυνθάνεσθαι δʼ ἐπιμελῶς ἕκαστα τῶν ἐν τοῖς ὕπνοις ὁρωμένων μὴ ὄκνει, ὡς ἔστιν ὅτε μικροῦ τινος προσθέσει ἀφαιρέσει τὰ ἀποτελέσματα διαφέροντα γίνεται καὶ περὶ αὐτὴν τὴν διάθεσιν τῆς γνώμης. οἷον νοσοῦντά τις ἔχων υἱὸν ἔδοξε περαίνειναὐτὸν καὶ ἥδεσθαι. ἔζησεν ὁ παῖς· καὶ γὰρ τὸ περαίνειν ἔχειν λέγομεν καὶ τὸ κεκτῆσθαι ἐλήφθη δὲ τὸ τοιοῦτον ἀπὸ τοῦ ἥδεσθαι. ἄλλος νοσοῦντα ἔχων υἱὸν ἔδοξε περαίνειν αὐτὸν καὶ ἄχθεσθαι, καὶ ἀπέθανεν ὁ παῖς· φθείρεσθαι γὰρ τὸ περαίνεσθαι καὶ τὸ ἀποθνήσκειν ἐπίσης καλοῦμεν· ἐλήφθη δὲ τοῦτο ἀπὸ τοῦ ἄχθεσθαι ἐπεὶ δὲ αὐτὸς ὁ πατὴρ ἐνήργει, αὐτὸς ἦν ὁ καὶ τοῦ θανάτου τῷ παιδὶ αἴτιος οὐκ ἐν δέοντι καιρῷ τῆς νόσου θρέψας αὐτόν. περὶ μὲν οὖν τῶν ἐν τῷ προοιμίῳ τοῦ πρώτου καὶ τοῦ δευτέρου βιβλίου γεγραμμένων ταῦτα· τὰ δὲ ἄλλα ὅσα χρὴ ἐπίστασθαί σε ὧδε ἔχει.

Ὅσα πέπλεκται, οὐ μόνον λίνα καὶ δίκτυα καὶ νεφέλαι ἀλλὰ καὶ κανᾶ καὶ σπυρίδες καὶ κανθήλια καὶ κάλαθοι [*](p. 208) καὶ κεκρύφαλοι καὶ ὅρμοι χρύσεοι καὶ ἁλύσεις πᾶσαι καὶ --- στέφανοι καὶ ὅσα εἴδη ὅμοια, πρὸς μὲν γάμους καὶ φιλίας καὶ κοινωνίας ἀγαθὰ διὰ τὴν συμπλοκήν, πρὸς δὲ ἀποδημίαν καὶ δρασμὸν καὶ φυγὴν ἐμπόδια διὰ τὰς δέσεις καὶ

249
πρὸς τὰς πράξεις ἄπρακτα χωρὶς τῶν μετὰ δόλου τι πραττόντων καὶ τοῖς φοβουμένοις ἐπίφοβα διὰ τὸ καθ εκτῖκόν.

Ὅσοι συναντῶσι καὶ ὅσοι βλέπονται, ἄνδρες τε καὶ γυναῖκες, οἱ μὲν φίλοι τε καὶ εὐεργέται καὶ τὸ ὅλον οἱ μὴ βλάπτοντες ἢ μὴ βλάψαντες, ζῶντές τε καὶ νεκροὶ ἀγαθοί, οἱ δὲ βλάπτοντες ἢ βλάψαντες πονηροί· εἰκόνας γὰρ τῶν πραγμάτων τοὺς ὁρωμένους χρὴ λογίζεσθαι, ἀγαθῶν μὲν τοὺς φίλους, κακῶν δὲ τοὺς ἐχθρούς.

Ἃ πάλαι τις ἐκέκτητο χρήματα ἢ κτήματα ἢ οὓς πάλαι εἶχεν ἀνθρώπους ὅτε εὐτύχει, τούτους ἢν νῦν ἔχειν ἀπορῶν ἢ πενόμενος δόξῃ, ἀγαθὸν αὐτῷ τῆς γὰρ τότε τύχης ὑποστροφὴν σημαίνει.

