Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

ἐγὼ τὸν πρὸς σὲ πόλεμον ἠράμην, οὐχ ἵνα σε καθελὼν διαδέξωμαι τὴν ἡγεμονίαν, ἀλλʼ ἵνα τὴν ἀριστοκρατίαν ἀναλάβω τῇ πατρίδι, λελυμένην ὑπὸ τῆς τῶν τριῶν ἀρχῆς, ὡς οὐδʼ ἂν αὐτὸς ἀι τείποις· καὶ γὰρ ὅτε συνίστασθε αὐτήν, ὁμολογοῦντες εἶναι παράνομον, ὡς ἀναγκαίαν καὶ πρόσκαιρον ἐτίθεσθε, Κασσίου καὶ Βρούτου περιόντων ἔτι καὶ ὑμῶν ἐκείνοις οὐ δυναμένων συναλλαγῆναι. ἀποθανόντων δὲ ἐκείνων, οἳ τὸ τῆς στάσεως κεφάλαιον ἦσαν, καὶ τῶν ὑπολοίπων εἴ τινα λείψανα ἔστιν, οὐ τῇ πολιτείᾳ πολεμούντων, ἀλλὰ ὑμᾶς δεδιότων, ἐπὶ δὲ τούτῳ καὶ τῆς πενταετίας παριούσης, ἀνακῦψαι τὰς ἀρχὰς ἐπὶ τὰ πάτρια ἠξίουν, οὐ προτιμῶν οὐδὲ τὸν ἀδελφὸν τῆς πατρίδος, ἀλλʼ ἐλπίζων μὲν ἐπανελθόντα πείσειν ἑκόντα, ἐπειγόμενος δὲ ἐπὶ τῆς ἐμῆς ἀρχῆς γενέσθαι. καὶ εἰ κατῆρξας σύ, μόνος ἂν καὶ τὴν δόξαν εἶχες. ἐπεὶ δὲ δή σε οὐκ ἔπειθον, ᾤμην ἐλθὼν ἐπὶ Ῥώμην καὶ ἀναγκάσαι, πολίτης τε ὢν καὶ γνώριμος καὶ ὕπατος. αἱ μὲν αἰτίαι, διʼ ἃς ἐπολέμησα, αὗται μόναι, καὶ οὔτε ὁ ἀδελφὸς οὔτε Μάνιος οὔτε Φουλβία, οὔτε ἡ κληρουχία τῶν ἐν Φιλίπποις πεπολεμηκότων οὔτε ἔλεος τῶν γεωργῶν τὰ κλήματα ἀφαιρουμένων, ἐπεὶ κἀγὼ τοῖς τοῦ ἀδελφοῦ τέλεσιν οἰκιστὰς ἔδωκα, οἱ τὰ τῶν γεωργῶν ἀφαιρούμενοι τοῖς στρατευσαμένοις διένεμον. ἀλλά με σὺ τήνδε τὴν διαβολὴν αὐτοῖς διέβαλλες, τὴν αἰτίαν τοῦ πολέμου μεταφέρων ἐπὶ τὴν κληρουχίαν ἀπὸ σαυτοῦ, καὶ τῷδε μάλιστα αὐτοὺς ἑλὼν ἐμοῦ κεκράτηκας· ἀνεπείσθησαν γὰρ πολεμεῖσθαί τε ὑπʼ ἐμοῦ καὶ ἀμύνεσθαί με ἀδικοῦντα. τεχνάζειν μὲν δή σε ἔδει πολεμοῦντα· νικήσαντα δέ, εἰ μὲν ἐχθρὸς εἶ τῆς πατρίδος, κἀμὲ ἡγεῖσθαι πολέμιον, ἃ ἔδοξα συνοίσειν αὐτῇ, βουληθέντα μέν, οὐ δυνηθέντα δὲ διὰ λιμόν.

