Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

τοῦ δὲ δήμου τὴν μεγίστην ἱερωσύνην ἐς αὐτὸν ἐκ Λεπίδου μεταφέροντος, ἣν ἕνα ἔχειν νενόμισται μέχρι θανάτου, οὐκ ἐδέχετο καὶ κτείνειν τὸν Λέπιδον ὡς πολέμιον κελευόντων οὐκ ἠνείχετο. ἐς δὲ τὰ στρατόπεδα πάντα σεσημασμένας ἔπεμψεν ἐπιστολάς, ἐντελλόμενος ἡμέρᾳ μιᾷ πάντας ἀνειλήσαντας αὐτὰς ἐπιχειρεῖν τοῖς κεκελευσμένοις. καὶ ἦν τὰ ἐπεσταλμένα περὶ τῶν θεραπόντων, ὅσοι παρὰ τὴν στάσιν ἀποδράντες ἐστρατεύοντο, καὶ αὐτοῖς τὴν ἐλευθερίαν ᾐτήκει Πομπήιος, καὶ ἡ βουλὴ καὶ αἱ συνθῆκαι δεδώκεσαν. οἱ δὲ μιᾶς ἡμέρας συνελαμβάνοντο. καὶ ἀχθέντας αὐτοὺς ἐς Ῥώμην ὁ Καῖσαρ ἀπέδωκεν αὐτῶν τε Ῥωμαίων καὶ Ἰταλῶν τοῖς δεσπόταις ἢ διαδόχοις αὐτῶν, ἀπέδωκε δὲ καὶ Σικελιώταις. ὅσους δʼ οὐκ ἦν ὁ ληψόμενος, ἔκτεινε παρὰ ταῖς πόλεσιν αὐταῖς, ὧν ἀπέδρασεν.

τοῦτο μὲν δὴ τῶν τότε στάσεων ἐδόκει τέλος εἶναι. καὶ ἦν ὁ Καῖσαρ ἐτῶν ἐς τότε ὀκτὼ καὶ εἴκοσι, καὶ αὐτὸν αἱ πόλεις τοῖς σφετέροις θεοῖς συνίδρυον. λῃστευομένης δὲ κατὰ συστάσεις τῆς τε Ῥώμης αὐτῆς καὶ τῆς Ἰταλίας περιφανῶς καὶ τῶν γιγνομένων ἁρπαγῇ μετὰ τόλμης ἢ λῃστείᾳ λανθανούσῃ μᾶλλον ἐοικότων, Σαβῖνος ὑπὸ Καίσαρος αἱρεθεὶς εἰς διόρθωσιν πολὺν μὲν εἰργάσατο φθόρον τῶν ἁλισκομένων, ἐνιαυτῷ δʼ ὅμως εἰς εἰρήνην ἀφύλακτον ἅπαντα περιήγαγε. καὶ ἐξ ἐκεινου φασὶ παραμεῖναι τὸ τῆς στρατιᾶς τῶν νυκτοφυλάκων ἔθος τε καὶ εἶδος. θαυμαζόμενος δὲ ὁ Καῖσαρ ἐπὶ τῷδε ὀξέως οὕτως ἐξ ἀδοκήτου διωρθωμένῳ πολλὰ τῆς πολιτείας ἐφίει τοῖς ἐτησίοις ἄρχουσι διοικεῖν κατὰ τὰ πάτρια, καὶ γραμματεῖα, ὅσα τῆς στάσεως σύμβολα, ἔκαιε, καὶ τὴν ἐντελῆ πολιτείαν ἔλεγεν ἀποδώσειν, εἰ παραγένοιτο ἐκ Παρθυαίων Ἀντώνιος· πείθεσθαι γὰρ κἀκεῖνον ἐθέλειν ἀποθέσθαι τὴν ἀρχήν, τῶν ἐμφυλίων καταπεπαυμένων. ἐφʼ οἷς αὐτον εὐφημοῦντες εἵλοντο δήμαρχον ἐς ἀεί, διηνεκεῖ ἄρα ἀρχῇ προτρέποντες τῆς προτέρας ἀποστῆναι. ὁ δὲ ἐδέξατο μὲν καὶ τήνδε, Ἀντωνίῳ δὲ ἐφʼ ἑαυτοῦ περὶ τῆς ἀρχῆς ἐπέστελλεν. ὁ δὲ καὶ Βύβλον ἀπιόντα πρὸς αὐτὸν ἐντυχεῖν ἐδίδασκεν· ἐς δὲ τὰ ἔθνη τοὺς ἡγεμόνας αὐτὸς ὁμοίως ἔπεμπε καὶ ἐς Ἰλλυριοὺς ἐπενόει συστρατεύειν.

