Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

ὁ δὲ Βροῦτος ἀναφεύγει μὲν ἐς τὰ ὄρη σὺν ἱκανῷ πλήθει, ὡς νυκτὸς ἐς τὸ στρατόπεδον ὑποστρέψων ἢ καταβησόμενος ἐπὶ τὴν θάλασσαν· ἐπεὶ δὲ περιείληπτο πάντα φυλακαῖς, διενυκτέρευεν ἔνοπλος μετὰ πάντων. καί φασιν αὐτὸν ἐς τοὺς ἀστέρας ἀναβλέποντα εἰπεῖν·

"Ζεῦ, μὴ λάθοι σε τῶνδʼ ὃς αἴτιος κακῶν,"

ἐνσημαινόμενον ἄρα τὸν Ἀντώνιον. ὃ καὶ αὐτὸν Ἀντώνιόν φασιν ὕστερον ἐν τοῖς ἰδίοις κινδύνοις μεταγινώσκοντα εἰπεῖν, ὅτι συνεξετάζεσθαι Κασσίῳ καὶ Βρούτῳ δυνάμενος ὑπηρέτης γένοιτο Ὀκταουίου. τότε γε μὴν καὶ ὁ Ἀντώνιος ἔνοπλος ἐπὶ τῶν φυλακτηρίων ἀντιδιενυκτέρευε τῷ Βρούτῳ, χάρακα περιθέμενος ἐκ νεκρῶν σωμάτων καὶ λαφύρων συμφορηθέντων. ὁ δὲ Καῖσαρ ἐς μέσην νύκτα πονηθεὶς ἀνεχώρησε διὰ τὴν νόσον, Νωρβανῷ φυλάσσειν παραδοὺς τὸ στρατόπεδον.

Βροῦτος δὲ καὶ τῆς ἐπιούσης ὁρῶν τὰς ἐφεδρείας τῶν ἐχθρῶν ἐπιμενούσας, ἔχων οὐ πλήρη τέσσαρα τέλη συναναβάντα οἱ, αὐτὸς μὲν ἐπελθεῖν ἐπʼ αὐτοὺς ἐφυλάξατο, τοὺς δὲ ἡγουμένους αὐτῶν, αἰδουμένους τε τὸ ἁμάρτημα καὶ μετανοοῦντας, ἔπεμπεν ἀποπειράσοντας αὐτῶν, εἰ ἐθελήσουσιν ὤσασθαι διὰ τῶν ἐφεδρειῶν καὶ ἀναλαβεῖν τὰ ἴδια, ἔτι φυλασσόμενα ὑπὸ τῶν οἰκείων ὑπολελειμμένων. οἱ δὲ ἀβουλότατα μὲν ἐς τὸ ἔργον ὁρμήσαντες, εὐψυχότατοι δὲ τὸ μέχρι πλείστου γενόμενοι, τότε, βλάπτοντος ἤδη τοῦ θεοῦ, τῷ στρατηγῷ σφῶν ἀπεκρίναντο ἀναξίως βουλεύεσθαι περὶ αὑτοῦ· αὐτοὶ γάρ, τῆς τύχης πολλάκις πεπειραμένοι, οὐκ ἀνατρέψειν τὴν ἔτι λοιπὴν διαλλαγῶν ἐλπίδα. καὶ ὁ Βροῦτος ἐς τοὺς φίλους εἰπών· “οὐδὲν οὖν ἔτι εἰμὶ τῇ πατρίδι χρήσιμος, ὧδε καὶ τούτων ἐχόντων,” ἐκάλει Στράτωνα τὸν Ἠπειρώτην, ὄντα φίλον ἑαυτῷ, καὶ ἐγχειρεῖν ἐκέλευε τῷ σώματι. τούτου δὲ ἔτι βουλεύεσθαι παραινοῦντος ἐκάλει τινὰ τῶν οἰκετῶν. καὶ ὁ Στράτων, “οὐκ ἀπορήσεις,” εἶπεν, “ὦ Βροῦτε, φίλου μᾶλλον ἢ οἰκετῶν ἐς τὰ ὕστατα προστάγματα, εἰ ἤδη κέκριται.” καὶ εἰπὼν ἐνήρεισε ταῖς λαγόσι τοῦ Βρούτου τὸ ξίφος οὔτε ἀποστραφέντος οὔτε ἐνδόντος.

