Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

Τέττιγες ἄνδρας σημαίνουσι μουσικοὺς διὰ τὴν περὶ αὐτοὺς ἱστορίαν, ἐν δέ ταῖς χρείαις τοὺς οὐδὲν ὠφελοῦντας ἢ αὐτὸ μόνον περὶ τῶν πραγμάτων λέγοντας καὶ μεμνημένους, ἐν δὲ τοῖς φόβοις τοὺς αὐτὸ μόνον ἀπειλοῦντας, οὐδὲν δὲ δυναμένους δρᾶσαι· οὐδὲν γὰρ οἱ τέττιγες πλὴν φωνὴν ἔχουσι. τοὺς δὲ νοσοῦντας δίψῃ συσχεθῆναι λέγουσι καὶ πάντως ἀποθανεῖσθαι· τροφῆς γὰρ οὐ μέτεστιν αὐτοῖς.

Σκίλλα γεωργοῖς μὲν ἀφορίας ἐστὶ σημαντικὴ διὰ τὸ μηδὲν ἐδώδιμον ἔχειν, ποιμέσι δέ ἀγαθή, ὅτι φύσει συμβέβηκεν αὐτὴν λύκων εἶναι φθαρτικήν. ἀγαθὴ δʼ ἂν εἴη πᾶσι τοῖς ἐν φροντίδι καὶ λύπῃ οὖσι· καθάρσιος γὰρ εἶναι νενόμισται· τοῖς δέ εὖ πράττουσι δειμάτων ἐπαγωγὸς καὶ φροντίδων οὖσα τετήρηται· οὐ γὰρ δεῖ καθαρμοῦ τοῖς μὴ ἐν περιστάσει τινὶ οὖσιν.

Ἀσφόδελος τῇ σκίλλῃ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἀποβαίνει, μόνους δέ τοὺς νοσοῦντας ἀναιρεῖ, ὡς πολλάκις [*](p. 188) ἐτήρησα. τὴν δέ αἰτίαν σαφῶς μὲν εἰπεῖν οὐκ ἔχω, εἰκὸς δὲ εἰπεῖν ὅτι νενόμισται τὸ ἐν Ἅιδου πεδίον ἀσφοδέλων εἶναι πλῆρες.

Πάσχειν δέ δοκεῖν τὰ αὐτὰ ἄλλῳ ᾡτινιοῦν γνωρίμῳ, οἷον τὸν αὐτὸν πόδα ἢ τὴν αὐτὴν χεῖρα ἢ ἄλλο τι μέρος

226
τοῦ σώματος τὸ αὐτὸ πάσχειν καὶ ὅλως συννοσεῖν ἢ συναλγεῖν, κοινωνῆσαι σημαίνει τῶν ἁμαρτημάτων ἐκείνῳ· τὰ μὲν γὰρ νοσήματα τοῦ σώματος καὶ αἱ τῶν μερῶν πηρώσεις ἐοίκασι ταῖς τῆς ψυχῆς ἀκολασίαις καὶ ἀλόγοις ἐπιθυμίαις, ὁ δέ τὰ αὐτὰ πάσχων εἰκότως ἂν συνεξαμαρτάνοι. οἶδα δέ τινα πηρὸν τῷ δεξιῷ ποδί, ὃς ἔδοξε τὸν οἰκέτην αὐτοῦ τὸν αὐτὸν πόδα πηρὸν ἔχειν καὶ ὁμοίως σκάζειν. καὶ δὴ κατέλαβεν αὐτὸν ἐπὶ τῇ ἐρωμένῃ, ἧς αὐτὸς ἥττητο· καὶ τοῦτο ἦν, ὅπερ προηγόρευσεν αὐτῷ τὸ ὄναρ, συνεξαμαρτάνειν αὐτῷ τὸν οἰκέτην.

Κόπρια συνάγειν ἀγαθὸν τοῖς ἐξ ὄχλου ποριζομένοις καὶ τοῖς τὰς ῥυπώδεις ἐργασίας ἐργαζομένοις· ἐκ πολλῶν γὰρ περισσευμάτων τὰ κόπρια γίνεται καὶ ὑπὸ πολλῶν ῥίπτεται· ἀγαθὸν δὲ καὶ τοῖς τὰ δημόσια ἐργολαβοῦσιν μισθουμένοις. ἀγαθὸν δέ καὶ ἐπὶ κοπρίᾳ καθεύδειν ἀνδρὶ πένητι· πολλὰ γὰρ κτήσεται καὶ περιβαλεῖται χρήματα. πλουσίῳ δέ τὸ ὄναρ ἀρχῆς ἐστι περιποιητικὸν ἢ τιμῆτινος δημοσίας, ἐπειδὴ πάντες οἱ δημόται τῇ κοπρίᾳ προσφέρουσί τι καὶ προσβάλλουσιν, ὥσπερ καὶ τοῖς ἄρχουσι συντελοῦσί τι καὶ διδόασι. προσχεῖσθαι δέ κόπρια ὑπό τινος γνωρίμου οὐκ ἀγαθόν ἔχθραν γὰρ καὶ διχόνοιαν καὶ ἀδικίαν ὑπὸ τοῦ προσχέοντος σημαίνει· αὐτὸν δὲ ἄλλῳ κόπρια προσρίπτειν βλάβην πολλὴν προαγορεύει.

Προσευχὴ καὶ μεταῖται καὶ πάντες ἄνθρωποι προΐκται καὶ οἰκτροὶ καὶ πτωχοὶ λύπην καὶ φροντίδα καὶ τηκεδόνα [*](p. 189) τῆς ψυχῆς καὶ ἀνδρὶ καὶ γυναικὶ προαγορεύουσι· τοῦτο μέν γὰρ οὐδεὶς ἄπεισιν εἰς προσευχὴν μὴ οὐχὶ φροντίζων,

