Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

ὡς δὲ ἐξείργαστο πάντα τῷ Καίσαρι, λιμὸς ἥπτετο τοῦ Λευκίου, καὶ τὸ κακὸν ἤκμαζεν ἀγρίως ἅτε μηδὲν αὐτοῦ μηδὲ τῆς πόλεως προπαρεσκευασμένης. ὧν ὁ Καῖσαρ αἰσθόμενος ἀκριβεστέρας τὰς φυλακὰς ἐποίει. νουμηνίας δὲ ἔτους ἐς τὴν ἐπιοῦσαν ἡμέραν οὔσης, φυλάξας ὁ Λεύκιος τὴν ἑορτὴν ὡς ἀμελείας τοῖς πολεμίοις αἰτίαν ἐξέθορε νυκτὸς ἐπὶ τὰς πύλας αὐτῶν ὡς διεκπαίσων αὐτοὺς καὶ στρατιὰν ἐπαξόμενος ἑτέραν· πολλὴ γὰρ ἦν αὐτῷ πολλαχοῦ. ταχὺ δὲ τοῦ πλησίον ἐφεδρεύοντος τέλους καὶ τοῦ Καίσαρος αὐτοῦ σὺν ταῖς στρατηγίσι σπείραις ἐπιδραμόντων, ὁ Λεύκιος μάλα προθύμως ἀγωνιζόμενος ἀνεώσθη. τῶν δʼ αὐτῶν ἡμερῶν ἐν Ῥώμῃ, τοῦ σίτου τοῖς στρατευομένοις φυλασσομένου, τὸ πλῆθος τῷ πολέμῳ καὶ τῇ νίκῃ φανερῶς ἐπηρῶντο καὶ ἐς τὰς οἰκίας ἐστρέχοντες ἐπὶ ἐρεύνῃ σίτου, ὅσα εὕροιεν, ἥρπαζον.

οἱ δʼ ἀμφὶ τὸν Οὐεντίδιον αἰδούμενοι λιμῷ κάμνοντα Λεύκιον περιορᾶν, ἐχώρουν ἐς αὐτὸν ἅπαντες, βιαζόμενοι τοὺς Καίσαρος πανταχόθεν αὐτοὺς περικειμένους καὶ ἐνοχλοῦντας. ὑπαντώντων δʼ αὐτοῖς Ἀγρίππου τε καὶ Σαλουιδιηνοῦ μετὰ δυνάμεως ἔτι πλείονος, ἔδεισαν, μὴ κυκλωθεῖεν, καὶ ἐς Φουλκίνιόν τι χωρίον ἐξέκλιναν, ἑξήκοντα καὶ ἑκατὸν σταδίους τῆς Περυσίας διεστηκός· ἔνθα αὐτοὺς τῶν ἀμφὶ τὸν Ἀγρίππαν περικαθημένων πυρὰ πολλὰ ἤγειραν, σύμβολα τῷ Λευκίῳ. καὶ γνώμην ἐποιοῦντο Οὐεντίδιος μὲν καὶ Ἀσίνιος βαδίζειν καὶ ὣς μαχούμενοι, Πλάγκος δὲ ἔσεσθαι μέσους Καίσαρός τε καὶ Ἀγρίππου, χρῆναι δʼ ἔτι καραδοκεῖν τὰ γιγνόμενα· καὶ ἐκράτει λέγων ὁ Πλάγκος. οἱ δʼ ἐν τῇ Περυσίᾳ τὰ μὲν πυρὰ ἰδόντες ἥδοντο, τῶν δʼ ἀνδρῶν βραδυνόντων εἴκασαν καὶ τούσδε ἐνοχλεῖσθαι καὶ παυσαμένου τοῦ πυρὸς διεφθάρθαι. ὁ δὲ Λεύκιος τοῦ λιμοῦ πιέζοντος ἐνυκτομάχησεν αὖθις ἐκ πρώτης φυλακῆς ἐς ἕω περὶ ἅπαν τὸ περιτείχισμα· καὶ οὐ δυνηθεὶς ἀνέθορεν αὖθις ἐς τὴν Περυσίαν καὶ τὰς ὑπολοίπους συλλογισάμενος τροφὰς ἀπεῖπε δίδοσθαι τοῖς θεράπουσι καὶ ἐφύλασσεν αὐτοὺς μηδʼ ἐκφυγεῖν, ἵνα μὴ γνωριμώτερον γένοιτο τοῖς πολεμίοις τὸ δεινόν. ἠλῶντο οὖν οἱ θεράποντες κατὰ πλῆθος καὶ κατέπιπτον ἔν τε αὐτῇ τῇ πόλει καὶ μέχρι τοῦ σφετέρου διατειχίσματος, πόαν εἴ τινα εὕροιεν ἢ φυλλάδα χλωράν, νεμόμενοι. καὶ τοὺς ἀποψύχοντας ὁ Λεύκιος ἐς τάφρους ἐπιμήκεις κατώρυσσεν, ἵνα μήτε καιομένων ἐπίδηλον τοῖς ἐχθροῖς γένοιτο, μήτε σηπομένων ἀτμὸς καὶ νόσος.