ὧδε μὲν δὴ Κάσσιος καὶ Βροῦτος ἐθνῃσκέτην, ἄνδρε Ῥωμαίων εὐγενεστάτω τε καὶ περιφανεστάτω καὶ ἐς ἀρετὴν ἀδηρίτω, χωρὶς ἄγους ἑνός, ὥ γε καὶ Γάιος Καῖσαρ, ὄντε τῆς Μάγνου Πομπηίου μοίρας, ἐκ μὲν ἐχθροῖν καὶ πολεμίοιν ἐποιήσατο φίλω, ἐκ δὲ φίλοιν ἦγεν ὡς υἱώ. καὶ ἡ βουλὴ περιποθήτω τε εἶχεν αἰεὶ καὶ ἀτυχήσαντε ἐλεεινὼ δυοῖν τε τούτοιν ἕνεκα πᾶσιν ἀμνηστίαν ἐτίθετο καὶ φυγόντοιν αὐτοῖν ἔπεμψεν ἡγεμονίας, ἵνα μὴ φυγάδες εἶεν, οὐκ ἀμελοῦσα μὲν Γαΐου Καίσαρος οὐδὲ ἐφηδομένη τοῖς γεγονόσιν, ὅπου καὶ ζῶντα τῆς ἀρετὴς καὶ τύχης ἐθαύμαζε καὶ ἀποθανόντα ἔθαπτε δημοσίᾳ καὶ ἐκύρου τὰ ἔργα ἀθάνατα εἶναι ἀρχάς τε καὶ ἡγεμονίας ἐς πολὺ ἐκ τῶν ὑπογραφῶν ἐποίει τῶν Καίσαρος, οὐδὲν ἡγουμένη κρεῖσσον εὑρήσειν ὧν ἐκεῖνος ἐνόησεν. ἀλλʼ ἡ περὶ τώδε τὼ ἄνδρε σπουδὴ καὶ δέος τὸ ὑπὲρ αὐτοῖν προήγαγεν αὐτὴν ἐς ὑπεροψίαν διαβολῆς· οὕτως ἅπασιν ἐγενέσθην τιμίω. ἐγενέσθην δὲ καὶ τῶν φυγόντων τοῖς ἀρίστοις τιμιωτέρω Πομπηίου, πλησιάζοντος καὶ οὐκ ἀδιάλλακτον ἔχοντος αἰτίαν, πορρωτέρω τε ὄντε αὐτὼ καὶ ἀδιαλλάκτω.

ἐπεί γε μὴν ἔργων ἐδέησε, δυοῖν οὐδὲ ὅλοιν ἐτοῖν στρατιάν τε συνέλεξαν ὑπὲρ εἴκοσιν ὁπλιτῶν τέλη καὶ ἱππέας ἀμφὶ τοὺς δισμυρίους καὶ ναῦς μακρὰς ὑπὲρ τὰς διακοσίας τήν τε ἄλλην παρασκευὴν ἀξιόλογον καὶ χρήματα ἄπειρα καὶ παρʼ ἑκόντων καὶ παρὰ ἀκόντων, πολέμους τε ἐπολέμησαν ἔθνεσι καὶ πόλεσι καὶ τῶν ἀντιστασιωτῶν πολλοῖς καὶ κατώρθουν. ἐθνῶν τε ἐκράτησαν ἀπὸ Μακεδονίας μέχρι Εὐφράτου· καὶ ὅσους ἐπολέμησαν, ἐς συμμαχίαν αὑτοῖς ἔπεισαν καὶ βεβαιοτάτοις ἐχρήσαντο. ἐχρήσαντο δὲ καὶ βασιλεῦσι καὶ δυνάσταις, καὶ Παρθυαίοις καίπερ οὖσιν ἐχθροῖς ἐς τὰ βραχύτερα· ἐπὶ δὲ τὸ μεῖζον ἔργον οὐκ ἀνέμειναν ἐρχομένους, ἵνα μὴ βάρβαρον ἢ ἀντίπαλον ἔθνος ἐθίσειαν ἐπὶ Ῥωμαίοις. ὃ δὲ δὴ μάλιστα πάντων ἀδοκητότατον ἦν, ὁ στρατὸς ὁ πλείων ὅδε Γαΐου Καίσαρος ἐγεγένητο, καὶ δαιμονίως αὐτὸν εὐνοίας καὶ σπουδῆς ἔχοντα ἐς ἐκεῖνον μετέπεισαν οἱ σφαγεῖς οἵδε τοῦ Καίσαρος, καὶ ἐπὶ τὸν τοῦ Καίσαρος υἱὸν ἕσποντο αὐτοῖς πιστότερον ἢ Ἀντωνίῳ τῷ Καίσαρος συναγωνιστῇ τε καὶ συνάρχῳ· οὐ γάρ τις αὐτῶν Βροῦτον ἢ Κάσσιον οὐδὲ ἡσσωμένους ἀπέλιπεν, οἱ Ἀντώνιον ἀμφὶ τὸ Βρεντέσιον καὶ πρὸ πείρας ἀπολιπόντες· ἦν τε πρόφασις αὐτοῖς τῶν πόνων, καὶ ἐπὶ Πομπηίου καὶ νῦν, οὐχ ὑπὲρ σφῶν αὐτῶν, ἀλλʼ ὑπὲρ δημοκρατίας, ὀνόματος εὐειδοῦς μέν, ἀλυσιτελοῦς δὲ αἰεί. σφῶν τε αὐτῶν, ὅτε μηδὲν ἐδόκουν ἔτι εἶναι χρήσιμοι τῇ πατρίδι, ἄμφω κατεφρόνησαν ὁμοίως. ἐν δὲ ταῖς φροντίσι καὶ πόνοις ὁ μὲν Κάσσιος ἀμεταστρεπτί, καθάπερ ἐς τὸν ἀγωνιστὴν οἱ μονομαχοῦντες, ἐς μόνον τὸν πόλεμον ἀφεώρα· ὁ δὲ Βροῦτος, ὅπῃ γίγνοιτο, καὶ φιλοθεάμων ἦν καὶ φιλήκοος, ἅτε καὶ φιλοσοφήσας οὐκ ἀγεννῶς.