λέγω δὲ ταῦτα ἐγὼ ἐγχειρίζων μὲν ἐμαυτόν σοι, καθάπερ εἶπον, εἰς ὅ τι θέλοις, ὑποδεικνὺς δέ, οἷα καὶ πρότερον καὶ νῦν ἐφρόνησα περὶ σοῦ καὶ φρονῶν ἔτι μόνος ἀφικόμην. καὶ περὶ μὲν ἐμοῦ τοσαῦτα· περὶ δὲ τῶν φίλων καὶ τοῦ στρατοῦ παντός, εἰ μὲν οὐχ ὑποπτεύσεισʼ με λέγοντα, συμβουλεύσω τὰ σοὶ μάλιστα ὠφελιμώτατα, μηδὲν δεινὸν αὐτοὺς ἐργάσασθαι διὰ τὴν ἐμὴν καὶ σὴν φιλονικίαν, μηδὲ ἄνθρωπον ὄντα καὶ τύχῃ χρώμενον, οὐ βεβαίῳ πράγματι, κωλῦσαι τοὺς κινδυνεύειν ἐν τύχαις ἢ χρείαις ἐθελήσοντάς ποτε ὑπὲρ σοῦ, μαθόντας ἐκ τοῦδε τοῦ σοῦ νόμου δυσέλπιστον σῴζεσθαι μὴ κατορθοῦσιν. εἰ δὲ ὕποπτος ἢ ἄπιστος ἐχθροῦ πᾶσα συμβουλή, οὐκ ὀκνῶ καὶ παρακαλεῖν σε μὴ τοὺς φιλοὺς τίνυσθαι τῆς ἐμῆς ἁμαρτίας καὶ τύχης, ἀλλʼ εἰς ἐμὲ συναγαγεῖν πάντα, τὸν πάντων αἴτιον. ἀφʼ ἧς δὴ γνώμης αὐτοὺς ὑπελιπόμην, ἵνα μὴ δόξαιμι, σοὶ τάδε λέγων ἐκείνων ἀκουόντων, ὑπὲρ ἐμαυτοῦ τεχνάζων εἰπεῖν. ”

τοιαῦτα δὲ εἰπόντος τοῦ Λευκίου καὶ σιωπήσαντος ὁ Καῖσαρ ἔλεξεν·

“ἄσπονδον μέν σε κατιόντα πρὸς ἐμὲ ὁρῶν, ὦ Λεύκιε, ὑπήντησα τῶν ἐμῶν ἐρυμάτων ἔτι ἐκτὸς ὄντι κατὰ σπουδήν, ἵνα ἔτι κύριος ὢν σεαυτοῦ βουλεύοιο καὶ λέγοις καὶ πράττοις, ἃ νομίζεις σοι συνοίσειν. ἐπεὶ δʼ, ὅπερ ἐστὶ τῶν ἀδικεῖν ὁμολογούντων, σαυτὸν ἡμῖν ἐπιτρέπεις, οὐδὲν ἔτι δέομαι διελέγχειν, ὅσα σὺν τέχνῃ μου κατεψεύσω. ἐξ ἀρχῆς δέ με βλάψειν ἑλόμενος καὶ νῦν ἔβλαψας. σπονδὰς γάρ μοι τιθέμενος ἔτυχες ἂν ἠδικημένου καὶ νενικηκότος· ἄσπονδον δὲ σαυτόν τε καὶ τοὺς φίλους ἐπιτρεπων ἡμῖν καὶ τὸν στρατόν, ἀφαιρῇ μὲν πᾶσαν ὀργήν, ἀφαιρῇ δὲ καὶ τὴν ἐξουσίαν, ἣν σπενδόμενος ἂν ἔδωκας ὑπʼ ἀνάγκης. συμπέπλεκται γὰρ οἷς ἄξιον ὑμᾶς παθεῖν, τὸ προσῆκον ὧν ἐμὲ δίκαιόν ἐστι ποιεῖν· ὃ δὴ προτιμήσω διά τε τοὺς θεοὺς καὶ διʼ ἐμαυτὸν καὶ διὰ σέ, ὦ Λεύκιε, καὶ οὐ ψεύσω σε τῆς προσδοκίας, ἣν ἔχων περὶ ἐμαυτοῦ κατελήλυθας.”

