Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

ζήλου δὲ αὐτῷ γέμοντι ἐπὶ τούτοις τὸ δαιμόνιον ἐνεμέσησε τοῦ ζήλου, καὶ ὁ στρατὸς ἐστασίασεν, ὁ οἰκεῖος αὐτοῦ μάλιστα, ἀπολυθῆναί τε τῆς στρατείας ἐπειγόμενοι καὶ γέρα λαβεῖν ὅμοια τοῖς ἐν Φιλίπποις ἀγωνισαμένοις. ὁ δὲ ᾔδει μὲν οὐχ ὅμοιον ἐκείνῳ τόνδε τὸν ἀγῶνα, ὑπισχνεῖτο δʼ ὅμως τὰ ἄξια δώσειν σὺν τοῖς ὑπʼ Ἀντωνίῳ στρατευομένοις, ὅτε κἀκεῖνος ἀφίκηται. περὶ δὲ τῆς ἀστρατείας ὑπεμίμνησκε σὺν ἀπειλῇ τῶν πατρίων νόμων τε καὶ ὅρκων καὶ κολάσεων. οὐκ εὐπειθῶς δὲ ἀκροωμένων ὑφῆκε τῆς ἀπειλῆς, ἵνα μή τις ἐκ τῶν νεολήπτων στρατῶν ἐπιγένοιτο θόρυβος, καὶ ἔλεγεν ἐν καιρῷ τε ἀπολύσειν σὺν Ἀντωνίῳ, καὶ ἄξειν νῦν οὐκ ἐπʼ ἐμφύλια ἔτι, πεπαυμένα σὺν τύχῃ χρηστῇ, ἐπὶ δʼ Ἰλλυριοὺς καὶ ἕτερα ἔθνη βάρβαρα, σαλεύοντα τὴν μόλις κτηθεῖσαν εἰρήνην, ὅθεν καταπλουτιεῖν αὐτούς. οἱ δʼ οὐκ ἔφασαν αὖθις στρατεύσεσθαι, πρὶν τῶν προτέρων λαβεῖν γέρα τε καὶ τιμάς. ὁ δὲ οὐκ ἔφη τὰς τιμὰς οὐδὲ νῦν ἀνατίθεσθαι, πολλὰς δὲ δοὺς προστιθέναι στεφάνους ἔτι τοῖς τέλεσιν ἄλλους καὶ λοχαγοῖς καὶ χιλιάρχοις περιπορφύρους ἐσθῆτας καὶ βουλευτικὴν ἐν ταῖς πατρίσιν ἀξίωσιν. ἔτι δὲ αὐτοῦ τοιάδε προστιθέντος ἕτερα, ὑπεφώνησε χιλίαρχος Ὀφίλλιος στεφάνους μὲν καὶ πορφύραν εἶναι παισὶν ἀθύρματα, στρατοῦ δὲ γέρα χωρία καὶ χρήματα· καὶ τοῦ πλήθους ἐπιβοήσαντος, ὅτι ὀρθῶς λέγοι, ὁ μὲν Καῖσαρ ἀπέστη τοῦ βήματος δυσχεραίνων. οἱ δὲ ἀμφὶ τὸν χιλίαρχον ἦσαν ἐπαινοῦντές τε καὶ τοῖς οὐ συνισταμένοις αὐτῷ λοιδορούμενοι. ὁ δʼ ἔφη καὶ μόνος ἀρκέσειν ἐπὶ οὕτω δικαίοις.