ἀλλὰ καὶ τοιοῖσδε οὖσιν αὐτοῖς ἀντίθετον ἐς ἅπαντα ἦν τὸ ἄγος τὸ ἐς Καίσαρα. ὅ γε οὐδὲ ἁπλοῦν ἄγος ἦν οὐδὲ ἐν ὀλίγῳ· καὶ γὰρ ἐς φίλον ἐγίγνετο παραλόγως καὶ ἐς εὐεργέτην ἐκ πολέμου περισώσαντα ἀχαρίστως καὶ ἐς αὐτοκράτορα ἀθεμίστως καὶ ἐν βουλευτηρίῳ καὶ ἐς ἱερέα καὶ ἱερὰν ἐσθῆτα ἐπικείμενον καὶ δυνάστην μὲν οἷον οὐχ ἕτερον, χρησιμώτατον δὲ ὑπὲρ ἅπαντας τῇ τε πατρίδι καὶ τῇ ἡγεμονίᾳ γενόμενον. ἃ καὶ τὸ δαιμόνιον αὐτοῖς ἄρα ἐνεμέσησε καὶ προεσήμηνε πολλάκις. Κασσίῳ τε γὰρ τὸν στρατὸν καθαίροντι ὁ ῥαβδοῦχος ἀνεστραμμένον τὸν στέφανον ἐπέθηκε· καὶ Νίκη, χρύσεον ἀνάθημα Κασσίου, κατέπεσεν, ὄρνεά τε πολλὰ ὑπὲρ τὸ στρατόπεδον αὐτοῦ καθιέμενα κλαγγὴν οὐδεμίαν ἠφίει, καὶ μελισσῶν ἐπεκάθηντο συνεχεῖς ἑσμοί. Βροῦτον δὲ ἐν Σάμῳ γενεθλιάζοντά φασι παρὰ τὸν πότον, οὐδὲ εὐχερῆ πρὸς τὰ τοιαῦτα ὄντα, ἀλόγως τόδε τὸ ἔπος ἀναβοῆσαι·

"ἀλλά με μοῖρʼ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός."

μέλλοντα δὲ περᾶν ἐκ τῆς Ἀσίας ἐς τὴν Εὐρώπην σὺν τῷ στρατῷ, νυκτὸς ἐγρηγορότα, μαραινομένου τοῦ φωτὸς ὄψιν ἰδεῖν ἑφεστῶσάν οἱ παράλογον καὶ πυθέσθαι μὲν εὐθαρσῶς, ὅς τις ἀνθρώπων ἢ θεῶν εἴη, τὸ δὲ φάσμα εἰπεῖν· “ὁ σός, ὦ Βροῦτε, δαίμων κακός· ὀφθήσομαι δέ σοι καὶ ἐν Φιλίπποις.” καὶ ὀφθῆναί φασιν αὐτῷ πρὸ τῆς τελευταίας μάχης.