ἐπεὶ δὲ οὔτε τοῦ λιμοῦ τι τέλος ἦν οὔτε τῶν θανάτων, ἀχθόμενοι τοῖς γιγνομένοις οἱ ὁπλῖται παρεκάλουν τὸν Λεύκιον αὖθις ἀποπειρᾶσαι τῶν τειχῶν, ὡς διακόψοντες αὐτὰ πάντως. ὁ δὲ τὴν ὁρμὴν ἀποδεξάμενος, “οὐκ ἀξίως,” ἔφη, “πρῴην τῆς παρούσης ἀνάγκης ἠγωνισάμεθα,” καὶ νῦν ἢ παραδιδόναι σφᾶς ἢ τοῦτο χεῖρον ἡγουμένους θανάτου μάχεσθαι μέχρι θανάτου. δεξαμένων δὲ προθύμως ἁπάντων καὶ, ἵνα μή τις ὡς ἐν νυκτὶ πρόφασις γένοιτο, κατὰ φῶς ἄγειν σφᾶς κελευόντων, ὁ Λεύκιος ἦγε πρὸ ἡμέρας. σίδηρόν τε τειχομάχον εἶχον τολὺν καὶ κλίμακας ἐς εἴδη πάντα διεσκευασμένας. ἐφέρετο δὲ καὶ τάφρων ἐγχωστήρια ὄργανα καὶ πύργοι πτυκτοί, σανίδας ἐς τὰ τείχη μεθιέντες, καὶ βέλη παντοῖα καὶ λίθοι, καὶ γέρρα τοῖς σκόλοψιν ἐπιρριπτεῖσθαι. προσπεσόντες δὲ μεθʼ ὁρμῆς βιαίου τὴν τάφρον ἐνέχωσαν καὶ τοὺς σταυροὺς ὑπερέβησαν καὶ τοῖς τείχεσι προσελθόντες οἱ μὲν ὑπώρυσσον, οἱ δὲ τὰς κλίμακας ἐπῆγον, οἱ δὲ τοὺς πύργους· ἐνεχείρουν τε ὁμοῦ καὶ ἠμύνοντο λίθοις καὶ τοξεύμασι καὶ μολυβδαίναις σὺν πολλῇ θανάτου καταφρονήσει. καὶ τάδε ἐγίγνετο κατὰ μέρη πολλά· ἐπειδὴ δέ τινας --- ἐς πολλὰ διαιρουμένοις τοῖς πολεμίοις ἀσθενέστερα πάντα ἦν.