227
τοῦτο δὲ καὶ οἱ μεταῖται πάνυ εἰδεχθεῖς ὄντες καὶ ἄποροι καὶ μηδὲν ἔχοντες ὑγιές ἐμποδὼν ἵστανται πάσῃ προαιρέσει. ἔστι δέ τοῦτο καθόλου καὶ ἐπὶ πάντων ἄπταιστον· οἱ ἀγνοούμενοι ἄνθρωποι εἰκόνες εἰσὶ τῶν ἀποβησομένων ἑκάστῳ πραγμάτων, οἱ δέ μεταῖται ὁμοίας καὶ αὐτοὶ τὰς περὶ αὐτοὺς φαντασίας καὶ τὰς πράξεις τοῖς ὁρῶσιν ἔσεσθαι σημαίνουσι. λαβόντες δέ τι νόμισμα βλάβην μεγάλην καὶ ἐπικίνδυνον προαγορεύουσι, πολλάκις δὲ καὶ θάνατον αὐτῷ τῷ ἐπιδιδόντι τινι τῶν περὶ αὐτόν ἐοίκασι γὰρ θανάτῳ, ἐπειδὴ μόνοι ἀνθρώπων ὥσπερ ὁ θάνατος οὐδὲν λαβόντες ἀποδιδόασι. μεταῖται δὲ εἰς οἰκίαν εἰσερχόμενοι τῆς οἰκίας ἀμφισβητῆσαί τινι σημαίνουσι, καὶ ἐάν τι λάβωσιν ἢ αὐτοὶ βίᾳ χρησάμενοι ἢ παρέχοντός τινος, βλάβην ὑπερβάλλουσάν τινα σημαίνουσι. τὸ δʼ αὐτὸ καὶ εἰς χωρίον εἰσιόντες σημαίνουσι.

Κλεὶς ὄναρ ὁρωμένη γῆμαι μέν προῃρημένῳ πιστὴν καὶ οἰκουρὸν ἔσεσθαι τὴν γυναῖκα σημαίνει καὶ τῷ θεράπαιναν ὠνήσασθαι βουλομένῳ εὔνουν ἔσεσθαι τὴν θεράπαιναν προαγορεύει. ἀποδημεῖν δὲ κωλύει ἀποκλεισμοῦ καὶ κατοχῆς οὖσα σημαντική· οὐ γὰρ ἐπὶ τῷ ἀνοίγεσθαι ἀλλ᾿ ἐπὶ τῷ κλείεσθαι τὰς θύρας γέγονεν ἡ κλείς, ἐπεὶ οὐκ ἂν ἔδει κλειδὸς οὐδέ θυρῶν. νυνὶ δὲ ἐπειδὰν μὴ παρῇ ὁ φυλάξων, τότε τῆς κλειδὸς ἡ χρεία γίνεται καὶ κεκλῃμένων τῶν θυρῶν. εἰκότως οὖν ἐμποδὼν γίνεται τοῖς ἀποδημεῖν βουλομένοις. τοῖς δʼ ἐπιστατεύειν θέλουσι καὶ διέπειν τὰ ἀλλότρια πίστεώς ἐστι σημαντική.

228
[*](p.190)

Ψηφοπαικτεῖν δοκεῖν οὐκ ἐπιστάμενον πολλὰ ὠφεληθῆναι σημαίνει παραλογιζόμενον καὶ ψευδόμενον διὰ τὸ πολλὰς ψήφους κλέπτειν καὶ ταύτας ἄλλοτε ἄλλως δεικνύειν, οὐ κατά τινα ἁπλοῦν τρόπον, ἀλλὰ πανούργως. ἰδεῖν δέ ψηφοπαικτοῦντά τινα, παραλογισθέντα καὶ ἐξαπατηθέντα βλαβῆναι σημαίνει.

Μάγειρος ὁ μὲν κατ᾿ οἶκον ἀγαθὸς ὁρώ μενος τοῖς γῆμαι προῃρημένοις· δεῖ γὰρ ἐν γάμοις μαγείρου. καὶ τοῖς πένησιν· οἱ γὰρ ἐκτενεῖς τροφὰς ἔχοντες, οὗτοι μαγείρῳ χρῶνται. τοῖς δέ νοσοῦσι παροξυσμοὺς σημαίνει καὶ φλεγμονὰς διὰ τὸ παροπτᾶν καὶ ποικίλην δυσκρασίαν, ἀφʼ ὧν χυμοὶ γίγνονται δριμεῖς, ὥς φασιν οἱ περὶ ταῦτα δεινοί τέλος δὲ καὶ δάκρυα διὰ τὸν ὑπὸ τοῦ μαγείρου γινόμενον καπνόν. καὶ τὰ κρυπτὰ ἐλέγχει καὶ τὰ λάθρα γινόμενα εἰς μέσον ἄγει, ἐπειδὴ τὰ ἔργα τοῦ μαγείρου εἰς μέσον κομισθέντα παρατίθεται τοῖς εὐωχουμένοις καὶ φαίνεται οἷά ἐστιν.

Οἱ δὲ ἐν ἀγορᾷ μάγειροι οἱ τὰ κρέα κατακόπτοντες καὶ πιπράσκοντες κινδύνων εἰσὶ σημαντικοί καὶ βλάβης. καὶ τοὺς νοσοῦντας τάχιον ἀναιροῦσιν, ἐπειδὴ νεκρῶν ἅπτονται σωμάτων καὶ ταῦτα οὐχ ὁλόκληρα οὐδέ ὑγιᾶ ἐῶσιν ἀλλὰ κατακόπτουσι. πλουσίοις δὲ καὶ βλάβης πρὸς τοῖς κινδύνοις εἰσὶ σημαντικοὶ καὶ κατὰ τὸ πλεῖστον εἰς τὸ δημόσιον διὰ τὸ τῷ δήμῳ διανέμειν τὸν τοιοῦτον μάγειρον τὰ κρέα. τοῦτο καὶ τοῖς φοβουμένοις στερρότερον

229
ἐπάγει τὸν φόβον. δάνεια δέ καὶ δεσμὰ διαλύει διὰ τὸ διαιρεῖν καὶ διακόπτειν.

Πανδοκεὺς τοῖς μὲν νοσοῦσι θάνατον σημαίνει· ἔοικε γὰρ θανάτῳ διὰ τὸ πάντας δέχεσθαι· τοῖς δὲ λοιποῖς πᾶσι [*](p. 191) θλίψεις καὶ στενοχωρίας καὶ κινήσεις καὶ ἀποδημίας προαγορεύει. καὶ ὁ λόγος φανερός· τί γὰρ δεῖ τὰ οὕτω σαφῆ ἑρμηνεύειν; τὰ δέ αὐτὰ τῷ πανδοκεῖ καὶ τὸ πανδοκεῖον σημαίνει.

