Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

ὁ δὲ Βροῦτος τὸν στρατὸν ἐς ἐκκλησίαν συναγαγὼν ἔλεξεν ὧδε·

“οὐδὲν ἔστιν, ὦ συστρατιῶται, παρὰ τὸν χθὲς ἀγῶνα, ἐν ᾧ μὴ κρείσσους ἐγένεσθε τῶν πολεμίων. τῆς τε γὰρ μάχης ἤρξατε προθύμως, εἰ καὶ χωρὶς παραγγέλματος· καὶ τὸ τέταρτον τέλος, ὃ περιώνυμον αὐτοῖς ὂν ἐπεπίστευτο τὸ κέρας, διεφθείρατε ἅπαν καὶ τοὺς ἐπιτεταγμένους αὐτῷ μέχρι τοῦ στρατοπέδου· καὶ τὸ στρατόπεδον αὐτὸ εἵλετε πρότερον καὶ διηρπάσατε· ὡς προύχειν τάδε παρὰ πολὺ τῆς ἐπὶ τοῦ λαιοῦ βλάβης ἡμῶν. δυνηθέντες δʼ ἂν ὅλον ἐργάσασθαι τὸ ἔργον, ἁρπάσαι μᾶλλον εἵλεσθε ἢ κτείνειν τοὺς ἡσσωμένους· οἱ γὰρ πλέονες ὑμῶν τοὺς πολεμίους παροδεύοντες ἐπὶ τὰ τῶν πολεμίων ὥρμων. καὶ ἐν τῷδε αὖ πάλιν οἱ μὲν διήρπασαν δύο τῶν ἡμετέρων στρατοπέδων ὄντων τὸ ἕτερον, ἡμεῖς δὲ ἐκείνων ἅπαντα ἔχομεν, ὡς καὶ τῷδε τὴν ἐπίκτησιν τῆς βλάβης διπλασίονα εἶναι. καὶ τὰ μὲν ἐν τῇ μάχῃ πλεονεκτήματα τοσαῦτα· ὅσα δὲ ἕτερα προύχομεν αὐτῶν, ἔχετε καὶ παρὰ τῶν αἰχμαλώτων μανθάνειν, περί τε ἀπορίας σίτου καὶ ἐπιτιμήσεως αὐτοῦ καὶ κομιδῆς κακοπαθοῦς καὶ παρʼ ὀλίγον ἤδη σαφοῦς ἐπιλείψεως. οὔτε γὰρ ἐκ Σικελίας ἢ Σαρδόνος ἢ Λιβύης ἢ Ἰβηρίας ἔστιν αὐτοῖς λαβεῖν διὰ Πομπήιον καὶ Μοῦρκον καὶ Ἀηνόβαρβον, ναυσὶν ἑξήκοντα καὶ διακοσίαις ἀποκλείοντας αὐτοῖς τὸ πέλαγος· Μακεδονίαν τε ἐξαναλώκασιν ἤδη καὶ ἐκ μόνης ἄρτι Θεσσαλίας ἔχουσιν, ἣ ἐς πόσον αὐτοῖς ἔτι ἀρκέσει;

ὅταν οὖν αὐτοὺς ἐπειγομένους εἰς μάχην μάλιστα ἴδητε, τότε ἡγεῖσθε διωκομένους ὑπὸ λιμοῦ τὸν ἐν χερσὶ θάνατον αἱρεῖσθαι. ἡμεῖς δʼ ἀντιμηχανησώμεθα αὐτοῖς τὸν λιμὸν ἡμῶν προπολεμεῖν, ἵνʼ ἀσθενεστέροις καὶ τετρυμένοις ἐντύχοιμεν, ὅτε χρή. μηδʼ ἐκφερώμεθα ταῖς προθυμίαις παρὰ καιρόν, μηδὲ βραδυτῆτά τις ἡγείσθω τὴν ἐμπειρίαν ἢ ταχυτῆτα, ἐς τὴν ὀπίσω θάλασσαν ἀφορῶν, ἣ τοσαύτας ἡμῖν ὑπηρεσίας καὶ τροφὰς ἐπιπέμπουσα δίδωσιν ἀκινδύνου νίκης ἐπιτυχεῖν, ἢν ὑπομένητε καὶ μὴ ἀδοξῆτε, εἰ προσπαίξονταί τε ἡμῖν καὶ προκαλοῦνται, οὐκ ἀμείνονες ὄντες, ὡς διέδειξε τὸ ἐχθὲς ἔργον, ἀλλὰ ἕτερον δέος ἰώμενοι. τὴν δὲ προθυμίαν, ἧς νῦν ὑμᾶς ἀξιῶ κρατεῖν, ἀθρόαν ἀπόδοτε, ὅταν αἰτῶμεν. ἐγὼ δʼ ὑμῖν τὰ νικητήρια ἐντελῆ μέν, ὅταν οἱ θεοὶ κρίνωσιν, ἐπὶ ἐντελέσι τοῖς ἔργοις διαλύσομαι· νῦν δὲ τῆς ἐχθὲς ἀρετῆς ἀνὰ χιλίας ἑκάστῳ στρατιώτῃ δραχμὰς ἐπιδίδωμι καὶ τοῖς ἡγεμόσιν ὑμῶν ἀνὰ λόγον.”