ἐξιόντι δὲ τῷ στρατῷ πρὸ τῶν πυλῶν αἰθίοψ ὑπήντησε· καὶ τόνδε μὲν ὡς οἰώνισμα φαῦλον ὁ στρατὸς αὐτίκα συνέκοψε, δαιμόνια δʼ ἦν αὐτοῖς ἄρα καὶ τάδε, Κάσσιον μὲν ἐν ἀμφηρίστῳ νίκῃ πάντα ἀλόγως ἀπογνῶναι, Βροῦτον δὲ εὐβούλου βραδυτῆτος ἐκβιασθῆναι καὶ ἐς χεῖρας ἐλθεῖν ἀνδράσι διωκομένοις ὑπὸ λιμοῦ, δαψιλῶς αὐτὸν ἔχοντα ἀγορᾶς καὶ ναυκρατοῦντα, καὶ τόδε παθεῖν ὑπὸ τῶν οἰκείων μᾶλλον ἢ τῶν πολεμίων, καὶ μὴν πολλάκις ἀγώνων μετασχόντες ἐν μὲν ταῖς μάχαις οὐδὲν ἔπαθον, ἄμφω δʼ αὑτῶν ἐγένοντο αὐθένται καθάπερ ἐγένοντο τοῦ Καίσαρος. Κάσσιος μὲν δὴ καὶ Βροῦτος τοιάνδε δίκην ἐδεδώκεσαν.

καὶ Βροῦτον Ἀντώνιος ἀνευρὼν περιέβαλέ τε τῇ ἀρίστῃ φοινικίδι εὐθὺς καὶ καύσας τὰ λείψανα τῇ μητρὶ Σερουιλίᾳ ἔπεμψεν. ὁ δὲ σὺν τῷ Βρούτῳ στρατός, ὅτε ἐπύθοντο τεθνάναι Βροῦτον, πρέσβεις ἐς Καίσαρα καὶ Ἀντώνιον ἔπεμπον καὶ συγγνώμης ἔτυχον καὶ ἐς τὰ στρατεύματα αὐτῶν διῃρέθησαν· καὶ ἦσαν ἀμφὶ τοὺς μυρίους καὶ τετρακισχιλίους. παρέδοσαν δὲ ἐπὶ τοῖς αὐτοῖς ἑαυτοὺς καὶ οἱ κατὰ τὰ φρούρια, πολλὰ ὄντα. τὰ δὲ φρούρια αὐτὰ καὶ τὸ στρατόπεδον ἐδόθη τοῖς Καίσαρος καὶ Ἀντωνίου στρατοῖς διαρπάσαι. τῶν δʼ ἀμφὶ τὸν Βροῦτον ἀνδρῶν ἐπιφανῶν οἱ μὲν ἐν ταῖς μάχαις ἀπέθανον, οἱ δὲ αὑτοὺς ἐξήγαγον ὁμοίως τοῖς στρατηγοῖς, οἱ δὲ καὶ ἐξεπίτηδες ἐμαχέσαντο μέχρι θανάτου· ὧν ἦν Λεύκιός τε Κάσσιος, ὁ ἀδελφιδοῦς αὐτοῦ Κασσίου, καὶ Κάτων ὁ Κάτωνος, ἐμπίπτων ὅδε τοῖς πολεμίοις πολλάκις, εἶθʼ ὑποχωρούντων ἀναλύσας τὸ κράνος, ἵνα ἢ γνώριμος ἢ εὔβλητος ἢ ἀμφότερα εἴη. Λαβεὼν δέ, ἐπὶ σοφίᾳ γνώριμος, ὁ πατὴρ Λαβεῶνος τοῦ κατʼ ἐμπειρίαν νόμων ἔτι νῦν περιωνύμου, βόθρον ἐν τῇ σκηνῇ τὸ μέγεθος αὐτάρκη σώματι ὀρυξάμενος καὶ τὰ λοιπὰ τοῖς θεράπουσιν ἐντειλάμενος ἐπέσκηψε τῇ γυναικὶ καὶ τοῖς παισί, περὶ ὧν ἐβούλετο, καὶ τὰ γράμματα φέρειν ἔδωκε τοῖς οἰκέταις· τοῦ δὲ πιστοτάτου τῆς δεξιᾶς λαβόμενος καὶ περιστρέψας αὐτόν, ὡς ἔθος ἐστὶ Ῥωμαίοις ἐλευθεροῦν, ἐπιστρεφομένῳ ξίφος ἔδωκε καὶ τὴν σφαγὴν ὑπέσχε.