Τελώνης ἀγαθὸς τῷ χρείαν ἡντιναοῦν ἀπαρτίσαι βουλομένῳ καὶ τελειῶσαι· ἀπὸ γὰρ τοῦ τέλους τὸ συμπέρασμ ἑκάστης χρείας προαγορεύει. καὶ τοῖς κινεῖσθαι προῃρη μένοις (ἀεὶ γὰρ πρὸς ταῖς ἐξόδοις ἕστηκε) μικρὰς κατοχὰς προαγορεύσας τὸ λοιπὸν ἐπιτρέπει κινεῖσθαι καὶ πάσῃ ἀποδημίᾳ χρῆσθαι. νοσοῦσι δέ θάνατον προαγορεύει· ῾ τελευτὴνʼ γὰρ καὶ τὸν θάνατον καλοῦμεν. πρὸς γάμους δὲ καὶ κοινωνίας εὔνους μὲν εἶναι λέγει τοὺς κοινωνοὺς καὶ τὰς γυναῖκας, στασιώδεις δέ καὶ μαχίμους διὰ τὰς γινομένας ἑκάστοτε περὶ τῶν τελῶν ἀμφισβητήσεις. τὸ δὲ εὔνουν αὐτῶν καὶ πιστὸν ἀπὸ τοῦ φυλακτικοῦ ἔστι τεκμήρασθαι.

Λευκέα τοῖς μὲν φοβουμένοις ἐστὶ πονηρά· στερρότερον γὰρ καὶ φορτικώτερον ἐπάγει τὸν φόβον καὶ τοῖς δούλοις βασάνους καὶ θλίψεις προαγορεύει καὶ ἐλευθέρων τοῖς πένησι πλὴν τῶν ἐχόντων ἐξ αὐτῆς ἢ διʼ αὐτῆς τὴν ἐργασίαν.

230
καὶ γὰρ κόπτεται καὶ καταπλέκεται· τοῖς δὲ ἐν τρυφῇ διάγουσι θλίψεις καὶ στενοχωρίας σημαίνει καὶ τοὺς ἀποδήμους ἐπανάγει, μάλιστά γε ὅταν διαπόντιοι ὦσι· καὶ γὰρ αὐτὴ διαπόντιος κομίζεται. λίνον δὲ πρὸς γάμον καὶ κοινωνίαν ἀγαθὸν διὰ τὴν πλοκὴν καὶ πρὸς τὰ ἐλπιζόμενα διὰ τὴν ἐξ αὐτοῦ γινομένην ἀρκυοστασίαν καὶ τὰς νεφέλας καὶ τὰ ὅμοια, οἷς οἱ ἄνθρωποι τὰ ἄπωθεν [*](p. 192) καὶ μακρὰν θηρῶσι. πρὸς δὲ τὰ λοιπὰ τὰ αὐτὰ μὲν τῇ λευκέᾳ σημαίνει, ἥττονα δὲ τῇ δυνάμει. κάνναβις δὲ ὑπερεπιτείνει τὰ σημαινόμενα ὑπὸ τῆς λευκέας καὶ τοῦ λίνου καὶ τὰς βασάνους ὑπερβαλλούσας τινὰς σημαίνει καὶ δεσμὰ εὔτονα λυθεῖσα μέντοι πάντων ἀπαλλάσσει μόνη γὰρ αὐτὴ καὶ ἀναλύεται μετὰ πολλὴν τριβήν. εἰδέναι δὲ χρὴ ὅτι ἕκαστον τούτων τοῖς ἐμπορευομένοις καὶ τοῖς πιπράσκουσι καὶ τοῖς ἐξ αὐτῶν ἢ διʼ αὐτῶν ἐργαζομένοις οὐδέν ἀποτρόπαιον προαγορεύει.

Φυλάττεσθαι ὑπό τινος κατεχόμενον βίᾳ ἐμποδισμοὺς τῶν χρειῶν καὶ κατοχὰς καὶ παρολκὰς ἐν ταῖς προθεσμίαις καί ἐπίτασιν ἐν ταῖς νόσοις προαγορεύει, τοῖς δέ ἐσχάτως ἔχουσι σωτηρίαν· φυλακὴν μὲν γὰρ καὶ παρατήρησιν καὶ μονὴν τῶν ὄντων τὴν ζωὴν καλοῦμεν, τὸ δʼ ἐναντίον τούτοις λύσιν καὶ ἀπώλειαν, τοῦτʼ ἔστι τὸν θάνατον. εἰς δὲ τὸ δεσμωτήριον καὶ τὴν εἱρκτὴν εἰσελθεῖν ἑκόντα βία πρός τινων εἰσαχθῆναι νόσον ἰσχυρὰν ἢ

231
λύπην μεγάλην προαγορεύει. δήμιοι δὲ καὶ δεσμοφύλακες κατοχῆς καὶ λύπης εἰσὶ σημαντικοί. κακούργους δὲ δεσμεύουσι καὶ τὰ κρυπτὰ ἐλέγχουσι· τοῖς γὰρ ἐληλεγμέ- νοις καὶ καταφώροις γεγονόσι προσίασι.

Παννυχίδες δὲ καὶ ἑορταὶ νυκτεριναὶ καὶ μετὰ ἀγρυπνίας εὐφροσύναι πρὸς γάμους καὶ κοινωνίας εἰσὶν ἀγαθαὶ καὶ τοῖς πένησιν εὐπορίας καὶ προσκτήσεώς εἰσι σημαντικαί, καθότι καὶ τοῖς λυπουμένοις καὶ τοῖς φοβουμένοις ἄφοβοι καὶ ἄλυποι τετήρηνται· οὐ γὰρ ἔνεστι παννυχίζειν μὴ οὐχὶ ἐν πολλῇ εὐφροσύνῃ ὄντας. μοιχοὺς δὲ καὶ μοιχευομένας καταφανεῖς μὲν τίθησι, κολάζει δὲ οὐδαμῶς, ἐπειδὴ τὰ πραττόμενα ἐν ταῖς παννυχίσι γνώριμα μὲν [*](p. 193) τοῖς συναναστρεφομένοις ἐστί, κάν ἀκόλαστα ᾖ, τρόπον δέ τινα συγχωρεῖται. τοῖς δὲ ἐν εὐπορία καθεστῶσι καὶ οἷς ἐστιν ἐπίλαμπρος ὁ βίος ταραχὰς καὶ περιβοησίας τίθησιν, ὧν τὸ τέλος ἄλυπον ἂν γένοιτο.