ὁ μὲν οὕτως εἶπεν καὶ αὐτίκα διεμέτρει τὴν δωρεὰν κατὰ τέλη· δοκεῖ δέ τισι καὶ Λακεδαίμονα καὶ Θεσσαλονίκην ἐς διαρπαγὴν αὐτοῖς δώσειν ὑποσχέσθαι.

ὁ δὲ Καῖσαρ καὶ ὁ Ἀντώνιος, εἰδότες οὐ μαχούμενον ἑκόντα τὸν Βροῦτον, τοὺς ἰδίους συνῆγον, καὶ ὁ Ἀντώνιος ἔλεξε·

“τὸ ἐχθὲς ἔργον, ὦ ἄνδρες, τοῖς μὲν λόγοις οἶδα ὅτι καὶ οἱ πολέμιοι μερίζονται, ὡς διώξαντές τινας ἡμῶν καὶ τὸ στρατόπεδον διαρπάσαντες, ἔργῳ δὲ ἐπιδείξουσιν ἅπαν ὑμέτερον· ὑπισχνοῦμαι γὰρ ὑμῖν οὔτε αὔριον οὔτε ταῖς ἐπιούσαις ἑκόντας αὐτοὺς ἐς μάχην ἥξειν. ὃ σαφεστάτη πίστις ἐστὶ τῆς ἐχθὲς ἥσσης καὶ φόβου, ὅταν ὥσπερ ἐν τοῖς γυμνικοῖς ἀφιστῶνται τοῦ ἀγῶνος οἱ ἐλάττονες· οὐ γὰρ ἐς τοῦτό ʼγε στρατὸν ἤγειρον τοσόνδε, ἵνα τῶν Θρᾳκῶν ἐρημίαν οἰκῶσι διατειχίσαντες. ἀλλὰ αὐτὴν διετείχισαν μὲν ἔτι προσιόντων ὑμῶν διὰ δέος, ἐλθόντων δὲ ἐνοικοῦσι διὰ τὴν ἐχθὲς ἧσσαν· ἐφʼ ᾗ καὶ τῶν στρατηγῶν ὁ πρεσβύτερός τε καὶ ἐμπειρότερος πάντα ἀπογνοὺς ἑαυτὸν διεχρήσατο, ὃ καὶ αὐτὸ μεγίστη συμφορῶν ἐστιν ἀπόδειξις. ὅταν οὖν ἡμῶν αὐτοὺς προκαλουμένων μὴ δέχωνται μηδὲ καταβαίνωσιν ἀπὸ τῶν ὀρῶν, ἀλλὰ ἀντὶ τῶν χειρῶν πιστεύωσι τοῖς κρημνοῖς, τότε μοι θαρροῦντες ὑμεῖς, ὦ ἄνδρες Ῥωμαῖοι, συναναγκάσατε αὐτοὺς αὖθις, ὥσπερ ἐχθὲς ἠναγκάσατε, αἰσχρὸν ἡγούμενοι δεδιότων ἐλασσοῦσθαι καὶ ὀκνούντων ἀπέχεσθαι καὶ τειχῶν ἄνδρες ὄντες ἀσθενέστεροι γενέσθαι. οὐ γὰρ ἤλθομέν γε καὶ ἡμεῖς ἐν πεδίῳ βιώσοντες, οὐδʼ ἔστι βραδύνουσιν οὐδὲν αὔταρκες. ἀλλὰ δεῖ τοῖς εὖ φρονοῦσι τοὺς μὲν πολέμους ὀξεῖς, τὴν δὲ εἰρήνην ἐπὶ μήκιστον εἶναι.