ταῦτα μὲν ἔλεξαν ἀλλήλοις, ὡκ ἐκ τῶν ὑπομνημάτων ἦν ἐς τὸ δυνατὸν τῆσδε τῆς φωνῆς μεταβαλεῖν τεκμαιρομένῳ τῆς γνώμης τῶν λελεγμένων. καὶ διεκρίθησαν, ὁ μὲν Καῖσαρ ἐν ἐπαίνῳ καὶ θαύματι τὸν Λεύκιον ἔχων, οὐδὲν ὡς ἐν συμφοραῖς ἀγεννὲς οὐδʼ ἀσύνετον εἰπόντα, ὁ δὲ Λεύκιος τὸν Καίσαρα τοῦ τε ἤθους καὶ βραχυλογίας. οἱ λοιποὶ δʼ ἐτεκμαίροντο τῶν εἰρημένων ἐκ τῆς ὄψεως ἑκατέρων.

καὶ ὁ Λεύκιος ἔπεμπε τοὺς χιλάρχους τὸ σύνθημα τῷ στρατῷ ληψομένους παρὰ τοῦ Καίσαρος· οἱ δὲ ἔφερον αὐτῷ τὸν ἀριθμὸν τοῦ στρατοῦ, καθὰ καὶ νῦν ἔθος ἐστὶ τὸν αἰτοῦντα τὸ σύνθημα χιλίαρχον ἐπιδιδόναι τῷ βασιλεῖ βιβλίον ἐφήμερον τοῦ ἀριθμοῦ τοῦ παρόντος. οἱ μὲν δὴ τὸ σύνθημα λαβόντες τὰς φυλακὰς ἔτι διὰ χειρὸς εἶχον, οὕτω κελεύσαντος αὐτοῦ Καίσαρος, νυκτοφυλακεῖν ἑκατέρους τὰ ἴδια· ἅμα δὲ ἡμέρᾳ ὁ μὲν Καῖσαρ ἔθυεν, ὁ δὲ Λεύκιος αὐτῷ τὸν στρατὸν ἔπεμπε, τὰ μὲν ὅπλα φέροντα, ἐσκευα σμένον δʼ ὡς ἐν ὁδοιπορίᾳ. οἱ δὲ τὸν Καίσαρα πόρρωθεν ὡς αὐτοκράτορα ἠσπάσαντο καὶ ἔστησαν ἐν μέρει κατὰ τέλος, οὗ προσέταξεν ὁ Καῖσαρ, ἐφʼ ἑαυτῶν, οἵ τε κληροῦχοι καὶ οἱ νεοστράτευτοι κεχωρισμένοι. ὁ δὲ Καῖσαρ ἐκτελεσθείσης τῆς θυσίας στεψάμενος δάφνῃ, συμβόλῳ νίκης, προυκάθητο ἐπὶ βήματος καὶ προσέταξε μὲν ἅπασι θέσθαι τὰ ὅπλα, ἔνθα εἱστήκεσαν, θεμένων δὲ τοὺς κληρούχους, ἐκέλευσεν ἐγγυτέρω προσελθεῖν, διεγνωκὼς ἄρα ὀνειδίσαι τῆς ἀχαριστίας καὶ φοβῆσαι. προέγνωστο δὲ μέλλων ὧδε ποιήσειν, καὶ ὁ στρατὸς ὁ τοῦ Καίσαρος, εἴτε ἐξεπίτηδες, οἷα προδιδάσκονται πολλάκις, εἴτε ὑπὸ πάθους ὡς πρὸς οἰκείους ἄνδρας, ἀκρατεῖς τῆς δεδομένης σφίσι τάξεως γενόμενοι, προσιοῦσι τοῖς Λευκιανοῖς οἷα συνεστρατευμένοις ποτὲ περιχυθέντες ἠσπάζοντο καὶ συνέκλαιον καὶ τὸν Καίσαρα ὑπὲρ αὐτῶν παρεκάλουν καὶ οὔτε βοῶντες ἔτι ἐπαύοντο οὔτε συμπλεκόμενοι, κοινωνούντων ἑκατέροις τοῦ πάθους ἤδη καὶ τῶν νεοστρατεύτων· οὐδὲ ἦν τι διακεκριμένον ἔτι οὐδʼ εὔκριτον.