Ἀγορὰ ταραχῆς ἐστι σημαντικὴ καὶ θορύβου διὰ τὸν ἐν αὐτῇ ἀγειρόμενον ὄχλον. τοῖς δὲ ἐν ἀγορᾷ ζῶσιν ἀνθρώποις ἀγαθὴ καὶ ὄχλου πλήθουσα καὶ θορύβου μεστὴ ὁρωμένη· ἡ δέ ἔρημος καὶ ἀθόρυβος ἀπραξίαν μὲν τούτοις, τοῖς δὲ ἄλλοις πολλὴν ἀσφάλειαν προαγορεύει. ἀγορὰ ἐσπαρμένη παντὶ δήπουθεν ἄβατος γίνεται, ὅ τι ἂν ᾖ τὸ ἐν αὐτῇ ἐσπαρμένον. λέγουσι δὲ ἔνιοι τὸ τοιοῦτον τῇ πόλει ἐν μὲν εὐποτμίᾳ λιμόν, ἐν δὲ λιμῷ εὐποτμίαν σημαίνειν. θέατρα δὲ καὶ πλατεῖαι καὶ προάστεια καὶ τεμένη καὶ περίπατοι καὶ πάντα τὰ κοινὰ τὸν αὐτὸν τῇ ἀγορᾷ λόγον ἔχει.

232

Ἀνδριάντες χαλκοῖ κινούμενοι οἱ μὲν μεγάλοι σφόδρα εὐπορίας εἰσὶ καὶ προσόδου καὶ χαλκοῦ κτήσεως σημαντικοὶ διὰ τὴν τοῦ χαλκοῦ κίνησιν· οἱ δὲ ὑπερμεγέθεις, ὅπως ἂν κινῶνται, φόβους καὶ κινδύνους οὐ τοὺς τυχόντας ἐπάγουσι· φοβερὰ γὰρ ἡ τούτων κίνησις καὶ καταπληκτικὴ ὡς εἰκὸς τοῖς ὁρῶσι γίνεται. οἱ δὲ λίθινοι καὶ οἱ ἐξ ἄλλης ὕλης κατὰ τὰ αὐτὰ τοῖς τῶν θεῶν ἀγάλμασι κρινέσθωσαν. ἔτι καὶ τοὺς ἐν τῇ πόλει πρωτεύοντας οἱ ἀνδριάντες σημαίνουσιν. ὅ τι ἂν οὖν δρῶσιν ἢ πάσχωσι, τὰ αὐτὰ τοὺς ἡγουμένους τῆς πόλεως δρᾶσαι παθεῖν προσημαίνουσιν.

Ἀσπάλαξ ἄνθρωπον τυφλὸν ἀπὸ τοῦ συμβεβηκότος σημαίνει καὶ ματαιοπονίαν διὰ τὸν μάταιον τοῦ ζῷου πόνον. καὶ τὸν ἀποκρύπτεσθαι βουλόμενον σημαίνει ὑφʼ [*](p. 194) ἑαυτοῦ ἐλεγχθῆναι· καὶ γὰρ ὁ ἀσπάλαξ ὑπὸ τῶν ἰδίων ἐλεγχόμενος ἔργων συλλαμβάνεται.

Γλαὺξ ἐλεὸς βύας αἰγωλιὸς σκὼψ νυκτικόραξ καὶ προσέτι νυκτερὶς καὶ εἴ τι ἄλλο νυκτερινὸν ὄρνεον πρὸς μὲν τὰς πράξεις πάντα ἐστὶν ἄπρακτα, πρὸς δὲ τοὺς φόβους ἄφοβα, ὅτι μήτε θηρεύει ἐν ἡμέρᾳ μήτε σαρκοφαγεῖ τὰ νυκτερινὰ ὄρνεα. μόνη δέ νυκτερὶς γυναιξὶν ἐγκύμοσίν ἐστιν ἀγαθή οὐ γὰρ ᾠοτοκεῖ, ὥσπερ οἱ ἄλλοι ὄρνιθες, ἀλλὰ ζῳοτοκεῖ καὶ γάλα ἐν μαζοῖς ἔχει καὶ τοὺς ἰδίους ἐκτρέφει νεοττούς. ὅ τι δʼ ἂν τούτων τῶν ὀρνέων τις

233
ἴδῃ πλέων ὁδεύων, χειμῶνι μεγάλῳ ἢ λῃσταῖς περιπεσεῖται. εἰσοικιζόμενα δὲ εἰς οἰκίαν ταῦτα ἔρημον ἔσεσθαι τὴν οἰκίαν μαντεύεται.

Ὡρολόγιον πράξεις καὶ ὁρμὰς καὶ κινήσεις καὶ ἐπιβολὰς τῶν χρειῶν σημαίνει· πάντα γὰρ πρὸς τὰς ὥρας ἀποβλέποντες οἱ ἄνθρωποι πράσσουσιν. ὅθεν συμπῖπτον κατεασσόμενον πονηρὸν ἂν εἴη καὶ ὀλέθριον, μάλιστα δὲ τοῖς νοσοῦσιν. ἀεὶ δὲ τὰς πρὸ τῆς ἕκτης ὥ ὥρας ἀριθμεῖν ἄμεινον ἢ τὰς μετὰ τὴν ἕκτην.

Ταῦτα μὲν οὖν εἰς ἀναπλήρωσιν τῶν δεόντων, ὅσα μήτ᾿ ἐν ταῖς προτέραις βίβλοις ἐχρῆν γράφειν ὥσπερ ἂν εἰς ἀνοίκειον κατατεθέντα καὶ ἀλλοτρίαν χώραν, μήτε μὴν ἄγραφα καταλιπεῖν εὔλογον ἦν, ὅπως μή τινι, ὡς ἔφην, πάροδον καὶ ἐπιβάθραν καταλείπω τοῦ γράφειν, αὐτάρκως ἔμοιγε ἔχειν δοκεῖ. χρὴ δὲ γινώσκειν ὅτι οὐδὲν οὕτω χαλεπόν ἐστι καὶ δύσκολον ὡς τὸ τὴν κρᾶσιν καὶ μίξιν τῶν ὁρωμένων ἐν τοῖς ὕπνοις συνιδόντα μίαν ἐκ πάντων ἀπόφασιν [*](p. 195) ποιήσασθαι, ἐπειδὴ πολλάκις ἐναντία ἀλλήλοις καὶ οὐδὲν ὅμοιον ἔχοντα ἔστιν ἰδεῖν. ἀδύνατον δὲ μαχόμενα εἶναι τὰ σημαινόμενα ἀλλήλοις, εἴγε τὰ πάντως ἐσόμενα οἱ ὄνειροι προαγορεύουσιν ἀλλʼ ὥσπερ τῶν πραγμάτων ἐστὶ τάξις καὶ ἀκολουθία, οὕτω καὶ τοῖς ὀνείροις εἰκὸς ἀκολουθεῖν τάξιν τινά. ἐπειδὰν οὖν ἴδῃ τις ὁμοῦ ἀγαθὰ καὶ κακά, ἐν νῷ δεῖ λαβεῖν ὁπότερα πρότερα εἶδε, τὰ ἀγαθὰ ἢ τὰ κακά· καὶ γὰρ ἐν τοῖς πράγμασι ποτὲ μὲν χρησταὶ φανεῖσαι ἐλπίδες εἰς κακὸν ἀπέβησαν, ποτὲ δὲ οἱ προσδοκηθέντες