τοὺς μὲν οὖν καιροὺς καὶ τὰ ἐς τοῦτον ἔργα ἐπιμηχανησόμεθα ἡμεῖς, οὐ μεμπτοὶ καὶ τῆς ἐχθὲς ὁρμῆς τε καὶ μηχανῆς ὑμῖν γενόμενοι· τὴν δʼ ἀρετὴν ὑμεῖς, ὅταν αἰτῆσθε, ἀποδίδοτε τοῖς στρατηγοῖς. μηδὲ ἄχθεσθε τῆς ἐχθὲς ἁρπαγῆς μηδʼ ἐπʼ ὀλίγον· οὐ γὰρ ἐν οἷς ἔχομέν ἐστι τὸ πλουτεῖν, ἀλλʼ ἐν τῷ κρατεῖν ταῖς δυνάμεσιν, ὃ καὶ τὰ ἐχθὲς ἀφαιρεθέντα, ἔτι ὄντα παρὰ τοῖς πολεμίοις σῶα, καὶ τὰ πολέμια αὐτὰ ἐπʼ ἐκείνοις κρατοῦσιν ἡμῖν ἀποδώσει. καὶ εἰ ἐπειγόμεθα αὐτὰ λαβεῖν, ἐπειγώμεθα ἐπὶ τὴν μάχην. ἱκανὰ δὲ καὶ ἐχθὲς ἀντειλήφαμεν αὐτῶν καὶ τῶν ἡμετέρων ἴσως ἱκανώτερα· οἱ μὲν γὰρ ἐκ τῆς Ἀσίας πάνθʼ, ὅσα ἐβιάσαντο καὶ ἥρπασαν, ἐπήγοντο, ὑμεῖς δʼ ὡς ἐκ πατρίδος ἰόντες τὰ μὲν δαψιλέστερα οἴκοι ὑπελίπεσθε, τὰ δʼ ἀναγκαῖα μόνα ἐπήγεσθε. εἰ δέ τι καὶ δαψιλὲς ἦν, ἡμέτερον ἦν τῶν στρατηγῶν, οἳ πάντα ἐσμὲν ὑπὲρ τῆς ὑμετέρας νίκης ἐπιδιδόναι πρόθυμοι. καὶ τῆς τοιαύτης δʼ ὅμως ζημίας ὑμῖν ἕνεκα ἐπιδώσομεν νικητήρια, δραχμὰς ἑκάστῳ στρατιώτῃ πεντακισχιλίας, λοχαγῷ δὲ πεντάκις τοσαύτας, χιλιάρχῃ δὲ τὸ διπλάσιον τοῦ λοχαγοῦ.”

τοιαῦτα εἰπὼν τῆς ἐπιούσης πάλιν ἐξέτασσε· καὶ οὐ κατιόντων οὐδὲ τότε τῶν πολεμίων ὁ μὲν Ἀντώνιος ἐβαρυθύμει καὶ ἐξέτασσεν αἰεί, ὁ δὲ Βροῦτος τοῦ στρατοῦ τὸ μὲν εἶχε συντεταγμένον, μὴ ἀναγκασθείη μάχεσθαι, τῷ δὲ τὰς ὁδοὺς τῆς κομιδῆς τῶν ἀναγκαίων διελάμβανε. λόφος δὲ ἦν ἀγχοτάτω τοῦ Κασσίου στρατοπέδου, δυσχερὴς μὲν ὑπὸ ἐχθρῶν καταληφθῆναι, διὰ τὴν ἐγγύτητα ἐστοξεύεσθαι δυναμένων· ὁ δὲ Κάσσιος αὐτὸν ὅμως ἐφρούρει, μὴ καὶ παρὰ δόξαν ἐπιτολμήσειέ τις. ἐκλειφθέντα δὲ ὑπὸ τοῦ Βρούτου κατέλαβον οἱ περὶ τὸν Καίσαρα νυκτὸς τέτρασι τέλεσιν, ἐπαγόμενοι γέρρα πολλὰ καὶ διφθέρας ἐς προβολὴν τοῖς τοξεύμασιν. ὡς δὲ κατέσχον, ἄλλα τέλη δέκα μετεστρατοπέδευον ὑπὲρ πέντε σταδίους ἀπιοῦσιν ἐπὶ τὴν θάλασσαν καὶ ὑπὲρ ἄλλους τέσσαρας δύο, ὡς τῷδε τῷ τρόπῳ προελευσόμενοι μέχρι θαλάσσης καὶ ἢ παρʼ αὐτὴν ἄρα τὴν θάλασσαν ἢ διὰ τῶν ἑλῶν ἢ ὅν τινα τρόπον ἄλλον ἐπενόουν, βιασόμενοι καὶ τὴν ἀγορὰν ἀποκλείσοντες τῶν πολεμίων. καὶ ὁ Βροῦτος αὐτοῖς ἀντεμηχανᾶτο, ἄλλα τε καὶ φρούρια ἀντικαθιστὰς τοῖς ἐκείνων στρατοπέδοις.