Ἃ πάλαι τις ἐκέκτητο χρήματα ἢ κτήματα ἢ οὓς πάλαι εἶχεν ἀνθρώπους ὅτε ἦν ἄπορος ἢ πένης εἰ νῦν εὐπορῶν δόξειεν ἔχειν, κακῶν αὐτῷ πολλῶν καὶ πενίας σύμβολον.

Τῶν ἐν τοῖς ὕπνοις ὁρωμένων ἀνθρώπων ἀγαθὰς ἡμέρας ποιοῦσι τὰς ἐπιούσας οἱ ἥδιστοι οἱ φίλτατοι οἱ φιλοῦντες τοὺς ὁρῶντας, κἂν ἀγνοῶσιν αὐτούς· κακὰς δὲ οἱ ἔχθιστοι ἢ οἱ μισούμενοι οἱ μισοῦντες τοὺς ὁρῶντας, κἂν λανθάνωσιν. ἵνα δὲ μὴ ἄπορον τὸ τοιοῦτον εἶναι νομίσῃς, ὅταν τινα τῶν φίλων ἴδῃς καὶ κακὴν ἡμέραν διάγῃς, γίνωσκε ὅτι μισεῖ μέν σε, προσποιεῖται δέ σε φιλεῖν· καὶ ἐάν τινα τῶν ἐχθρῶν βλέπῃς καὶ καλὴν ἡμέραν διάγῃς, γίνωσκε ὅτι οὐ δικαίως αὐτὸν μισεῖς.

Ὅσοι συναντῶσι καὶ βλέπονται τεχνῖται, ὁμοίως ταῖς τέχναις ἀποβαίνουσιν. αὐτοῖς δὲ καὶ ταῖς τέχναις

250
[*](p. 209) ὀμιοίως τὰ ἐργαστήρια αὐτῶν ὁρώμενα ἀποβαίνει χωρίς ἑταίρας καὶ πορνείου· αὐτὴ μέν γὰρ καθʼ ἑαυτὴν ἡ πόρνη ἀγαθή, τὸ δέ ἐργαστήριον αὐτῆς πονηρόν. τὰς δὲ αἰτίας ἐν τῷ περὶ συνουσίας ἔχεις λόγῳ.

Παιδίων δέ τὰ μέν ἀρσενικὰ ἀγαθά, τὰ δέ θηλυκὰ πονηρά, ἀμφότερα δέ φροντίδων ἐστὶ σημαντικά. παῖδες δὲ καὶ νεανίσκαι γερόντων συμφορώτεροι βλέπεσθαι πρὸς τὰς πράξεις· πρὸς δέ τὰς πίστεις ἄνδρες καὶ πρεσβῦται παίδων καὶ νεανίσκων ἀμείνονες, πλὴν εἰ μή τι πράττοιεν λέγοιεν ἄτοπον.

Ὅσα μέν βραδέως φύεται καὶ βραδέως αὔξεται, φυτῶν μὲν δρῦς ἐλαία κυπάρισσος καὶ τὰ ὅμοια, ζῴων δέ ἐλέφας ἔλαφος κορώνη καὶ τὰ ὅμοια, καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ βράδιον ἐπάγει· ὅσα δέ ταχέως φύεται καὶ ταχέως αὔξεται, φυτῶν μέν ἄμπελος καὶ περσική, ζῴων δέ χοῖρος καὶ τὰ ὅμοια, ταχέως καὶ τὰ καλὰ καὶ τὰ κακὰ ἐπάγει. ταῦτα δέ καὶ ἐν ταῖς προθεσμίαις τὸν αὐτὸν ἔχει λόγον. ὁμοίως λάμβανε καὶ τὰ ἐν ἀγρῷ γεννώμενα πάντα πρὸς σύγκρισιν τῶν ἐν κήπῳ, καὶ γεωργὸν ὁρώμενον καὶ κηπουρόν. ἰδίως δέ ὁ κῆπος πορνοβοσκοῖς συμφέρει διὰ τὰ πολλὰ σπέρματα καὶ τὴν πρόσκαιρον ἐργασίαν, πάσας δέ γυναῖκας διαβάλλει ὡς ἀσέμνους καὶ μαχλάδας. Ὅσα μακρά ἐστιν, οἷον κυπάρισσοι καὶ πίτυες καὶ κάμακες καὶ ἄνδρες ἐπιμήκεις καὶ τὰ ὅμοια, πάντα μακροθυμεῖν κελεύει καὶ μὴ κενοσπουδεῖν ὅσα δέ κολοβὰ καὶ βραχέα, σπεύδειν ἐγκελεύεται.