Ἐκταθεισῶν δέ που τῶν σανίδων ἐς τὸ τεῖχος, βία τότε μάλιστα ἐπικίνδυνος ἦν τῶν Λευκιανῶν ἐπὶ ταῖς σανίσι μαχομένων, καὶ βέλη πλάγια πάντοθεν ἦν ἐς αὐτοὺς καὶ ἀκόντια. ἐβιάσαντο δὲ ὅμως καὶ ἐς τὸ τεῖχος ἐξήλαντο ὀλίγοι, καὶ αὐτοῖς εἵποντο ἕτεροι· καὶ τάχα ἄν τι ἐξείργαστο αὐτοῖς μετὰ ἀπονοίας, εἰ μή, γνωσθέντος οὐ πολλὰ εἶναι τὰ τοιαῦτα μηχανήματα, οἱ ἄριστοι τῶν Καίσαρος ἐφεδρειῶν ἀκμῆτες ἐπήγοντο κεκμηκόσι. τότε γὰρ δὴ τῶν τειχῶν αὐτοὺς κατήρειψαν καὶ τὰ μηχανήματα συνέτριψαν καὶ ἔβαλλον ἄνωθεν ἤδη σὺν καταφρονήσει. τοῖς δὲ τὰ μὲν ὅπλα καὶ τὰ σώματα ὅλα συνεκέκοπτο, καὶ βοὴ σφᾶς ἐπελελοίπει, παρέμενον δʼ ὅμως τῇ προθυμίᾳ. ὡς δὲ καὶ τὰ νεκρὰ τῶν ἐπὶ τοῦ τείχους ἀνῃρημένων ἐσκυλευμένα κάτω διερριπτεῖτο, τὴν ὕβριν οὐκ ἔφερον, ἀλλὰ ἀνετρέποντο ὑπὸ τῆς ὄψεως, καὶ μικρὸν ἔστησαν ἀποροῦντες ὥσπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν οἱ διαναπαυόμενοι. ὧδε δὲ αὐτοὺς ἔχοντας ἐλεῶν ὁ Λεύκιος ἐκάλει τῇ σάλπιγγι ἀναχωρεῖν. ἡσθέντων δὲ τῶν Καίσαρος ἐπὶ τῷδε καὶ τὰ ὅπλα παταγησάντων οἷον ἐπὶ νίκῃ, ἐρεθισθέντες οἱ τοῦ Λευκίου τὰς κλίμακας αὖθις ἁρπάσαντες ʽοὐ γὰρ ἔτι πύργους εἶχον’ ἔφερον ἐς τὰ τείχη μετὰ ἀπονοίας, οὐδὲν ἔτι βλάπτοντες· οὐ γὰρ ἐδύναντο. περιθέων δʼ αὐτοὺς ὁ Λεύκιος ἐδεῖτο μὴ ψυχομαχεῖν ἔτι καὶ οἰμῴζοντας ἀπῆγεν ἄκοντας.

τὸ μὲν δὴ τέλος τῆσδε τῆς τειχομαχίας, ἐκθυμοτάτης γενομένης, ἐς τοῦτο ἐτελεύτα· ὁ δὲ Καῖσαρ, ἵνα μὴ αὖθις ἐπιτολμήσειαν οἱ πολέμιοι τοῖς τείχεσι, τὴν στρατιάν, ὅση τοῖς γιγνομένοις ἐφήδρευε, παρʼ αὐτὸ τὸ τεῖχος ἵδρυσε καὶ ἐδίδαξεν ἀναπηδᾶν ἐς τὸ τεῖχος ἄλλους ἀλλαχοῦ κατὰ σύνθημα σάλπιγγος· συνεχῶς τε ἀπεπήδων οὐδενὸς ἐπείγοντος, ἵνα διδαχή τε σφίσι καὶ φόβος εἴη τοῖς πολεμίοις. ἀθυμία δὲ ἐπεῖχε τοὺς τοῦ Λευκίου, καί, ὅπερ ἐν τοῖς τοιούτοις εἴωθε γίγνεσθαι, τῆς φυλακῆς οἱ φύλακες ἠμέλουν· ἐκ δὲ τῆς ἀμελείας αὐτομολίαι πολλῶν ἐγίγνοντο, καὶ οὐχ οἱ ἀφανέστεροι τοῦτο μόνοι, ἀλλὰ καὶ τῶν ἡγεμονικῶν τινες ἔδρων. ἐνεδίδου τε ὁ Λεύκιος ἤδη πρὸς διαλύσεις ἐλέῳ τοσοῦδε πλήθους ἀπολλυμένου, ἐχθρῶν δέ τινων Καίσαρος περὶ σφῶν δεδιότων ἔτι ἐπεῖχεν. ὡς δὲ ὁ Καῖσαρ ὤφθη τοὺς αὐτομόλους φιλανθρώπως ἐκδεχόμενος καὶ πλείων ὁρμὴ πᾶσιν ἐς τὰς διαλύσεις ἐγίγνετο, δέος ἥπτετο τοῦ Λευκίου, μὴ ἀντιλέγων ἐκδοθείη.