τὸ δὲ ἔργον ἤπειγε τοὺς ἀμφὶ τὸν Καίσαρα, καὶ λιμὸς ἦν ἤδη σαφής, ἔς τε μέγεθος καὶ δέος ἑκάστης ἡμέρας ἐπεγίνετο. οὔτε γὰρ ἐκ Θεσσαλίας αὐτοῖς ἔτι τὰ ἀρκοῦντα ἐκομίζετο, οὔτε τις ἦν ἐλπὶς ἐκ θαλάσσης, ναυκρατούντων πανταχῇ τῶν πολεμίων· τῆς τε ἔναγχος περὶ τὸν Ἰόνιον συμφορᾶς ἐξηγγελμένης ἐς ἑκατέρους ἤδη, μᾶλλον ἐδεδοίκεσαν αὐτά τε καὶ τὸν χειμῶνα προσιόντα ὡς ἐν πεδίῳ πηλώδει σταθμεύοντες. ὧν ἐνθυμούμενοι τέλος μὲν ὁπλιτῶν ἐς Ἀχαΐαν ἐξέπεμψαν, ἀγείρειν τὰ ἐντυγχάνοντα πάντα καὶ πέμπειν σφίσι κατὰ σπουδήν. οὐκ ἀνεχόμενοι δὲ κινδύνου τοσοῦδε προσιόντος οὔτε τῶν ἄλλων ἐπιτεχνήσεων οὔτε ἐν τῷ πεδίῳ λοιπὸν ἐκτάσσειν, παρὰ τὸ τείχισμα τῶν ἐχθρῶν ἀνέβαινον μετὰ βοῆς καὶ τὸν Βροῦτον ἐκάλουν ἐς μάχην, ἐπισκώπτοντες ἅμα καὶ λοιδοροῦντες καὶ ἐγνωκότες οὐ πολιορκίας τρόπῳ μᾶλλον ἢ μανιώδει φορᾷ μὴ βουλομένῳ συμπλέκεσθαι.

τῷ δὲ αὐτῷ μὲν ἔγνωστο τὰ ἀπʼ ἀρχῆς, καὶ μᾶλλον ἔτι πυνθανομένῳ περί τε τοῦ λιμοῦ καὶ περὶ τῇς κατὰ τὸν Ἰόνιον εὐπραξίας καὶ τῶν πολεμίων ὁρῶντι τὴν ἐκ τῆς ἀπορίας ἀπόνοιαν· καὶ ᾑρεῖτο πολιορκίας καὶ ἄλλου παντὸς ἀνέχεσθαι, μᾶλλον ἢ ἐς χεῖρας ἰέναι ἀνδράσιν ἐπειγομένοις ὑπὸ λιμοῦ, καὶ ἀπογινώσκουσιν ἐκ τῶν ἄλλων ἑαυτοὺς καὶ ἐν μόναις ταῖς χερσὶ τὴν ἐλπίδα ἔχουσιν. ὁ δὲ στρατὸς οὐχ ὁμοίως εἶχεν ὑπὸ ἀφροσύνης, ἀλλʼ ἐδυσφόρουν γυναικῶν τρόπον ἔνδον μετὰ ἀπραξίας καὶ φόβου κατακεκλεισμένοι. ἐδυσχέραινον δὲ καὶ οἱ ἡγεμόνες αὐτῶν, ἐπαινοῦντες μὲν τὸ ἐνθύμημα τοῦ Βρούτου, νομίζοντες δὲ καὶ θᾶσσον ἐπικρατήσειν τῶν πολεμίων μετὰ προθύμου στρατοῦ. αἴτιον δὲ τούτων ἦν αὐτὸ τὸ Βροῦτον ἐπιεικῆ καὶ φιλόφρονα ἐς ἅπαντας εἶναι καὶ ἀνόμοιον Κασσίῳ, αὐστηρῷ καὶ ἀρχικῷ περὶ πάντα γεγενημένῳ· ὅθεν ἐκείνῳ μὲν ἐξ ἐπιτάγματος ὑπήκουον, οὐ παραστρατηγοῦντες οὐδὲ τὰς αἰτίας μανθάνοντες οὐδὲ εὐθύνοντες, ὅτε καὶ μάθοιεν, Βρούτῳ δὲ οὐδὲν ἄλλʼ ἢ συστρατηγεῖν ἠξίουν διὰ πραΰτητα. τέλος δὲ τοῦ στρατοῦ φανερώτερον ἤδη κατὰ ἴλας καὶ κατὰ συστάσεις διαπυνθανομένου· “τί κατέγνωκεν ἡμῶν ὁ στρατηγός; τί ἔναγχος ἡμάρτομεν οἱ νικήσαντες, οἱ διώξαντες, οἱ τοὺς καθʼ ἡμᾶς πολεμίους κατακανόντες, οἱ τὸ στρατόπεδον αὐτῶν ἑλόντες;” Βροῦτος ἑκὼν ἠμέλει καὶ ἐς ἐκκλησίαν οὐ συνῆγε, μὴ ἀπρεπέστερον ὑπὸ τοῦ πλήθους ἀλογίστως ἐκβιασθείη, καὶ μάλιστα μισθοφόρων, οἷς ἐστιν αἰεί, καθὰ καὶ τοῖς εὐχερέσιν οἰκέταις ἐς ἑτέρους δεσπότας, ἐλπὶς ἐς σωτηρίαν ἡ ἐς τὸ ἀντίπαλον μεταβολή.