234
φόβοι ἀγαθῶν αἴτιοι κατέστησαν. ἔστι δὲ ὅτε καὶ ἀντὶ μεγάλον κακῶν λυσιτελεῖ μικρὰ παθεῖν, καὶ πάλιν αὖ ἐφάνη τις μικρὰ προσδοκία ἀμαθῶν ἢ κακῶν ψευδὴς οὖσα καὶ ματαία. τοῦτον οὖν τὸν τρόπον καὶ οἱ ὄνειροι μεμιγμένων τῶν ἐν αὐτοῖς σημαινομένων εἰκότως εἰσὶ ποικίλοι καὶ τοῖς πολλοῖς δυσερμήνευτοι. ἐγὼ δὲ ὡς εὐπαρακολούθητον ἕκαστον τῶν σημαινομένων γένηται, ἐν τάξει ἕκαστον καὶ κοσμίως καὶ ὡς μάλιστα ἐνεδέχετο διδασκαλικῶς ἀνέγραεψα. ὥσπερ δὲ οἱ γραμματικοὶ τῶν στοιχείων ἐπειδὰν τὰς δυνάμεις διδάξωσι τοὺς παῖδας, τότε καὶ ὅπως ὁμοῦ πᾶσι χρῆσθαι δεῖ ὑποτίθενται, οὕτω κἀγὼ μικράς τινας καὶ εὐπαρακολουθήτους ὑποθήκας πρὸς τοῖς εἰρημένοις ἐπισωρεύσω, ὡς ἂν ᾖ εὐμαθῆ τὰ βιβλία πᾶσιν· ἐπεὶ τοῖς γε πείρᾳ κεχρημένοις καὶ τριβαῖς πολλαῖς εὐπαρακολούθητός ἐστιν ὁ λόγος καὶ ἱκανὸς ἕκαστα διδάξαι ὡς ἔχει. ἐν μὲν οὖν τῷ πρώτῳ βιβλίῳ ἔφην εἶναι τὴν κεφαλὴν πατέρα τοῦ ἰδόντος, ἐν δέ τῷ δευτέρῳ λέοντα εἶναι βασιλέα νόσον, καὶ ἐν τῷ περὶ θανάτου τοῖς πενομένοις τὸ ἀποθανεῖν χρηστὸν εἶναι καὶ λυσιτελὲς ἐπέδειξα. ἐπειδὰν οὖν πένης ἀνὴρ πατέρα ἔχων πλούσιον ὄναρ ὑπὸ λέοντος τὴν κεφαλὴν ἀφῃρῆσθαι δόξῃ καὶ ἀποθανεῖν, [*](p. 196) εἰκός ἐστι τὸν πατέρα αὐτοῦ ἀποθανόντα κληρονόμον αὐτὸν καταλείψειν, καὶ τοῦτον τὸν τρόπον ἄλυπος ἂν γένοιτο καὶ εὔπορος, οὔτε φορτικὸν ἔτι ἔχων τὸν πατέρα οὔτε ὑπὸ τῆς πενίας θλιβόμενος· ἔστι γὰρ ἡ μὲν κεφαλὴ ὁ πατήρ, ἡ δέ ἀφαίρεσις ἡ στέρησις τοῦ πατρός, ὁ δὲ λέων ἡ νόσος, ἥν νοσήσας ὁ πατὴρ ἀποθάνοι ἄν ὁ δὲ θάνατος ἡ μεταβολὴ τοῦ βίου καὶ τὸ διὰ τὸν πλοῦτον ἀνενδεές.
235
τοῦτον δὴ τὸ τρόπον καὶ ἐπὶ πάντων τῶν ποικίλων ὀνείρων χρὴ ποιεῖσθαι τὰς κρίσεις συνάγοντα καὶ ποιοῦντα καθʼ ἕκαστον τῶν κεφαλαίων σῶμα ἕν. χρὴ δὲ ἀποφαίνεσθαι μιμούμενον τοὺς θύτας, οἳ καὶ καθʼ ἓν τῶν σημείων ἐπίστανται πρὸς τί ἕκαστον ἁρμόζει, καὶ τὰς ἀποφάσεις οὐδέν τι μᾶλλον ἐξ ἑνὸς ἑκάστου ἢ ἐκ πάντων ποιοῦνται. γένοιτο δὲ μετὰ πολλῆς εὐμενείας τοὺς ἐντυγχάνοντας ἐπιθυμῆσαι ἀναγνῶναι τὰ βιβλία καὶ μὴ πρὸ τοῦ ἀκριβῶς καταλαβεῖν ἐγκαλεῖν τι, ἐπεὶ τό γε ὅτι τοὺς ἐπιμελῶς ἀναγνόντας οὐκ ἐάσει ἀποστῆναί ποτε τῶν λόγων τούτων τὰ βιβλία καὶ διομόσασθαι ἔχω.

Τὰ μὲν δὴ χρειώδη, Κάσσιε Μάξιμε, τοῖς βιβλίοις καθὼς προσῆκεν ἐξ ὁλοκλήρου πάντα ἀποδέδοται τὴν δέ ἐπγραφὴν μὴ θαυμάσῃς, διότι Ἀρτεμιδώρου Δαλδιανοῦ καὶ οὐχὶ Ἐφεσίου ἐπιγέγραπται, ὥσπερ πολλὰ τῶν ἤδη εἰς ἄλλας πραγματείας πεποιημένων μοι βιβλίων· τὴν μὲν γὰρ Ἔφεσον συμβέβηκε καὶ αὐτὴν διʼ ἑαυτῆς περιώνυμον εἶναι καὶ πολλῶν καὶ ἀξιολόγων κηρύκων τετυχηκέναι, Δάλδις δὲ πόλισμα Λυδίας καὶ οὐ σφόδα ἐλλόγιμον διὰ τὸ μὴ τοιούτων ἀνδρῶν τετυχηκέναι ἄγνωστον τὸ μέχρι εἰς ἡμᾶς μεμένηκε. διὸ θρεπτήρια οὔσῃ μοι πατρίδι πρὸς μητρὸς ταῦτα ἀποδίδωμι αὐτῇ.