Ὅσα δέ στερεά, οἷον τείχη καὶ θεμέλιοι καὶ δένδραπαλαιὰ καὶ τὰ σιδηρᾶ καὶ τὰ ἀδαμάντινα, φοβουμένοις ἀγαθά, ὅταν μὴ ἐμπεριέχηταί τις ὑπʼ αὐτῶν διὰ γὰρ τὸ

251
ἀσφαλὲς ἄφοβα γίνεται εἰ δὲ μή, τὸ διαφεύγειν σημαίνει.

Ὅσα μαλακὰ καὶ εὔτονα, ἀγαθὰ ἐπίσης πᾶσιν.

[*](p.210)

Ὅσα μαλακὰ καὶ ἄτονα, τοῖς φοβουμένοις ἀγαθά.

Ὅαα βαρέα, κατοχῆς ἐστι σημαντικὰ καὶ πενίας· ταχέως γὰρ εἰς τὸ κάτω ῥέπει.

Ὀχήματα ὅσα νενόμισται, οἷον ἵππων ὄνων ἡμόνων, οἷς μέν ἀγαθὰ οἷς δέ κακὰ σημαίνει· δείξομέν δὲ ὅταν εἰς τὸν περὶ ζῴων ἔλθωμεν λόγον ὅσα δέ μὴ νενόμισται, οἷον λύκων παρδάλεων ὑαινῶν καὶ τῶν ἄλλων θηρίων, μόνοις ἀγαθὰ τοῖς φοβουμένοις ἐχθρούς δυνατούς διὰ τὸ ὑποτετάχθαι τῷ ήνιόχῳ τὰ ὑπεζευγμένα. ἐπʼ ἀνθρώπων δέ ὀχεῖσθαι μόνοις ἀγαθὸν τοῖς ἄρχειν τινὸς θέλουσι καὶ σοφισταῖς καὶ διδασκάλοις καὶ παιδοτρίβαις καὶ ἀνδραποδισταῖς, τούς δέ λοιπούς εἰς περιβοησίας καὶ ὄλεθρον κατάγει.

Κακκεύειν τοῖς ἔθος ἔχουσι μόνοις συμφέρει, τοὺς δὲ λοιποὺς ταπεινοῖ ἥττονες γὰρ οἱ κολακεύοντες τῶν οὐ κολακευόντων. κολακεύεσθαι δʼ ὑπ᾿ οὐδενὸς οὐδενὶ συμφέρει, μάλιστα δέ ὑπὸ γνωρίμου προδοσίαν γὰρ ἐξ ἐκείνου προσδέχεσθαι χρή.

Πωλεῖσθαι ἀγαθὸν τοῖς τὰ παρόντα ἀλλάξαι βουλομένοις, οἷον δούλοις καὶ πένησι· κακὸν δέ εὐπόροις καὶ πεπιστευμένοις. πολλοὶ δὲ καὶ ἡρπάσθησαν καὶ ἐπράθησαν.

252
τὸ δέ πεπρᾶσθαι τοῦ πωλεῖσθαι ταύτῃ διαφέρει, ᾖ τὸ μὲν πεπρᾶσθαι πάντη καὶ πάντως ἀποβαίνει, τὸ δέ πωλεῖσθαι ἔστιν ὅτε καὶ οὐκ ἀποβαίνει· ἐνδέχεται γὰρ τὸ [*](p.211) ἔτι πωλούμενον μὴ πραθῆναι. οὕτω δέ καὶ ἐπὶ τῶν ἄλλων πάντων ὀνείρων τὰ γεγονότα πάντως ἀποβαίνει, τὰ δὲ γινόμενα ἤτοι ἀποβαίνει οὔ.

Ἀγοράζειν ἀγαθὸν πάντα καὶ ἐπικτᾶσθαι, ὅσα γε ἀγοράζουσιν ἄνθρωποι εἰ μὴ κειμήλια· τὰ δέ πρὸς τροφὴν πένησιν ἐπιτηδειότερα· τοῖς γὰρ εὐπόροις ἀναλώματα σημαίνει.