ἐνοχλούντων δὲ αὐτῷ καὶ τῶν ἡγεμόνων καὶ κελευόντων νῦν μὲν ἀποχρήσασθαι τοῦ στρατοῦ τῇ προθυμίᾳ, τάχα τι λαμπρὸν ἐργασομένου, ἢν δʼ ἀντιπίπτῃ τι παρὰ τὴν μάχην, ἐπανιέναι πάλιν ἐς τὰ τείχη καὶ προβάλλεσθαι τὰ αὐτὰ χαρακώματα, χαλεπήνας ὁ Βροῦτος τοῖσδε μάλιστα ἡγεμόσιν οὖσι καὶ περιαλγήσας, ὅτι τὸν αὐτόν οἱ κίνδυνον ἐπικείμενοι συμφέρονται τῷ στρατῷ κουφόνως, ἀμφίβολον καὶ ὀξεῖαν τύχην προτιθέντι νίκης ἀκινδύνου, εἶξεν ἐπʼ οἰκείῳ καὶ σφῶν ἐκείνων ὀλέθρῳ, τοσόνδε ἐπιμεμψάμενος αὐτοῖς· “ἐοίκαμεν ὡς Πομπήιος Μάγνος πολεμήσειν, οὐ στρατηγοῦντες ἔτι μᾶλλον ἢ στρατηγούμενοι.” καί μοι δοκεῖ τόδε μόνον ἐξειπεῖν, ἐπικρύπτων, ὃ ἐδεδοίκει μάλιστα, μὴ ὁ στρατὸς οἷα τοῦ πάλαι Καίσαρος γεγονὼς ἀγανακτήσειέ τε καὶ μεταβάλοιτο· ὅπερ ἐξ ἀρχῆς αὐτός τε καὶ Κάσσιος ὑφορώμενοι ἐς οὐδὲν ἔργον αὐτοῖς πρόφασιν ἀγανακτήσεως ἐπὶ σφίσιν ἐνεδίδουν.

ὧδε μὲν δὴ καὶ ὁ Βροῦτος ἐξῆγεν ἄκων καὶ ἐς τάξεις διεκόσμει πρὸ τοῦ τείχους καὶ ἐδίδασκε μὴ πολὺ προύχειν τοὺ λόφου, ἵνα αὐτοῖς ἥ τε ἀναχώρησις, εἰ δεήσειεν, εὐχερὴς εἴη καὶ τὰ ἐς τοὺς πολεμίους ἀφιέμενα ἐπιδέξια. ἦν δὲ ἑκατέρωθεν παρακέλευσίς τε πάντων ἐς ἀλλήλους καὶ φρόνημα ἐπὶ τῷ ἔργῳ μέγα καὶ θρασύτης ν̔πὲρ λόγον ἀναγκαῖον, τοῖς μὲν ὑπὸ δέους λιμοῦ, τοῖς δὲ ὑπὸ αἰδοῦς δικαίας, βιασαμένοις τὸν στρατηγὸν ἀναβαλλόμενον ἔτι, μὴ χείροσιν ὧν ὑπέσχοντο ὀφθῆναι μηδὲ ἀσθενεστέροις ὧν ἐθρασύνοντο, μηδὲ προπετείας ὑπευθύνοις μᾶλλον ἢ ἀξιεπαίνοις εὐβουλίας. ἃ καὶ ὁ Βροῦτος αὐτοῖς, ἐπὶ ἵππου περιθέων, σοβαρῷ τῷ προσώπῳ προενέφαινε καὶ διʼ ὀλίγων ὑπεμίμνησκεν, ὅσων ὁ καιρὸς ἐδίδου· “ὑμεῖς ἠθελήσατε μάχεσθαι, ὑμεῖς με ἑτέρως ἔχοντα νικᾶν ἐβιάσασθε· μὴ δὲ ψεύσησθε τῆς ἐλπίδος μήτε ἐμὲ μήτε αὑτούς. ἔχετε καὶ λόφον σύμμαχον καὶ τὰ κατὰ νώτου πάντα ἴδια. οἱ πολέμιοι δʼ εἰσὶν ἐν ἀμφιβόλῳ· μεταξὺ γάρ εἰσιν ὑμῶν τε καὶ λιμοῦ.”