236

Ἀρτεμίδωρος Ἀρτεμιδώτῷ τῷ υἱῷ χαίρειν.

[*](προοίμιον p. 197)

Ἐπειδὴ κατὰ δαίμονα καὶ τὴν τοῦ κρατίστου Κασσίου Μαξίμου σπουδὴν προετράπην ὀνειροκριτικὰ βιβλία ποιῆσαι, ὅπως τῷ ἑταίρῳ χαρισαίμην καὶ τὴν ἐμαυτοῦ σοφίαν μὴ σιγῇ παραδούς καὶ ὄκνῳ ματαίως ἀναλώσαιμι, καὶ ταῦτα, ὅπως εἶχον δυνάμεως, ὥς γε ἐμαυτὸν εἰδέναι οὔτε τοῦ μεγαλείου τῆς τέχνης ἀποδέοντα οὔτε πρὸς αὐτάρκειαν ἐνδεῶς ἕχοντα τοῖς γε μὴ παντελῶς ἀνοήτοις ἐποίησα συναγαγὼν ἕκαστα τῶν ὁρᾶσθαι δυναμένων καὶ ἐν χρήσει ὄντων ἐνυπνίων, τάξει τινὶ καὶ ἀκολουθία χρησάμενος ὁμοίᾳ βίῳ ἀνθρωπίνῳ, ἀπὸ γενέσεως ἄχρι θανάτου καθʼ ἕκαστον τῶν πραττομένων ἐμπεριλαβὼν καὶ πρὸς ὅ τι τὴν ἀναφορὰν ἕκαστον ἔχειν καὶ εἰς ὅ τι ἀποβαίνειν δύναται, οὐχὶ ψιλῇ εἰκασία ἀλλὰ πείρα καὶ τῇ τῶν ἀποτελεσμάτων μαρτυρίᾳ πειθόμενος. καὶ ὅσα

237
σπερματωδέστερα καὶ οὐκ ἐξειργασμένα οἱ παλαιοὶ συνέγραψαν, ἐξειργασάμην εἰς λεπτὴν καὶ ἀληθῆ διαίρεσιν, καὶ ὅσα καινοτέρας ἔχοντα τὰς ἐκβάσεις καὶ αὐτὰ καινὰ ὄντα ὑπέπιπτε συμπεριέλαβον. καὶ ἐδόκουν ἀποχρώντως ἔχειν τὴν πραγματείαν δυσὶ περιωρισμένην βιβλίοις. [*](p. 198) ἔπειτα μέντοι διαπεφευγότα τινὰ τὴν πραγματείαν ηὑρίσκετο, μικρὰ μὲν καὶ οὐ πολλῆς ἄξια φροντίδος, ὅμως δὲ ἐπιζητούμενα ὑπὸ τῶν ὀνυχιζόντων πάντα καὶ μηδὲν ἀβασάνιστον εὑρίσκειν πειρωμένων. ἀθροίσας οὖν, ὡς ἐνῆν, τὰ πλεῖστα καὶ μάλιστ᾿ ἀξιόλογα οὐχὶ καθʼ ὑπο- θέσεως μιᾶς λόγον (οὐδὲ γὰρ οὐδὲ ἐνεδέχετο τά γε οὕτως ἀλλήλων κεχωρισμένα σωμαποποιεῖν καὶ εἰς ἓν συνάγειν) ἀλλʼ ὡς ἐν ἐπιδρομῇ λόγων τρίτον βιβλίον τὸ Φιλάληθες ἢ Ἐνόδιον ἐποίησα. ἦν δέ ἄρα τις ἐν ἀνθρώποις Μῶμος ἀπεληλαμένος θεῶν καὶ δαιμόνων οὐκ ἀγαθός, ᾧ χρὴ κατὰ τὸ καρτερὸν ἐνίστασθαι ἐπιστάμενον ὅτι πλείοσιν ὅπλοις πρὸς τὰ κρείττονα τῶν ἔργων ἀγωνίζεται. καὶ γὰρ νῦν αἰσθάνομαί τινων τοῖς βιβλίοις ἐγκαλούντων ὡς τῶν μὲν ἐν αὐτοῖς γεγραμμένων ἀληθείας μὲν οὐδʼ ὁτιοῦν ἀποδεόντων, οὐ πάντων δὲ ἐξειργασμένων οὐδὲ ᾐτιολογημένων, ἔστι δέ ὧν καὶ παραλελειμμένων ἀναγκαίων ὄντων τῇ ὑποθέσει. διὸ μετὰ πολλῆς ἐπιστροφῆς ὑπέρ τε ἐμαυτοῦ καὶ σοῦ ὡρμήθην ἐπὶ τὴν συγγραφὴν τοῦδε τοῦ βιβλίου, ὅπως ἂν ἔχῃς πρὸς ἑκαστα ἐπιβόλως τε, εἰ αὐτὸ μόνον δέοι κρίνειν, καὶ πρὸς τοὺς ζητητικοὺς τῶν ἀνθρώπων εὐκόλως πρὸς ἀπόκρισιν, μεμνημένος ὅτι σοι προσπεφώνηται
238
τὸ βιβλίον, ὅπως ἂν αὐτὸς ἔχῃς χρῆσθαι καὶ μὴ πολλοῖς κοινωνῇς ἀντιγραφῶν. τὰ γὰρ ἐνταῦθα γραφησόμενα μένοντα μὲν παρὰ σοὶ πάντων ὑπέρτερον οὐδενός γε λειπόμενον ὀνειροκριτικόν σε ποιήσει, κοινωθέντα δὲ οὐδέν τι μᾶλλον ἑτέρων σε ἐπιστάμενον ἐπιδείξει. εὖ γὰρ ἴσθι ὅτι τῶν λόγων τῶν ἡμετέρων ἥττονές εἰσι πολλοὶ καὶ σχεδὸν πάντες, οἷς ἐπιμελές ἐστι τὸ κατορθοῦν ἐν μαντικῇ. κανονικῶς οὖν καὶ ὁρικῶς περὶ τῶν [*](p. 199) ζητουμένων ἕκαστά σοι κατὰ τὴν ὑπόθεσιν τὴν ἐν τοῖς πρώτοις δυσὶ βιβλίοις ἀπʼ ἀρχῆς ἀναγράφω.