καὶ τῷδε μὲν ἡ σκηνὴ τάφος ἐγένετο, Ῥάσκος δὲ ὁ Θρᾷξ ἐπανήγαγεν ἐκ τῶν ὀρῶν πολλούς, καὶ γέρας ᾔτησέ τε καὶ ἔλαβε σῴζεσθαι τὸν ἀδελφὸν ἑαυτοῦ Ῥασκούπολιν· ᾧ καὶ διεδείχθη, ὅτι οὐδʼ ἀπʼ ἀρχῆς ἀλλήλοις οἵδε οἱ Θρᾷκες διεφέροντο, ἀλλὰ δύο στρατοπέδων μεγάλων τε καὶ ἀμφηρίστων περὶ τὴν ἐκείνων γῆν συμφερομένων τὸ ἄδηλον τῆς τύχης ἐμερίσαντο, ἵνα ὁ νικῶν περισῴζοι τὸν ἡσσώμενον. Πορκία δʼ, ἡ Βρούτου μὲν γυνή, Κάτωνος δὲ ἀδελφὴ τοῦ νεωτέρου, ἐπείτε ἀμφοῖν ὧδε ἀποθανόντοιν ἐπύθετο, φυλασσομένη πρὸς τῶν οἰκείων πάνυ ἐγκρατῶς, ἐσχάρας πυρὸς ἐνεχθείσης ἁρπάσασα τῶν ἀνθράκων κατέπιεν. ὅσοι δʼ ἄλλοι τῶν ἐπιφανῶν ἐς Θάσον διέφυγον, οἱ μὲν αὐτῶν ἐξέπλευσαν, οἱ δὲ ἐπέτρεψαν ἑαυτοὺς ἅμα τῷ λοιπῷ στρατῷ τῶν ὁμοτίμων Μεσσάλᾳ τε Κορουίνῳ καὶ Λευκίῳ Βύβλῳ, ὅ τι βουλεύσοιντο περὶ σφῶν, ποιεῖν περὶ ἁπάντων. οἱ δὲ συνθέμενοι τοῖς περὶ τὸν Ἀντώνιον, Ἀντωνίῳ διαπλεύσαντι ἐς τὴν Θάσον παρέδοσαν, ὅσα ἦν ἐν Θάσῳ χρήματά τε καὶ ὅπλα καὶ τροφαὶ δαψιλεῖς καὶ ἄλλη παρασκευὴ πολλή.

οὕτω μὲν δὴ Καίσαρί τε καὶ Ἀντωνίῳ διὰ τόλμης ἐπισφαλοῦς καὶ δυοῖν πεζομαχίαιν τηλικοῦτον ἔργον ἤνυστο, οἷον οὐχ ἕτερον ἐγένετο πρὸ ἐκείνου. οὔτε γὰρ στρατὸς τοσοῦτος ἢ τοιοῦτος ἐς χεῖρας πρότερον ἦλθε Ῥωμαίων ἑκατέρωθεν, οὐχ ὑπὸ συντάξει πολιτικῇ στρατευσαμένων, ἀλλὰ ἀριστίνδην ἐπειλεγμένων οὐδʼ ἀπειροπολέμων ἔτι, ἀλλʼ ἐκ πολλοῦ γεγυμνασμένων ἐπί τε σφᾶς καὶ οὐκ ἀλλόφυλα ἢ βάρβαρα ἔθνη τρεπομένων. ἀλλὰ καὶ γλώσσης μιᾶς ὄντες καὶ τέχνης πολέμων μιᾶς καὶ ἀσκήσεως καὶ καρτερίας ὁμοίας, δυσκαταγώνιστοι παρʼ αὐτὸ ἦσαν ἀλλήλοις. οὐδὲ ὁρμῇ καὶ τόλμῃ τοσῇδέ τινες ἐχρήσαντο ἐν πολέμῳ, πολῖταί τε ὄντες ἀλλήλων καὶ οἰκεῖοι καὶ συστρατιῶται γενόμενοι. τεκμήριον δέ, ὅτι τῶν νεκρῶν ὁ ἀριθμός, ἐπανισουμένης ἑκατέρας μάχης, οὐκ ἐλάσσων ἔδοξεν οὐδὲ παρὰ τοῖς νικῶσιν εἶναι.