ὁ μὲν τοιαῦτα λέγων διετρόχαζε, καὶ αὐτὸν αἱ τάξεις ἐπήλπιζον καὶ μετὰ βοῆς παρέπεμπον εὐφήμου· ὁ δὲ Καῖσαρ καὶ ὁ Ἀντώνιος τοὺς ἰδίους περιθέοντες τήν τε δεξιὰν ὤρεγον, ἐφʼ οὓς παραγένοιντο, καὶ σοβαρώτερον ἔτι οἵδε ἐπέσπερχον αὐτοὺς καὶ τὸν λιμὸν οὐκ ἐπέκρυπτον ὡς εὔκαιρον ἐς εὐτολμίαν προφέρειν. “εὕρομεν, ὦ ἄνδρες, τοὺς πολεμίους· ἔχομεν οὓς ἐζητοῦμεν ἔξω τείχους λαβεῖν. μὴ δή τις ὑμῶν τὴν ἰδίαν πρόκλησιν καταισχύνῃ μηδὲ τῆς ἀπειλῆς ἐλάττων γένηται· μηδὲ λιμόν, ὄλεθρον ἀμήχανόν τε καὶ ἐπώδυνον, ἕληται μᾶλλον ἢ πολεμίων τείχη καὶ σώματα, ἃ καὶ τόλμαις ἐνδίδωσι καὶ σιδήρῳ καὶ ἀπονοία. ἔχει δὲ ἡμῖν ἐπείξεως ὧδε τὰ παρόντα, ὡς μηδὲν ἐς τὴν ἐπιοῦσαν ἡμέραν ἀνατίθεσθαι, ἀλλὰ σήμερον περὶ ἁπάντων διακριθῆναι μέχρι νίκης ἐντελοῦς ἢ εὐγενοῦς θανάτου. νικῶσι δʼ ἔστι λαβεῖν διὰ μιᾶς ἡμέρας καὶ διʼ ἑνὸς ἔργου τροφὰς καὶ χρήματα καὶ ναῦς καὶ στρατόπεδα καὶ τὰ νικητήρια παρʼ ἡμῶν. ἔσται δὲ ταῦτα, ἢν πρῶτον μὲν ἐμβάλλοντες αὐτοῖς μνημονεύωμεν τῶν ἐπειγόντων, εἶτα παραρρήξαντες εὐθὺς ἀποκλείωμεν ἀπὸ τῶν πυλῶν, ἐς δὲ τοὺς κρημνοὺς ἢ τὰ πεδία περιωθῶμεν, ἵνα μὴ ὁ πόλεμος αὖθις ἀναφύοιτο μηδὲ ἐς τὴν ἀργίαν πάλιν οἱ ἐχθροὶ διαδιδράσκοιεν, οἳ διʼ ἀσθένειαν, μόνοι δὴ πολεμίων, οὐκ ἐν τῷ μάχεσθαι τὰς ἐλπίδας ἔχουσιν, ἀλλʼ ἐν τῷ μὴ μάχεσθαι.”

οὕτω μὲν ὁ Καῖσαρ καὶ ὁ Ἀντώνιος παρώτρυνον, ἐφʼ οὓς παραγένοιντο. καὶ πᾶσιν ἦν αἰδὼς ἀξίοις τε φανῆναι τῶν στρατηγῶν καὶ τὴν ἀπορίαν ἐκφυγεῖν, ὑπεραυξηθεῖσαν ἐκ παραλόγου διὰ τὰ ἐν τῷ Ἰονίῳ γενόμενα. ᾑροῦντό τε ἐν ἔργῳ καὶ ἐν ἐλπίσιν, εἰ δέοι, τί παθεῖν μᾶλλον ἢ ὑπὸ ἀμηχάνου κακοῦ δαπανώμενοι.