Πρὸς μὲν οὖν τοὺς μὴ πάντα ᾐτιολογῆσθαι λέγοντας ὀρθῶς ἐρεῖς τὸ ἐκ τοῦ προοιμίου τοῦ πρώτου βιβλίου ῥητόν, πλὴν εἰ μὴ τοῦτο οὕτω σαφές εἴη, ὡς περιττὴν ἡγεῖσθαι τὴν περὶ αὐτοῦ ἐξήγησιν· πρὸς δὲ τοὺς μῂ πάντα ἐξειργάσθαι λέγοντας καὶ τούς τινα παραλελεῖφθαι ἐρεῖς ὅτι ἔνιά τισιν ὅμοια ὄντα ὡς εὔγνωστα παραλέλειπται οὐκ ἐξείργασται, ὡς στρόφιον διαδήματι καὶ λαγὼς ἐλάφῳ καὶ κάμηλος ἐλέφαντι καὶ κρόκος μύροις καὶ ὅσα ἄλλα ἐστὶν εὐώδη, καὶ ὅτι χοῖρος καὶ ὄρνιθες ταῖς ἑαυτῶν σαρξὶ τὸν αὐτὸν ἔχουσι λόγον. πρὸς δὲ τοὺς πυνθανομένους περὶ ὀνείρου καὶ ἐνυπνίου διαφορᾶς ἐπιμελῶς προεῖπον ὅτι ἕτερόν ἐστι τοῦ ὀνείρου τὸ ἐνύπνιον καὶ οὐ ταὐτόν. ἀλλὰ καὶ τὸν ὄνειρον ἐνύπνιον καλῶς εἴποι τις ἄν ὅταν δὲ τεχνικῶς λέγῃ τις, κυρίως ἕκαστον χρὴ καλεῖν,

239
καὶ τὸ μὲν ἀσήμαντον καὶ οὐδενὸς προαγορευτικὸν ἀλλʼ ἐν μόνῳ τῷ ὕπνῳ τὴν δύναμιν ἔχον, γινόμενον δὲ ἐξ ἐπιθυμίας ἀλόγου ἢ ὑπερβάλλοντος φόβου ἢ πλησμονῆς ἢ ἐνδείας τροφῆς, ἐνύπνιον χρὴ καλεῖν, τὸ δὲ μετὰ τὸν ὕπνον ἐνεργές ὂν καὶ ἀποβησόμενον ἐς ἀγαθὸν ἢ κακὸν ὄνειρον διʼ ἃς αἰτίας ἐκεῖ προείρηκα. ὅταν δὲ κοινῶς τις λέγῃ, καταχρηστέον τοῖς ὀνόμασιν, ὡς καὶ ὁ ποιητής κλῦτε, φίλοι, θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος. φίλον γὰρ αὐτῷ τὸ ἰσοδυναμοῦσι χρῆσθαι ὀνόμασι καὶ ῥήμασι καὶ πᾶσι τοῖς τοῦ λόγου μέρεσιν, ὡς καὶ ῾ ἀμφὶ περὶ κρήνηνʼ καὶ ῾ εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτοʼ καὶ [*](p. 200) ἄλλα ἄττα πολλά οὕτως καὶ ῾ θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειροςʼ.

Μέμνησο δὲ ὅτι τοῖς ἐνστάσει χρωμένοις ἀγαθῇ καὶ εὐπροαιρέτῳ ἐνύπνια οὐ γίνεται οὐδὲ ἄλλαι τινές ἄλογοι φαντασίαι, ἀλλὰ πάντα ὄνειροι καὶ ὡς ἐπὶ τὸ πλεῖστον θεωρηματικοί· οὐ γὰρ ἐπιθολοῦται αὐτῶν ἡ ψυχὴ οὔτε φόβοις οὔτε ἐλπίσιν, καὶ μέντοι καὶ τῶν τοῦ σώματος ἡδονῶν ἄρχουσι. τὸ δὲ κεφάλαιον εἰπεῖν, ἐν τῷ σπουδαίῳ ἐνύπνιον οὐ φαίνεται οὐδέ τις ἄλλη ἄλογος φαντασία. ἵνα δὲ μή ποτε ἐξαπατηθῇς, οὐ ταὐτὰ τοῖς πολλοῖς ἐνύπνια καὶ τοῖς δυναμένοις αὐτὰ διακρίνειν· οἱ μὲν γὰρ πολλοί, οἷα βούλονται ἢ οἷα φοβοῦνται, τοιαῦτα καὶ κατὰ τὸν ὕπνον ὁρῶσιν, οἱ δέ αὖ σοφοὶ περὶ ταῦτα καὶ δεινοί, οἷα βούλονται,

240
τοιαῦτα σημαίνουσιν. ἢν δέ τις τῶν ἀπείρων ἴδῃ, χρὴ πιστεύειν οὐχ ὡς ἐνυπνίοις ἀλλʼ ὡς ὀνείροις. οἷον ὁ δυνάμενος διακρίνειν τὰ τοιαῦτα διὰ τὸ βιβλίοις ἐντετυχηκέναι ὀνειροκριτικοῖς διὰ τὸ ὀνειροκρίταις συναναστρέφεσθαι ἢ διὰ τὸ εὐεπιβόλως ἔχειν πρὸς τὰς κρίσεις εἰ μὲν τύχοι ἐρῶν γυναικός, οὐ τὴν ἐρωμένην ὄψεται ἀλλ᾿ ἵππον ἢ κάτοπτρον ἢ ναῦν ἢ θάλασσαν ἢ θηρίον θῆλυ ἢ ἐσθῆτα γυναικείαν ἄλλο τι τῶν σημαινόντων γυναῖκα. εἰ δέ πρὸς ἀποδημίαν γένοιτο, οὐχὶ ὀχήματα ὄψεται οὐδὲ ναῦς οὐδέ στρωματοδέσμους οὐδέ σκεύη συνειλεγμένα ἢ παρασκευὴν ἀποδημίας, ἵπτασθαι δὲ δόξει καὶ σεισμὸν πόλεμον ἢ κεραυνὸν ὄψεται καὶ εἴ τι ἄλλο ἀποδημίας ἔσται σύμβολον. καὶ εἰ φοβοῖτό τινα ἢ φεύγοι, οὐκαὐ τὸν ἐκεῖνον ὄψεται, ἀλλὰ θηρίον ἐκφεύγειν νομίσει καὶ δεσμὰ διαρρήσσειν [*](p. 201) καὶ λῃστὰς ἀναιρεῖν καὶ θεοῖς θύειν καὶ ὅσα ἰδόντες οἱ ἄλλοι ἄνθρωποι ἔξω δέους καὶ ταραχῆς γίνονται. ὡς καὶ ἐν Κορίνθῳ ὁ ζωγράφος ὃς τὸν δεσπότην κατορύττειν πολλάκις ἐδόκει καὶ τοῦτο μὲν τὴν ὀροφὴν τοῦ οἰκήματος ἐν ᾧ διέτριβεν ἀπόλλυσθαι, τοῦτο δὲ καὶ τὴν ἑαυτοῦ κεφαλὴν ἀποτετμῆσθαι. καὶ οὐδὲν ἧττον περιῆν αὐτῷ ὁ δεσπότης καὶ ἔτι νῦν περίεστιν. ἀλλʼ ἐπειδὴ κριτικῶς εἶχε τῶν τοιούτων, τεχνικώτερον αὐτῷ προσέπαιζεν ἡ ψυχή· αὐτὰ γὰρ ταῦτα ἄλλῳ ἰδόντι τοῦ δεσπότου ὄλεθρον προεμαντεύετο. ἵνα δὲ μὴ ἄπορόν σοι φαίνηται τὸ τοιοῦτον, εὖ ἴσθι ὅτι πολλοὶ μὲν καὶ σχεδὸν οἱ πλεῖστοι, ἵνα μὴ λέγω πάντες, εἰσὶν οἱ τὰ κοινὰ ἐνύπνια ὁρῶντες, παντελῶς δὲ ὀλίγοι καὶ μόνοι οἱ ὀνειροκριτικοὶ τῶν ἀνθρώπων τὰ ἕτερα, περὶ ὧν ὁ προγεγραμμένος λόγος εἴρηται.