ὅθεν οὐδὲ ὁ Καῖσαρ ἔτι τῆς γνώμης ἐκράτει, ἀλλὰ μόλις τὴν βοὴν καταπαύσας εἶπε τοῖς ἰδίοις. “ὑμεῖς μέν, ὦ συστρατιῶται, οὕτως ἀεί μοι προσενήνεχθε ὡς μηδενὸς ἀτυχῆσαι παρʼ ἐμοῦ δύνασθαι· ἐγὼ δὲ τοὺς μὲν νεοστρατεύτους ὑπʼ ἀνάγκης ἐστρατεῦσθαι Λευκίῳ νομίζω, τουτωνὶ δὲ τῶν συνεστρατευμένων τε πολλάκις ὑμῖν καὶ νῦν ὑφʼ ὑμῶν σῳζομένων ἐπενόουν πυθέσθαι, τί παθόντες ἐξ ἡμῶν ἢ τίνος χάριτος οὐκ ἀξιωθέντες ἢ τί μεῖζον παρʼ ἑτέρου προσδοκῶντες ἐναντία ὅπλα ἤραντο καὶ ἐμοὶ καὶ ὑμῖν καὶ ἑαυτοῖς; ἃ γὰρ ἔκαμνον ἐγώ, πάντα ἦν ὑπὲρ τῆς κληρουχίας, ἧς τοῦ μέρους καὶ τούτοις μετῆν. καὶ εἰ συγχωρεῖτέ μοι, καὶ νῦν πεύσομαι.” οὐκ ἐπιτρεπόντων δέ, ἀλλὰ ἀπαύστως παρακαλούντων, “συγχωρῶ ὑμῖν, ὅσα βούλεσθε,” ἔφη, “καὶ ἀφείσθωσαν ἀπαθεῖς τῶν ἡμαρτημένων, ἂν ἐς τὸ μέλλον ὑμῖν ὅμοια φρονῶσιν.” ὑπισχνουμένων δʼ ἑκατέρων βοαί τε καὶ χάριτες ἦσαν ἐς τὸν Καίσαρα· καί τισιν αὐτῶν ἐπέτρεψέ τινας καὶ ὑποδέξασθαι, τὸ δὲ πλῆθος ἐκέλευε σκηνοῦν, ἔνθα περ εἱστήκεσαν, ἄπωθεν, ἕως ὁ Καῖσαρ αὐτοῖς πόλεις τε ἐς χειμασίαν καὶ τοὺς ἀπάξοντας ἐς τὰς πόλεις δοίη.