γενομένης οὖν τινος ες τοῦτο πείρας καὶ ἐλπίδος οὐκ ἀηδοῦς, τὸν στρατὸν συναγαγὼν ἔλεξεν ὧδε· “γνώμη μὲν ἦν μοι τὴν πάτριον ὑμῖν ἀποδοῦναι πολιτείαν, ὦ συστρατιῶται, τυρραννίδα τὴν τῶν τριῶν ἀνδρῶν ἀρχὴν καὶ οὐδʼ, ἐφʼ ᾗ συνέστη προφάσει, Κασσίου καὶ Βρούτου τεθνεώτων διαλυθεῖσαν. Λεπίδου γὰρ τὸ μέρος τῆς ἀρχῆς ἀφῃρημένου καὶ Ἀντωνίου πορρωτάτω χρήματα συλλέγοντος, εἷς οὗτος ἅπαντα πρὸς τὴν ἑαυτοῦ γνώμην διῴκει, τὰ δὲ πάτρια Ῥωμαίοις πρόσχημα μόνον ἦν καὶ γέλως. ἅπερ ἐγὼ μεταβάλλειν ἐς τὴν ἄνωθεν ἐλευθερίαν τε καὶ δημοκρατίαν ἐπινοῶν ἠξίουν τῶν ἐπινικίων διαδοθέντων ἐκλυθῆναι τὴν μοναρχίαν. ἐπεὶ δὲ οὐκ ἔπειθον, ἐπειρώμην ἐπὶ τῆς ἐμῆς ἀρχῆς καταναγκάσαι. ὁ δέ με τῷ στρατῷ διέβαλλε, κωλύειν τὰς κληρουχίας ἐλέῳ τῶν γεωργῶν· καὶ τὴν διαβολὴν ἐγὼ τήνδε ἠγνόησα ἐπὶ πλεῖστον. ἀλλʼ οὐδὲ ἐπιγνοὺς ἐπίστευσά τινα πιστεύσειν, ὁρῶντα τοὺς οἰκιστὰς καὶ παρʼ ἐμοῦ δεδομένους, οἳ μεριεῖν ἔμελλον ὑμῖν τὰς κληρουχίας. ἀλλὰ ἐδημαγώγησε γάρ τινας ἡ διαβολή, καὶ πρὸς ἐκεῖνον ᾤχοντο πολεμήσοντες ὑμῖν, ὡς νομίζουσι, σὺν χρόνῳ δʼ εἴσονται στρατευσάμενοι καθʼ αὑτῶν. ὑμῖν δʼ ἐγὼ μαρτυρῶ μὲν ἑλομένοις τὰ ἀμείνονα καὶ ὑπὲρ δύναμιν κακοπαθήσασιν, ἡττήμεθα δὲ οὐχ ὑπὸ τῶν πολεμίων, ἀλλὰ τοῦ λιμοῦ, ᾧ δὴ καὶ πρὸς τῶν ἡμετέρων στρατηγῶν ἐγκαταλελείμμεθα. ἐμοὶ μὲν δὴ καλῶς εἶχεν ἀγωνίσασθαι μέχρι τοῦ τελευταίου δαίμονος ὑπὲρ τῆς πατρίδος· καλὸν γάρ μοι τὸν ἔπαινον ἐπὶ τῇ γνώμῃ καὶ τὸ τέλος ἐποίει· οὐχ ὑφίσταμαι δὲ διʼ ὑμᾶς, οὓς τῆς ἐμῆς προτίθημι εὐκλείας. πέμψω δὴ πρὸς τὸν κεκρατηκότα καὶ δεήσομαι ἐμοὶ μὲν ἀντὶ πάντων ὑμῶν εἰς ὃ θέλει καταχρήσασθαι μόνῳ, ὑμῖν δὲ ἀντʼ ἐμοῦ ἀμνηστίαν δοῦναι, πολίταις τε οὖσιν αὐτοῦ καὶ στρατιώταις ποτὲ γενομένοις καὶ οὐδὲ νῦν ἀδικοῦσιν οὐδὲ πολεμήσασιν ἄνευ καλῆς αἰτίας οὐδὲ ἡσσημένοις πολέμῳ μᾶλλον ἢ λιμῷ.”