241

Τῶν δὲ ὀνείρων πάντων οὓς μὲν θεωρηματικούς οὓς δὲ ἀλληγορικοὺς καλοῦμεν· καὶ θεωρηματικοὺς μὲν τοὺς οὕτως ἀποβαίνοντας ὡς θεωροῦνται, ἀλληγορικοὺς δὲ τοὺς τὰ σημαινόμενα διʼ αἰνιγμάτων ἐπιδεικνύντας. ἐπειδὴ δὲ καὶ ἐν τούτοις γίνεταί τις πλάνη ἀμφιβαλλόντων πότερον χρὴ τὰ θεωρηθέντα αὐτὰ προσδέχεσθαι ἢ ἕτερόν τι ἐκ τούτων ἀποβησόμενον, οὐκ ἄπορόν σοι τὸ διακρίνειν δύνασθαι. πρῶτον μὲν γὰρ ὅσα θεωρηματικά ἐστι, παραχρῆμα καὶ αὐτίκα μάλα ἀποβαίνει· ὅσα δὲ ἀλληγορικά, πάντως χρόνου διαλείποντος ἢ πολλοῦ ἢ ὀλίγου ἢ τὸ ἔσχατον ἡμέρας μιᾶς. ἔπειτα καὶ εὔηθες ἂν εἴη τὰ τεράστια καὶ οὐδαμῶς ἐνδεχόμενα ἐγρηγορότι συμβαίνειν ταῦτα οὕτως ὡς θεωρηματικὰ προσδέχεσθαι. οἷον εἴ τις ὑπολάβοι θεὸς γεγονέναι ἢ πέτεσθαι ἢ κέρατα ἔχειν ἢ εἰς Ἅιδου καταβεβηκέναι· --- ἢ ὑπὸ κυνὸς δεδῆχθαι ἢ παρακαταθήκην λαβεῖν ἢ φίλον ἰδεῖν ἢ δραπέτην εὑρεῖν ἢ δειπνεῖν παῤ ἑαυτῷ πίνειν συντείνειν ἢ ἀπολέσαι [*](p. 202) τι ταῦτα γὰρ καὶ ὅσα τούτοις ὅμοια πῇ μὲν οὕτως ἀποβαίνει ὡς θεωρεῖται, πῇ δὲ καὶ ἀλληγορικῶς. εἰ μὲν οὖν παραυτίκα ἀποβαίνει, περισσὸν αὐτὰ κρίνειν· εἰ δὲ μή, ἐφάρμοζε ἑκάστῳ τὴν προσήκουσαν κρίσιν ἐκ τῶν προτέρων βιβλίων. ὅσα μέντοι στάνιά ἐστι καὶ ἅπαξ που γινόμενα, ταῦτα ὡς τεράστια καὶ ἔκφυλα τῶνδε τῶν λόγων παραδέχου μὲν ὡς ἐνδεχόμενα γενέσθαι, μὴ χρῶ δὲ ὡς πάντῃ καὶ πάντως καθολικοῖς. καὶ γὰρ Δρούσων ὁ Λαοδικεὺς τὴν τοῦ φίλου οἰκίαν ὠνήσασθαι δόξας μετὰ τριετίαν ὠνήσατο. ἀλλὰ τοῦτο μόνον θεωρηματικὸν ἦλθεν

242
εἰς ἡμᾶς ὀψὲ καὶ μὴ αὐτίκα ἀποβάν, τῶν δὲ ἰδίων τε καὶ κοινῶν καὶ ἀλλοτρίων καὶ δημοσίων καὶ κοσμικῶν ὀνείρων τὸν λόγον ἠκριβωμένον καὶ σφόδρα γε ἔχεις ἐν τῷ πρώτῳ βιβλίῳ. ὅμως δὲ καὶ ἐν τούτῳ τῷ θεωρήματι οἱ τὰς αὐτὰς ἔν τισι τέχνας ἔχοντες, καὶ εἰ πάνυ εἶεν γνώριμοι, τῶν τεχνῶν αὐτῶν εἰσι σημαντικοί. τοιγαροῦν γραμματικὸν γραμματικῷ οὐδέν ἄλλο ἢ τὴν γραμματικὴν εἶναι τέχνην καὶ ῥήτορα ῥήτορι ῥητορικήν, οὕτω δὲ καὶ ἐπὶ τῶν βαναύσων χαλκέα χαλκεῖ καὶ τέκτονα τέκτονι τὴν χαλκευτικὴν καὶ τεκτονικὴν τέχνην σημαίνειν. οἷον Φίλαγρος ὁ ῥήτωρ Οὐᾶρον τὸν ῥήτορα νοσοῦντα ἐθεάσατο, καὶ ἐπὶ πολὺ παρὰ προαίρεσιν τὴν ἑαυτοῦἐσίγησε. καὶ ἐν Κυζίκῳ τέκτων τὸν ἀγχίθυρον τέκτονα ἀπσθανόντα καὶ ἐκφερόμενον ἰδὼν διὰ δανειστὰς ἐξεχώρησε τοῦ ἐργαστηρίου καὶ μετανέστη τῆς πόλεως.