ἀλλʼ ὁ μὲν τόδε εἰπὼν ἐς τὴν ἐπιοῦσαν ἀφανὴς ἦν, καὶ οὐδʼ, ὅ τι γένοιτο, ἐγινώσκετο· ὁ δὲ στρατὸς οὐκέτι μέν, ὑπὸ δέους, οὐδεὶς καθʼ ἕνα ἐφθέγγετο, κοινῇ δʼ ἐβόων, ἀνὰ μέρη συνιστάμενοι, ἀφεθῆναι τῶν στρατειῶν. ὁ δὲ Καῖσαρ αὐτῶν τοὺς μὲν ἄρχοντας ἐξωμίλει ποικίλως, τῶν δʼ ἐν Φιλίπποις καὶ Μουτίνῃ στρατευσαμένων, ὡς χρονιωτέρων ἄρα ὄντων, ἐδίδου τοῖς θέλουσιν ἀποστρατεύεσθαι. καὶ γενομένους ἐς δισμυρίους εὐθὺς ἀπέλυε καὶ ἐξέπεμπε τῆς νήσου, μὴ διαφθείραιεν ἑτέρους, τοσόνδε τοῖς ἐκ Μουτίνης μόνοις ἐπειπών, ὅτι σφίσιν ἀποδώσει τὰ τότε ὑπεσχημένα καίπερ οὕτως ἀπολυθεῖσιν. ἐς δὲ τὸ ἄλλο πλῆθος ἐπελθὼν τοὺς μὲν ἀποστάντας ἐμαρτύρετο τῆς ἐπιορκίας, οὐ κατὰ γνώμην τοῦ αὐτοκράτορος τῆς στρατείας ἀπολυθέντας, τοὺς δὲ παρόντας ἐπῄνει καὶ ἐπήλπιζεν ἀπολύσειν μὲν ταχέως, ὅτε μηδενὶ μετανοήσει, καταπλουτιεῖν δὲ ἀπολύων καὶ νῦν ἐπιδιδόναι δραχμὰς πεντακοσίας ἑκάστῳ. τοιάδε εἰπὼν Σικελίᾳ μὲν ἐπέβαλλεν ἐσφορὰν χίλια τάλαντα καὶ ἑξακόσια, στρατηγοὺς δʼ ἀπέφαινε Λιβύης καὶ Σικελίας καὶ στρατὸν ἐς ἑκατέραν διῄρει καὶ τὰς ναῦς τὰς Ἀντωνίου διέπεμπεν ἐς Τάραντα καὶ τοῦ λοιποῦ στρατοῦ τὸν μὲν προύπεμπεν ἐς τὴν Ἰταλίαν ἐπὶ νεῶν, τὸν δʼ ἐπαγόμενος αὐτὸς ἐκ τῆς νήσου διεπέρα.

ἐρχομένῳ δʼ ἥ τε βουλὴ τιμὰς ἐψηφίσατο ἀμέτρους, ὧν αὐτὸν ἐποίουν κριτήν, ἢ πάσας λαβεῖν ἢ ὅσας δοκιμάσειε· καὶ ὑπήντων ὅτι πορρωτάτω καὶ αὐτοὶ καὶ ὁ δῆμος ἐστεφανωμένοι ἔς τε τὰ ἱερὰ καὶ ἐκ τῶν ἱερῶν ἐς τὴν οἰκίαν ἀπιόντα παρέπεμπον. τῆς δʼ ἐπιούσης αὐτὸς ἐβουληγόρησέ τε καὶ ἐδημηγόρησε, τὰ ἔργα καὶ τὴν πολιτείαν ἑαυτοῦ τὴν ἀπʼ ἀρχῆς ἐς τότε καταλέγων· καὶ τὰ εἰρημένα συγγράψας τὸ βιβλίον ἐξέδωκε. κατήγγελλέ τε εἰρήνην καὶ εὐθυμίαν, ἐς τέλος τῶν ἐμφυλίων ἀνῃρημένων, καὶ τῶν εἰσφορῶν τοὺς ἔτι ὀφείλοντας ἀπέλυε καὶ φόρων τελώνας τε καὶ τοὺς τὰ μισθώματα ἔχοντας ὧν ἔτι ὀφείλοιεν. ἐκ δὲ τῶν ἐψηφισμένων τιμῶν ἐδέχετο πομπήν, ἐτήσιόν τε ἱερομηνίαν εἶναι, καθʼ ἃς ἡμέρας ἐνίκα, καὶ ἐπὶ κίονος ἐν ἀγορᾷ χρύσεος ἑστάναι μετὰ σχήματος οὗπερ ἔχων εἰσῆλθε, περικειμένων τῷ κίονι νεῶν ἐμβόλων. καὶ ἕστηκεν ἡ εἰκών, ἐπιγραφὴν ἔχουσα, ὅτι "τὴν εἰρήνην ἐστασιασμένην ἐκ πολλοῦ συνέστησε κατά τε γῆν καὶ θάλασσαν".