Ἐπικτθσθαι καὶ πολυτελεστέραν καὶ ἐγκατάσκευον ἔχειν οὐσίαν, τῆς γε οὔσης πολυτελεστέραν καὶ μετρίως ἀμείνονα, καλόν, μὴ παντελῶς δέ ὑπέρ δύναμιν πλουτεῖν ἄτοπον καὶ ζημίας ἐστὶ σημεῖον· χρὴ γὰρ τὸν πλουτοῦντα ἀναλοῦν, καὶ ἐπιβουλῆς μετέχειν καὶ φθόνου. καὶ γὰρ ἐπιβουλεύεται καὶ φθονεῖται ὁ πλούσιος. τὸ δὲ παρὰ δύναμιν πρὸς τὴν ἑκάστου ὑπόστασιν σκόπει.

Πένεσθαι οὐδενὶ συμφέρει, μόλιστα ῥήτορσι καὶ πᾶσι φιλολόγοις· ἀπορεῖσθαι γὰρ ἐπίσης τὸ πένεσθαι καὶ τὸ μὴ δύνασθαι φθέγγεσθαί φαμεν.

Τὰ παρʼ ἡλικίαν τοῖς βρέφεσι συμβαίνει πονηρά, ἄρσεσι

253
μὲν πώγων καὶ πολιά, θηλείαις δὲ γάμοι καὶ τοκετοὶ καὶ τὰ ἄλλα τὰ πρὸ τῆς ὥρας, πάντα πλὴν λαλιᾶς. εἰκότως δὲ τὰ ἄλλα τὰ πρὸ τοῦ δέοντος γινόμενα θάνατον σημαίνει, ὅτι ἐγγύς ἐστι τοῦ γήρως, μεθʼ ὃ πάντως ἀκολουθεῖ θάνατος· λαλιὰ δὲ ἀγαθή, ὅτι φύσει λογικὸν ζῷόν ἐστιν ὁ ἄνθρωπος. γραμματικὸς ἐδόκει τὸν υἱὸν αὐτοῦ μηνῶν ὄντα πέντε λαλεῖν τρανῶς καὶ ἐνάρθρως. καὶ προσεδόκων μέν τινες τὸ παιδίον ἀποθανεῖσθαι, ἔζησε δέ, καὶ πολλὰ ἄλλα παιδία ἐπὶ τούτῳ τῷ ὀνείρῳ ζῇ. περὶ δὲ τῶν ἄλλων τῶν παῤ ἡλικίαν ἐπὶ τῶν μηκέτι βρεφῶν ἐν τῷ περὶ [*](p. 212) ἀλλοιώσεως ἐν τῷ πρώτῳ βιβλίῳ ἐπιμελῶς διῄρηται.

Πειρῶ δὲ πάντα μὲν αἰτιολογεῖν καὶ προσάπτειν ἑκάστῳ λόγον καὶ πιθανάς τινας ἀποδείξεις, ὡς εἰ καὶ πάνυ ἀληθῆ λέγοις, ψιλὰ καὶ περιλελεπισμένα ἀποτελέσματα λέγων ἧττον εἶναι δόξεις ἔμπειρος· αὐτὸς δὲ μὴ ἐξαπατηθῇς ὡς τῆς αἰτιολογίας κυρίας τῶν ἀποτελεσμάτων οὔσης· πολλὰ γὰρ ἀποβαίνει συνεχῶς ἐνίοις, καὶ ὅτι μὲν κατὰ λόγον ἀποβαίνει ἴσμεν ἐκ τοῦ πάντοτε ὁμοίως ἀποβαίνειν, τὰς δὲ αἰτίας, διʼ ἃς οὕτως ἀποβαίνει, εὑρεῖν οὐ δυνάμεθα. ὅθεν ἡγούμεθα τὰς μὲν ἀποβάσεις ἀπὸ τῆς πείρας εὑρῆσθαι, τὰς δὲ αἰτιολογίας ἀπὸ ἡμῶν αὐτῶν κατὰ τὴν ἑκάστου δύναμιν.

Ἔτι καὶ τοῦτο. ὅσα πάντη καὶ πάντως ἀκολουθεῖ τισι τῶν γινομένων, καὶ ἐν τοῖς ὕπνοις ἀκολουθῆσαι ἀνάγκη.