καθεζόμενος δʼ ἐπὶ τοῦ βήματος ἐκάλει τὸν Λεύκιον ἐκ τῆς Περυσίας μετὰ τῶν ἐν τέλει Ῥωμαίων. καὶ κατῄεσαν πολλοὶ μὲν ἀπὸ τῆς βουλῆς, πολλοὶ δὲ ἀπὸ τῶν καλουμένων ἱππέων, ἐν ὄψει πάντες οἰκτρᾷ καὶ ὀξείᾳ μεταβολῇ. ἅμα δὲ ἐξῄεσαν οὗτοι τῆς Περυσίας, καὶ φρουρὰ τὴν πόλιν περιέστη. ἐπεὶ δὲ ἀφίκοντο, Λεύκιον μὲν ὁ Καῖσαρ ἑαυτῷ παρεστήσατο, τῶν δὲ ἄλλων τοὺς μὲν οἱ φίλοι Καίσαρος, τοὺς δὲ οἱ λοχαγοὶ διέλαβον, προδεδιδαγμένοι πάντες ἐς τιμὴν ἀπάγειν ἅμα καὶ φυλακὴν ἄσημον. τοὺς δὲ Περυσίους ἀπὸ τοῦ τείχους παρακαλοῦντας ἐκέλευσεν ἥκειν, ἄνευ τῆς βουλῆς μόνης· καὶ ἐλθοῦσι συνέγνω. οἱ δὲ βουλευταὶ τότε μὲν φύλαξι παρεδόθησαν, μετʼ οὐ πολὺ δὲ ἀνῃρέθησαν, χωρὶς Αἰμιλίου Λευκίου, ὃς ἐν Ῥώμῃ δικάζων ἐπὶ τῷ φόνῳ Γαΐου Καίσαρος τὴν καταδικάζουσαν ἤνεγκε φανερῶς καὶ πάντας φέρειν ἐκέλευεν ὡς ἐκλυομένους μύσος.

τὴν δὲ Περυσίαν αὐτὴν ἐγνώκει μὲν ὁ Καῖσαρ ἐς διαρπαγὴν ἐπιτρέψαι τῷ στρατῷ, Κέστιος δέ τις αὐτῶν ὑπομαργότερος, ἐν Μακεδονίᾳ πεπολεμηκὼς καὶ ἐκ τοῦδε Μακεδονικὸν αὑτὸν ὀνομάζων, ἐνέπρησε τὴν οἰκίαν καὶ ἑαυτὸν ἐς τὸ πῦρ ἐνέβαλε, καὶ ἄνεμοι τὴν φλόγα ὑπολαβόντες περιήνεγκαν ἐκ ὅλην Περυσίαν, καὶ ἐνεπρήσθη χωρὶς τοῦ Ἡφαιστείου μόνου. τόδε μὲν δὴ τῇ Περυσίᾳ τέλος ἦν, δόξαν ἀρχαιότητος ἐχούσῃ καὶ ἀξιώσεως· ὑπὸ γὰρ Τυρρηνῶν πάλαι φασὶν αὐτὴν ἐν ταῖς πρώταις δυώδεκα πόλεσιν ἐν Ἰταλίᾳ γενέθαι. διὸ καὶ τὴν Ἥραν ἔσεβον, οἷα Τυρρηνοί· τότε δὲ ὅσοι τὰ λείψανα τῆς πόλεως διέλαχον, τὸν Ἥφαιστον σφίσιν ἔθεντο θεὸν εἶναι πάτριον ἀντὶ τῆς Ἥρας. τῆς δʼ ἐπιούσης ὁ μὲν Καῖσαρ ἐσπένδετο ἅπασιν, ὁ δὲ στρατὸς οὐκ ἐπαύετο ἐπί τισι θορυβῶν, ἕως ἀνῃρέθησαν· καὶ ἦσαν οἱ μάλιστα Καίσαρος ἐχθροί, Καννούτιός τε καὶ Γάιος Φλάυιος καὶ Κλώδιος ὁ Βιθυνικὸς καὶ ἕτεροι. τοῦτο μὲν δὴ τέλος ἦν τῆς ἐν Περυσίᾳ Λευκίου πολιορκίας, καὶ ὁ πόλεμος ὧδε ἐξελέλυτο, χαλεπώτατός τε καὶ χρόνιος ἐλπισθεὶς ἔσεσθαι τῇ Ἰταλίᾳ.