ὧδε δὲ ἐχόντων αὐτῶν καὶ πρὸς τὸν ἐγγὺς αὐτὰ ἐκφέροντος ἑκάστου, ὁ θυμὸς ἀμφοτέρων ηὔξετο μάλιστα καὶ ἐνεπίμπλαντο τόλμης ἀκαταπλήκτου· οὐδέν τε ἐν τῷ παρόντι ἀλλήλων ὅτι ἦσαν πολῖται οὐδὲ ἐπεμέμνηντο, ἀλλʼ ὡς ἐκ φύσεως καὶ γένους ἐχθροῖς ἐπηπείλουν. οὕτως ἡ παραυτίκα ὀργὴ τὸν λογισμὸν αὐτοῖς καὶ τὴν φύσιν ἔσβεσεν. ἐπεμαντεύοντο δὲ ὁμαλῶς ἑκάτεροι τήνδε τὴν ἡμέραν ἐν τῷδε τῷ ἔργῳ πάντα τὰ Ῥωμαίων πράγματα κρινεῖν. καὶ ἐκρίθη.

ἤδη δὲ τῆς ἡμέρας ἀμφὶ τήνδε τὴν παρασκευὴν ἐς ἐνάτην ὥραν δεδαπανημένης αἰετοὶ δύο ἐς τὸ μεταίχμιον συμπεσόντες ἀλλήλοις ἐπολέμουν· καὶ ἦν σιγὴ βαθυτάτη. φυγόντος δὲ τοῦ κατὰ Βροῦτον βοή τε παρὰ τῶν πολεμίων ὀξεῖα ἠγέρθη καὶ τὰ σημεῖα ἑκατέρωθεν ἐπῇρτο, καὶ ἔφοδος ἦν σοβαρά τε καὶ ἀπηνής. τοξευμάτων μὲν δὴ καὶ λίθων ἢ ἀκοντισμάτων ὀλίγον αὐτοῖς ἐδέησε πολέμου νόμῳ, ἐπεὶ οὐδὲ τῇ ἄλλῃ τέχνῃ καὶ τάξει τῶν ἔργων ἐχρῶντο, ἀλλὰ γυμνοῖς τοῖς ξίφεσι συμπλεκόμενοι ἔκοπτόν τε καὶ ἐκόπτοντο καὶ ἀλλήλους ἐξώθουν ἀπὸ τῆς τάξεως, οἱ μὲν περὶ σωτηρίας μᾶλλον ἢ νίκης, οἱ δὲ περὶ νίκης καὶ παρηγορίας στρατηγοῦ βεβιασμένου. φόνος δὲ ἦν καὶ στόνος πολύς, καὶ τὰ μὲν σώματα αὐτοῖς ὑπεξεφέρετο, ἕτεροι δὲ ἀντικαθίσταντο ἐκ τῶν ἐπιτεταγμένων. οἱ στρατηγοὶ δὲ σφᾶς, περιθέοντες καὶ ὁρώμενοι πανταχοῦ, ταῖς τε ὁρμαῖς ἀνέφερον καὶ παρεκάλουν πονοῦντας ἔτι προσπονῆσαι καὶ τοὺς κεκμηκότας ἐνήλλασσον, ὥστε ὁ θυμὸς αἰεὶ τοῖς ἐπὶ τοῦ μετώπου καινὸς ἦν.

τέλος δὲ οἱ τοῦ Καίσαρος, εἴτε διὰ δέος τοῦ λιμοῦ, εἴτε διʼ αὐτοῦ Καίσαρος εὐτυχίαν ʽοὐ γὰρ ἐπίμεμπτοί γε ἦσαν οὐδὲ οἱ Βρούτειοἰ, τὴν φάλαγγα τῶν ἐχθρῶν ἐκίνουν, ὥσπερ τι μηχάνημα τῶν βαρυτάτων ἀνατρέποντες. οἱ δʼ ἀνεωθοῦντο μὲν ἐπὶ πόδας ἐς τὸ ὀπίσω βάδην ἔτι καὶ μετὰ φρονήματος· ὡς δὲ αὐτοῖς καὶ ἡ σύνταξις ἤδη παρελέλυτο, ὀξύτερον ὑπεχώρουν καί, τῶν ἐπιτεταγμένων σφίσι δευτέρων καὶ τρίτων συνυποχωρούντων, μισγόμενοι πάντες ἀλλήλοις ἀκόσμως ἐθλίβοντο ὑπὸ σφῶν καὶ τῶν πολεμίων ἀπαύστως αὐτοῖς ἐπικειμένων, ἕως ἔφευγον ἤδη σαφῶς. καὶ οἱ τοῦ Καίσαρος τότε μάλιστα τοῦ παρηγγελμένου σφίσιν ἐγκρατῶς ἐχόμενοι τὰς πύλας προελάμβανον σφόδρα ἐπικινδύνως ʽἄνωθέν τε γὰρ ἐβάλλοντο καὶ ἐκ τοῦ μετώποὐ, μέχρι πολλοὺς ἐσδραμεῖν ἐκώλυσαν, οἳ διέφυγον ἐπί τε τὴν θάλασσαν καὶ ἐς τὰ ὄρη διὰ τοῦ ποταμοῦ τοῦ Ζυγάκτου.