ὁ δὲ στρατὸς ὁ Ἀντωνίου καὶ Καίσαρος τὸν τῶν στρατηγῶν λόγον ἐπηλήθευσαν, διὰ μιᾶς ἡμέρας καὶ διʼ ἑνὸς ἔργου κίνδυνον ἔσχατον λιμοῦ καὶ δέος ἀπωλείας ἐς εὐπορίαν δαψιλῆ καὶ σωτηρίαν ἀσφαλῆ καὶ νίκην εὐκλεῆ μεταβαλόντες. ἀπήντησέ γε μὴν αὐτοῖς καὶ ὃ συνιόντες ἐς τὴν μάχην ἐπεμαντεύσαντο Ῥωμαίοις· ἐκρίθη γὰρ αὐτῶν ἡ πολιτεία παρʼ ἐκεῖνο τὸ ἔργον μάλιστα καὶ οὐκ ἐπανῆλθεν ἐς δημοκρατίαν ἔτι, οὐδὲ πόνων αὐτοῖς ἐς ἀλλήλους ἐδέησεν ὁμοίων, χωρίς γε τῆς μετʼ οὐ πολὺ Ἀντωνίου καὶ Καίσαρος στάσεως, ὑστάτης Ῥωμαίοις γενομένης. τὰ δʼ ἐν μέσῳ μετὰ Βροῦτον ὑπό τε Πομπηίου καὶ τῶν διαφυγόντων Κασσίου καὶ Βρούτου φίλων, λείψανα τοσῆσδε παρασκευῆς μεγάλα ἐχόντων, οὔτε ταῖς τόλμαις ὅμοια ἔτι ἐγίγνετο οὔτε ταῖς τῶν ἀνδρῶν ἢ πόλεων ἢ στρατῶν ἐς τοὺς ἡγεμόνας ὁρμαῖς· οὐ γάρ τις αὐτοῖς τῶν ἐπιφανῶν ἔτι οὐδʼ ἡ βουλὴ οὐδὲ ἡ δόξα αὕτη, ὡς ἐς Κάσσιόν τε καὶ Βροῦτον, ἀπήντα.

μετὰ δὲ τὸν Κασσίου καὶ Βρούτου θάνατον ὁ μὲν Καῖσαρ ἐπὶ τῆς Ἰταλίας ᾔει, ὁ δὲ Ἀντώνιος ἐς τὴν Ἀσίαν, ἔνθα αὐτῷ συμβάλλει Κλεοπάτρα βασιλὶς Αἰγύπτου, καὶ εὐθὺς ὀφθεῖσα ἐκράτει. ὁ δὲ ἔρως ὅδε αὐτοῖς τε ἐκείνοις ἐς ἔσχατον ἔληξε κακοῦ καὶ ἐς ὅλην Αἴγυπτον ἐπʼ ἐκείνοις. ὅθεν ἄν τι καὶ Αἰγύπτιον εἴη τῆσδε τῆς βίβλου μέρος, ὀλίγον τε καὶ οὐκ ἄξιον ἐπιγραφῆς πω, διὸ δὴ καὶ τοῖς ἐμφυλίοις πολὺ πλείοσιν οὖσιν ἐπίμικτον. ἐγίγνετο γὰρ δὴ καὶ μετὰ Κάσσιόν τε καὶ Βροῦτον ἕτερα ἐμφύλια ὅμοια, στρατηγοῦ μὲν οὐδενὸς ὄντος ἐπὶ πᾶσιν ὥσπερ ἐκείνοις, κατὰ μέρος δὲ ἑτέρων, μέχρι Πομπήιός τε Σέξστος, ὁ νεώτερος παῖς Πομπηίου Μάγνου, λοιπὸς ὢν ἔτι τῆσδε τῆς στάσεως, τοῖς ἀμφὶ τὸν Βροῦτον ἐπανῃρέθη, καὶ Λέπιδος ἐξέπεσε τοῦ μέρους τῆς ἡγεμονίας καὶ ἡ Ῥωμαίων ἀρχὴ πᾶσα περιῆλθεν ἐς δύο μόνον, Ἀντώνιόν τε καὶ Καίσαρα. ἐγίνετο δὲ αὐτῶν ἕκαστα οὕτως.