ὁ μὲν οὕτως εἶπε καὶ εὐθὺς ἔπεμπε τρεῖς ἐπιλεξάμενος ἐκ τῶν ἀρίστων· ἡ δὲ πληθὺς ἀνῴμωζον, οἱ μὲν ἑαυτῶν χάριν, οἱ δὲ τοῦ στρατηγοῦ, γνώμῃ μὲν ὁμοῦ σφισιν ἀρίστου καὶ δημοκρατικοῦ φανέντος, ὑπὸ δʼ ἐσχάτης ἀνάγκης ἡττημένου. οἱ δὲ τρεῖς ἐντυχόντες τῷ Καίσαρι ἀνεμίμνῃσκον τοῦ γένους τῶν στρατῶν ἑνὸς ἑκατέροις ὄντος καὶ στρατειῶν ὁμοῦ γενομένων καὶ φιλίας τῶν ἐπιφανῶν καὶ ἀρετῆς προγόνων οὐκ ἐς ἀνήκεστον τὰς διαφορὰς προαγαγόντων· ὅσα τε εἰκὸς ἦν ἄλλα ἐπαγωγά, τούτοις ὅμοια, ἔλεγον. ὁ δὲ Καῖσαρ εἰδὼς τῶν πολεμίων τοὺς μὲν ἀπειροπολέμους ἔτι, τοὺς δὲ κληρούχους γεγυμνασμένους ἔφη τεχνάζων τοῖς ὑπʼ Ἀντωνίῳ στρατευσαμένοις διδόναι τὴν ἀμνηστίαν, ὡς χάριν ἐκείνῳ φέρων, τοὺς δʼ ἄλλους ἐπιτρέπειν σφᾶς ἑαυτῷ προσέτασσεν. ταῦτα μὲν εἶπεν ἅπασιν ἰδία δὲ ἕνα τῶν τριῶν ἀπολαβών, Φούρνιον, ἐς μείζονα φιλανθρωπίαν ἐπήλπισε τοὺς περὶ Λεύκιον καὶ τοὺς ἄλλους χωρὶς τῶν ἰδίων ἐχθρῶν ἑαυτοῦ.