254
οἷον ζωγράφος ἔδοξε τὴν ἑαυτοῦ μητρυιὰν περαίνειν, ἔπειτα εἰς ἔχθραν κατέστη τῷ πατρί· ἀκολουθεῖ γὰρ πάσῃ μοιχείᾳ ζηλοτυπία καὶ ἔχθρα. τοῦτο δὲ καὶ ἐπὶ τῶν ἄλλων ὀνείρων παρατήρει πάντων, καὶ οὐχ ἁμαρτήσει.

Ὅσοι σημαίνουσιν ὄνειροι παίδων γονὴν ἢ γάμον, οἱ αὐτοὶ καὶ τοὺς ἀποδημοῦντας παῖδας ἐπανάγουσι καὶ τὴν ἀπηλλαγμένην γυναῖκα καὶ παιδία. ἔδοξέ τις ἀροτριᾶν καὶ σπείρειν πυρούς, καὶ ἐπανῆκον αὐτῷ οἱ παῖδες ἐξ ἀποδημίας καὶ ἡ γυνὴ χωρίς οἰκοῦσα.

Πρὸς δὲ τοὺς λέγοντας ὅτι οἱ κακοὶ ὄνειροι τάχιον ἀποβαίνουσιν, [*](p. 213) οἱ δὲ ἀγαθοὶ βράδιον καὶ οὐκ ἀποβαίνουσιν, εἴποις ἂν ὅτι οὐκ ἔστιν ἀληθὲς τὸ τοιοῦτον. ἡ δὲ αἰτία τῆς πλάνης ἐστὶν ἥδε. ἤτοι κακοὺς ὁρῶσιν ὀνείρους ἔχοντας φαντασίας ἀγαθὰς καὶ κακῶν ἀποβαινόντων ἡγοῦνται ὑπὸ ἀγαθῶν ὀνείρων ἐξηπατῆσθαι (διὸ παραθήσει τοὺς ἐκ τοῦ εἰδικοῦ τρόπου ὀνείρους τοὺς κατὰ τὸ ἐντὸς μὲν ἀγαθούς, κατὰ τὸ ἐκτὸς δὲ κακούς) ἢ τὸ παρὸν οἱ ἄνθρωποι κακοδαιμονοῦντες ὁρῶσι κακοὺς ὀνείρους σημαντικοὺς τῶν ἐνεστώτων κακῶν καὶ ἀγαθοὺς προαγορευτικοὺς τῶν ἐσομένων ἀγαθῶν εἰς εὐθυμίαν, ἵνα ἐλπίδι τῶν ἐσομένων ἀγαθῶν μὴ ἀπαγορεύσωσι κακοπραγοῦντες, οὐδέπω δὲ ἀποβαινόντων τῶν ἀγαθῶν ἡγοῦνται ἐξηπατῆσθαι. φαίνεται δὲ καὶ τοῖς εὐδαιμονοῦσι κακὰ ἐνύπνια καὶ οὐδέπω ἀποβαίνοντα καταφρονεῖται. ἀλλὰ πάντως ἀποβαίνει. τῶν δὲ ὄντων ὀνείρων οἱ μέν εἰσι πᾶσι κακοί,

255
ἑκάστῳ κατὰ δύναμιν ποιόν τι κακὸν σημαίνοντες οἱ κατὰ τὸ ἐντὸς καὶ κατὰ τὸ ἐκτὸς κακοί, ὧν ἐν τῷ πρώτῳ βιβλίῳ ἐπεμνήσθην οἱ δʼ ἐπίσης πᾶσιν ἀγαθοί, οἱ καὶ κατὰ τὸ ἐντὸς καὶ κατὰ τὸ ἐκτὸς καὶ πᾶσιν ἀγαθοί οἱ δὲ κατὰ μὲν τὸ ἕτερον ἀγαθοὶ κατὰ δὲ τὸ ἕτερον κακοὶ οἷς μὲν ἀγαθοὶ οἷς δὲ κακοὶ γίνονται. γνώσει δὲ πότε μὲν ἀγαθοὶ πότε δὲ κακοὶ γίνονται ἀπὸ τῆς τύχης ἢ τῶν πράξεων ἢ τῆς φροντίδος ἢ τῆς ἡλικίας τῶν ὁρώντων.