γενομένης δὲ τῆς τροπῆς τὸ λοιπὸν ἔργον οἱ στρατηγοὶ διῃροῦντο, Καῖσαρ μὲν αἱρεῖν τοὺς ἐκπίπτοντας ἐκ τοῦ στρατοπέδου καὶ αὐτὸ φυλάσσειν τὸ στρατόπεδον· ὁ δὲ Ἀντώνιος πάντα ἦν καὶ πᾶσιν ἐνέπιπτε, τοῖς τε φεύγουσι καὶ τοῖς ἔτι συνεστῶσι καὶ τοῖς ἄλλοις στρατοπέδοις αὐτῶν, ὁρμῇ τε ὑπερηφάνῳ πάντα ἐβιάζετο ὁμοῦ. καὶ περὶ τοῖς ἡγεμόσι δείσας, μὴ αὑτὸν διαφυγόντες αὖθις ἕτερον στρατὸν ἀγείρειαν, τοὺς ἱππέας ἐξέπεμπεν ἐπὶ τὰς ὁδούς τε καὶ ἐκβολὰς τῆς μάχης, αἱρεῖν τοὺς ἀποδιδράσκοντας· οἳ διελόμενοι τὸ ἔργον ἀνά τε τὸ ὄρος ἐφέροντο σὺν τῷ Θρᾳκίῳ Ῥάσκῳ, διʼ ἐμπειρίαν ὁδῶν συναπεσταλμένῳ, καὶ τὰ χαρακώματα καὶ κρημνοὺς περιστάντες τοὺς ἐκφεύγοντας ἐκυνηγέτουν καὶ τοὺς ἐντὸς ἐφρούρουν. οἱ δὲ Βροῦτον αὐτὸν ἐδίωκον· καὶ αὐτοὺς ἀσχέτως ἔχοντας τοῦ δρόμου Λουκίλιος ἰδὼν ὑπέστη καὶ ὡς Βροῦτος ὢν ἠξίου πρὸς Ἀντώνιον ἀντὶ τοῦ Καίσαρος ἀναχθῆναι· ᾧ δὴ καὶ μάλιστα εἶναι Βροῦτος ἐνομίσθη, τὸν ἀδιάλλακτον ἐχθρὸν ἐκκλίνων. ἀγομένου δὲ αὐτοῦ πυθόμενος ὁ Ἀντώνιος ἀπήντα σὺν ἐπιστάσει, τὴν τύχην ὁμοῦ καὶ τὸ ἀξίωμα τἀνδρὸς καὶ ἀρετὴν ἐνθυμούμενος, ὅπως Βροῦτον ὑποδέξαιτο. πλησιάσαντι δʼ ὁ Λουκίλιος ἐντυχὼν μάλα θρασέως εἶπε· “Βροῦτος μὲν οὐχ ἑάλωκεν, οὐδὲ ἁλώσεταί ποτε πρὸς κακίας ἀρετή· ἐγὼ δὲ τούσδε ἀπατήσας ὧδέ σοι πάρειμι.” καὶ ὁ Ἀντώνιος τοὺς ἱππέας ἰδὼν αἰδουμένους παρηγόρει καί, “οὐ μείονά μοι τήνδε ἄγραν,” εἶπεν, “ἀλλὰ ἀμείνονα ἧς ἐνομίζετε ἐθηρεύσατε, ὅσῳ κρείττων ἐχθροῦ φίλος.” καὶ τὸν Λουκίλιον τότε μέν τινι τῶν φίλων ἔδωκε θεραπεύειν, ὕστερον δὲ αὐτὸς ἔχων ἐχρῆτο ὡς πιστῷ.