Πομπήιος δʼ ἐκ μὲν Σικελίας ἄκρᾳ Λακινίᾳ προσέσχε καὶ τὸ ἱερὸν τῆς Ἥρας πλουτοῦν ἀναθήμασιν ἐσύλησε, φεύγων ἐς Ἀντώνιον· ἐς δὲ Μιτυλήνην καταχθεὶς διέτριβεν, ἔνθα αὐτὸν ἔτι παῖδα μετὰ τῆς μητρὸς ὑπεξέθετο ὁ πατήρ, Γαΐῳ Καίσαρι πολεμῶν, καὶ ἡττηθεὶς ἀνέλαβεν. Ἀντωνίου δὲ πολεμοῦντος ἐν Μηδίᾳ Μήδοις τε καὶ Παρθυαίοις, γνώμην ὁ Πομπήιος ἐποιεῖτο ἑαυτὸν ἐπανελθόντι ἐπιτρέψαι. ἐπεὶ δʼ ἐπύθετο ἡσσῆσθαι Ἀντώνιον καὶ τὸ συμβὰν ἡ φήμη μειζόνως μετέφερεν, αὖθις ἦν ἐν ἐλπίσιν ὡς ἢ διαδεξόμενος Ἀντώνιον, εἰ τέθνηκεν, ἢ μεριούμενος ἐπανελθόντι· ἐνθύμιός τέ οἱ συνεχὲς ἦν Λαβιηνὸς οὐ πρὸ πολλοῦ τὴν Ἀσίαν ἐπιδραμών. ὧδε δὲ ἔχοντι ἀγγέλλεται Ἀντώνιος εἰς Ἀλεξάνδρειαν ἐπανελθών. καὶ τεχνάζων ἔτι ἐπʼ ἀμφότερα διεπρεσβεύετο πρὸς αὐτόν, ἐπιτρέπων ἐκείνῳ καὶ φίλον εἶναι διδοὺς καὶ σύμμαχον, ἔργῳ δὲ τὰ Ἀντωνίου κατασκεπτόμενος. ἔς τε Θρᾴκην καὶ ἐς τὸν Πόντον ἔπεμπεν ἑτέρους κρύφα πρὸς τοὺς ἑκατέρων δυνάστας ἐπινοῶν, εἰ μὴ κρατεῖ τῶν ἐνθυμουμένων, διὰ τοῦ Πόντου φυγεῖν ἐς Ἀρμενίαν. ἔπεμπε δὲ καὶ ἐς Παρθυαίους, ἐλπίσας ἐς τὰ λοιπὰ τοῦ πολέμου τοῦ πρὸς Ἀντώνιον αὐτοὺς δέξεσθαι προθύμως στρατηγὸν Ῥωμαῖόν τε καὶ παῖδα Μάγνου μάλιστα. τάς τε ναῦς ἐπεσκεύαζε καὶ τὸν ἐν αὐταῖς στρατὸν ἐγύμναζεν, ὑποκρινόμενος ἢ δεδιέναι Καίσαρα ἢ Ἀντωνίῳ τάδε παρασκευάζειν.