οἵδε οὖν οἱ τοῦ Καίσαρος ἐχθροί, τὴν ἰδίᾳ γενομένην ἔντευξιν τοῦ Φουρνίου ὑπονοοῦντες ἐπὶ σφίσι γενέσθαι, αὐτόν τε τὸν Φούρνιον ἐλοιδόρουν ἐπανελθόντα καὶ τὸν Λεύκιον ἠξίουν ἢ σπονδὰς αὖθις αἰτεῖν ὁμοίας ἅπασιν ἢ πολεμεῖν μέχρι θανάτου· οὐ γὰρ ἴδιόν τινι τὸν πόλεμον, ἀλλὰ κοινὸν ὑπὲρ τῆς πατρίδος γεγονέναι. καὶ ὁ Λεύκιος ἐπῄνει μὲν ἐλεῶν ἄνδρας ὁμοτίμους καὶ πέμψειν ἔλεγεν ἑτέρους, οὐδένα δὲ εἰπὼν ἀμείνονα ἔχειν ἑαυτοῦ, εὐθὺς ἄνευ κήρυκος ᾔει, προθεόντων αὐτοῦ δρόμῳ τῶν ἀπαγγελούντων Καίσαρι κατιέναι Λεύκιον. ὁ δὲ αὐτίκα ὑπήντα. ἑωρῶντο οὖν ἀλλήλοις ἤδη μετὰ τῶν φίλων καὶ περιφανεῖς ἦσαν ἀπὸ τῶν σημείων καὶ τῆς στολῆς οὔσης ἑκατέρῳ στρατηγικῆς. καὶ ὁ Λεύκιος ἀποθέμενος τοὺς φίλους ᾔει σὺν δύο ῥαβδούχοις μόνοις, ἐπιδεικνὺς ἅμα τὴν γνώμην ἀπὸ τοῦ σχήματος· καὶ ὁ Καῖσαρ συνεὶς ἀντεμιμεῖτο ἐς δεῖγμα καὶ ὅδε τῆς εἰς τὸν Λεύκιον εὐνοίας ἐσομένης· ὡς δὲ καὶ σπεύδοντα εἶδε τὸν Λεύκιον παρελθεῖν ἐς τὸ Καίσαρος χαράκωμα, ἵνα καὶ τῷδε φαίνοιτο ἑαυτὸν ἐπιτρέπων ἤδη, προλαβὼν ὁ Καῖσαρ ἐξῆλθε τοῦ χαρακώμακος, ἵνα ἐλεύθερον εἴη τῷ Λευκίῳ βουλεύεσθαί τε καὶ κρίνειν ἔτι περὶ αὑτοῦ. τοιάδε ἀλλήλοις προσιόντες ἀπό τε τῆς στολῆς καὶ τῶν σχημάτων προαπεδείκνυντο.

ὡς δὲ ἐπὶ τὴν τάφρον ἀφίκοντο, προσηγόρευσάν τε ἀλλήλους καὶ ὁ Λεύκιος ἔφη·

“εἰ μὲν ξένος ὢν ἐπολέμησα, ὦ Καῖσαρ, αἰσχρὰν ἂν τὴν τοιαύτην ἧσσαν ἡγούμην καὶ αἰσχίονα ἔτι τὴν παράδοσιν· καὶ τῆσδε τῆς αἰσχύνης εἶχον ἀπαλλαγὴν εὔκολον παρʼ ἐμαυτοῦ. ἐπεὶ δὲ πολίτῃ διηνέχθην καὶ ὁμοτίμῳ καὶ ὑπὲρ τῆς πατρίδος, οὐκ αἰσχρὸν ἡγοῦμαι μετὰ τοιᾶσδε προφάσεως ὑπὸ τοιοῦδε ἡσσῆσθαι. καὶ τάδε λέγω οὐ παραιτούμενος παθεῖν, ὅ τι θέλοις ʽδιὰ γάρ σοι τοῦτο ἐς τὸ στρατόπεδον τὸ σὸν ἄνευ σπονδῶν ἱέμην̓, ἀλλʼ ἵνα τοῖς ἄλλοις αἰτήσω συγγνώμην δικαίαν τε καὶ τοῖς σοῖς πράγμασι συμφέρουσαν. δεῖ δέ με τοῦτο ἐπιδεικνύντα διελεῖν τὸν λόγον ὑπὲρ τε ἐκείνων καὶ ὑπὲρ ἐμαυτοῦ, ἵνα μόνον ἐμὲ τῶν γεγονότων αἴτιον ἐπιγνοὺς εἰς ἐμὲ τὴν ὀργὴν συναγάγῃς. μὴ νομίσῃς δὲ ἐλεγχθήσεσθαι μετὰ παρρησίας ʽἄκαιρον γάῤ, ἀλλὰ μετὰ ἀληθείας, ἧς οὐκ ἔνι μοι χωρὶς εἰπεῖν.