Κάσσιος ὁ Παρμήσιος ἐπίκλην ὑπελέλειπτο μὲν ὑπὸ Κασσίου καὶ Βρούτου περὶ τὴν Ἀσίαν ἐπὶ νεῶν καὶ στρατοῦ, χρήματα ἐκλέγειν. Κασσίου δὲ ἀποθανόντος οὐδὲν ἐλπίζων ὅμοιον ἐν Βρούτῳ, Ῥοδίων ἐπελέξατο νῆας τριάκοντα, ὅσας ἐνόμιζε πληρώσειν, καὶ τὰς λοιπὰς διέπρησε χωρὶς τῆς ἱερᾶς, ἵνα μὴ δύναιντο νεωτερίσαι. καὶ ὁ μὲν τάδε πράξας ἀνήγετο ταῖς τε ἰδίαις καὶ ταῖς τριάκοντα, Κλώδιος δὲ ἐκ Βρούτου πεμφθεὶς ἐς Ῥόδον ἐπὶ νεῶν τρισκαίδεκα, τοὺς Ῥοδίους νεωτερίζοντας εὑρών (ἐτεθνήκει γὰρ ἤδη καὶ ὁ Βροῦτος), ἐξήγαγε τὴν φρουράν, οὖσαν ὁπλιτῶν τρισχιλίων, καὶ ἐς τὸν Παρμήσιον ἐχώρει. ἀφίκετο δὲ αὐτοῖς καὶ Τουρούλιος, ἑτέρας ναῦς ἔχων πολλὰς καὶ χρήματα, ὅσα προεξείλεκτο ἀπὸ τῆς Ῥόδου. ἐς δὴ τὸ ναυτικὸν τοῦτο ὡς ἐς ἤδη τινὰ ἰσχὺν συνέθεον, ὅσοι ἦσαν κατὰ μέρη τῆς Ἀσίας ἐπὶ τῶν ὑπηρεσιῶν, καὶ αὐτὸ ὁπλίταις τε ἐξ ὧν ἐδύναντο ἀνεπλήρουν καὶ ἐρέταις ἐκ θεραπόντων ἢ δεσμωτῶν, ἐπιπλέοντες δὲ ταῖς νήσοις καὶ ἀπὸ τῶν νησιωτῶν. ἦλθον δʼ εἰς αὐτοὺς καὶ Κικέρων ὁ Κικέρωνος καὶ ὅσοι ἄλλοι τῶν ἐπιφανῶν ἐκ τῆς Θάσου διεπεφεύγεσαν. καὶ ταχὺ πλῆθος ἦν καὶ σύνταξις ἀξιόχρεως ἡγεμόνων τε καὶ στρατοῦ καὶ νεῶν. προσλαβόντες δὲ καὶ Λέπιδον μεθʼ ἑτέρας δυνάμεως, ἣ Βρούτῳ καθίστατο Κρήτην, πρὸς Μοῦρκον καὶ Δομίτιον Ἀηνόβαρβον ἐπὶ μεγάλης δυνάμεως ὄντας ἐς τὸν Ἰόνιον διέπλεον. καὶ αὐτῶν οἱ μὲν ἅμα τῷ Μούρκῳ διέπλευσαν ἐς Σικελίαν καὶ τὴν ἰσχὺν Πομπηίῳ Σέξστῳ συνῆψαν, οἱ δὲ κατέμειναν παρὰ Ἀηνοβάρβῳ καί τινʼ αἵρεσιν ἐφʼ ἑαυτῶν καθίσταντο.

τοιάδε μὲν ἐκ τῶν λειψάνων τῆς παρασκευῆς Κασσίου τε καὶ Βρούτου πρῶτα συνίστατο, ὁ δὲ Καῖσαρ καὶ ὁ Ἀντώνιος ἐπὶ τῇ νίκῃ τῇ περὶ Φιλίππους ἔθυόν τε λαμπρῶς καὶ τὸν στρατὸν ἐπῄνουν. καὶ ἐς τὴν δόσιν τῶν ἐπινικίων ὁ μὲν ἐς τὴν Ἰταλίαν ἐχώρει, τήν τε γῆν αὐτοῖς διανεμήσων καὶ ἐς τὰς ἀποικίας καταλέξων ʽὧδε γὰρ αὐτὸς εἵλετο διὰ τὴν ἀρρωστίαν̓, ὁ δὲ Ἀντώνιος ἐς τὰ πέραν ἔθνη, συλλέξων τὰ χρήματα, ὅσα αὐτοῖς ὑπέσχηντο. διενείμαντο δὲ αὖθις ὅσα καὶ πρότερον ἔθνη καὶ ἐπελάμβανον τὰ Λεπίδου· τήν τε γὰρ Κελτικὴν τὴν ἐντὸς Ἄλπεων ἐδόκει Καίσαρος ἀξιοῦντος αὐτόνομον ἀφιέναι γνώμῃ τοῦ προτέρου Καίσαρος, ὅ τε Λέπιδος διεβάλλετο τὰ πράγματα Πομπηίῳ προδιδόναι· καὶ ὥριστο, εἰ Καίσαρι ψευδὴς ἡ διαβολὴ φανείη, ἕτερα ἀντιδοῦναι τῷ Λεπίδῳ. ἀφίεσαν δὲ καὶ τῆς στρατείας τοὺς ἐντελῆ χρόνον ἐστρατευμένους χωρὶς ὀκτακισχιλίων, οὓς δεηθέντας ἔτι στρατεύεσθαι σφίσιν ἀποδεξάμενοι διείλοντο καὶ συνελόχισαν ἐς στρατηγίδας τάξεις. ὁ δὲ λοιπὸς αὐτοῖς στρατὸς ἐγένετο, σὺν τοῖς μεταθεμένοις ἀπὸ Βρούτου, τέλη πεζῶν ἕνδεκα καὶ ἱππέες μύριοις καὶ τετρακισχίλιοι. καὶ ἔσχεν αὐτῶν ὁ μὲν Ἀντώνιος διὰ τὴν ἀποδημίαν ἓξ τέλη καὶ ἱππέας μυρίους, ὁ δὲ Καῖσαρ ἱππέας τετρακισχιλίους καὶ τέλη πέντε· καὶ τῶνδε δὲ αὐτῶν Ἀντωνίῳ δύο ἔδωκεν, ἀντιληψόμενος ἐκ τῶν ὑπὸ Καληνῷ τοῦ Ἀντωνίου κατὰ τὴν Ἰταλίαν ὑπολελειμμένων.