καὶ γὰρ Ἀσίνιος αὐτίκα καὶ Πλάγκος καὶ Οὐεντίδιος καὶ Κράσσος καὶ Ἀτήιος καὶ ὅσοι τῆσδε τῆς γνώμης ὄντες ἕτεροι στρατὸν εἶχον οὐκ εὐκαταφρόνητον, ἀλλʼ εἰς τρισκαίδεκα τέλη γεγυμνασμένα καὶ ἱππέας ἑξακισχιλίους ἐπὶ πεντακοσίοις, ἡγούμενοι τὸ κεφάλαιον τοῦ πολέμου Λεύκιον γενονέναι ἐπὶ θάλασσαν ᾔεσαν, ἕτερος ἑτέρας ὁδούς, οἱ μὲν ἐς Βρεντέσιον, οἱ δʼ ἐπὶ Ῥαβέννης, οἱ δʼ ἐς Τάραντα καὶ οἱ μὲν ἐς Μοῦρκον ἢ Ἀηνόβαρβον, οἱ δὲ ἐς Ἀντώνιον, διωκόντων αὐτοὺς τῶν Καίσαρος φίλων καὶ σπονδὰς προτεινόντων καὶ οὐκ ἐθέλουσιν ἐνοχλούντων τὰ πεζὰ μάλιστα· ὧν δὴ καὶ μόνων Ἀγρίππας ἔπεισε μεταθέσθαι δύο τέλη Πλάγκου, ἀποληφθέντα ἐν Καμερίᾳ. ἔφευγε δὲ καὶ Φουλβία μετὰ τῶν τέκνων ἐς Δικαιάρχειαν καὶ ἀπὸ Δικαιαρχείας ἐς τὸ Βρεντέσιον, μετὰ τρισχιλίων ἱππέων οἳ αὐτῇ παρὰ τῶν στρατηγῶν πομποὶ ἀπεστάλησαν. ἐν δὲ τῷ Βρεντεσίῳ νεῶν πέντε μακρῶν ἐκ Μακεδονίας οἱ μεταπέμπτων γενομένων ἐπιβᾶσα ἀνήγετο· καὶ αὐτῇ Πλάγκος συνέπλει, τὸν ἔτι λοιπὸν αὑτοῦ στρατὸν ἐκλιπὼν ὑπὸ δειλίας. οἱ δὲ Οὐεντίδιον σφῶν εἵλοντο ἄρχειν. Ἀσίνιος δὲ Ἀηνοβάρβῳ συνετίθετο φιλίαν εἶναι πρὸς Ἀντώνιον· καὶ ἐπέστελλον ἄμφω τάδε τῷ Ἀντωνίῳ καὶ ἀποβάσεις αὐτῷ καὶ ἀγορὰν ὡς αὐτίκα ἥξοντι εὐτρέπιζον ἀνὰ τὴν Ἰταλίαν.

ἄλλῳ δʼ Ἀντωνίου στρατῷ πολλῷ περὶ Ἄλπεις, οὗ Φούφιος Καληνὸς ἡγεῖτο, ὁ Καῖσαρ ἐπεβούλευεν, ἤδη μὲν τὸν Ἀντώνιον ὑπονοῶν, ἐλπίζων δὲ ἢ φίλῳ ἔτι ὄντι φυλάξειν ἢ πολεμοῦντος μεγάλην ἰσχὺν προσλήψεσθαι. διαμέλλοντος δὲ ὅμως ἔτι αὐτοῦ καὶ τὸ εὐπρεπὲς περιορωμένου, ὁ Καληνὸς ἐτελεύτησε· καὶ ὁ Καῖσαρ, ὡς ἐς ἀμφότερα πρόφασιν εὑρών, ᾔει καὶ παρελάμβανε τόν τε στρατὸν καὶ τὴν Κελτικὴν ἐπʼ αὐτῷ καὶ Ἰβηρίαν, καὶ τάσδε οὔσας ὑπὸ Ἀντωνίῳ, Φουφίου τοῦ παιδὸς Καληνοῦ καταπλαγέντος τε αὐτὸν καὶ παραδόντος ἅπαντα ἀμαχεί.