ὁ μὲν δὴ Καῖσαρ ἐπὶ τὸν Ἰόνιον ᾔει, ὁ δὲ Ἀντώνιος ἐν Ἐφέσῳ γενόμενος τῇ θεῷ μεγαλοπρεπῶς ἔθυε καὶ τοὺς καταφυγόντας ἐκ τῆς Βρούτου καὶ Κασσίου συμφορᾶς ἐς τὸ ἱερὸν ἱκέτας ἀπέλυε, χωρὶς Πετρωνίου, συνεγνωκότος ἐπὶ τῷ φόνῳ Καίσαρος, καὶ Κοΐντου, προδόντος ἐν Λαοδικείᾳ Κασσίῳ Δολοβέλλαν. τοὺς δὲ Ἕλληνας καὶ ὅσα ἄλλα ἔθνη τὴν ἀμφὶ τὸ Πέργαμον Ἀσίαν νέμονται, κατά τε πρεσβείας παρόντας ἐπὶ συνθέσει καὶ μετακεκλημένους συναγαγὼν ἔλεξεν ὧδε·

“ὑμᾶς ἡμῖν, ὦ ἄνδρες Ἕλληνες, Ἄτταλος ὁ βασιλεὺς ὑμῶν ἐν διαθήκαις ἀπέλιπε, καὶ εὐθὺς ἀμείνονες ὑμῖν ἦμεν Ἀττάλου· οὓς γὰρ ἐτελεῖτε φόρους Ἀττάλῳ, μεθήκαμεν ὑμῖν, μέχρι δημοκόπων ἀνδρῶν καὶ παρʼ ἡμῖν γενομένων ἐδέησε φόρων. ἐπεὶ δὲ ἐδέησεν, οὐ πρὸς τὰ τιμήματα ὑμῖν ἐπεθήκαμεν, ὡς ἂν ἡμεῖς ἀκίνδυνον φόρον ἐκλέγοιμεν, ἀλλὰ μέρη φέρειν τῶν ἑκάστοτε καρπῶν ἐπετάξαμεν, ἵνα καὶ τῶν ἐναντίων κοινωνῶμεν ὑμῖν. τῶν δὲ ταῦτα παρὰ τῆς βουλῆς μισθουμένων ἐνυβριζόντων ὑμῖν καὶ πολὺ πλείονα αἰτούντων, Γάιος Καῖσαρ τῶν μὲν χρημάτων τὰ τρίτα ὑμῖν ἀνῆκεν ὧν ἐκείνοις ἐφέρετε, τὰς δʼ ὕβρεις ἔπαυσεν· ὑμῖν γὰρ τοὺς φόρους ἐπέτρεψεν ἀγείρειν παρὰ τῶν γεωργούντων. καὶ τόνδε τοιόνδε ὄντα οἱ χρηστοὶ τῶν ἡμετέρων πολιτῶν τύραννον ἐκάλουν, καὶ ὑμεῖς αὐτοῖς συνετελεῖτε χρήματα πολλά, σφαγεῦσί τε οὖσι τοῦ ὑμετέρου εὐεργέτου, καὶ καθʼ ἡμῶν τῶν τιμωρούντων ἐκείνῳ.