Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

ὧν οἱ μὲν ἀμφὶ τὸν Βροῦτον ἐνθυμούμενοι μάλιστα διέτριβον· ὁ δὲ Ἀντώνιος αὐτὰ δεδιὼς ἔγνω βιάσασθαι τοὺς ἄνδρας ἐς μάχην καὶ ἐπενόησεν, εἰ δύναιτο βάσιμον τὸ ἕλος ἐργάσασθαι λαθών, ἵνα κατόπιν τῶν ἐχθρῶν ἔτι ἀγνοούντων γενόμενος τὴν ἀγορὰν σφᾶς ἀφέλοιτο τὴν ἀπὸ τῆς Θάσου κομιζομένην. ἐκτάσσων οὖν αὖθις ἑκάστοτε ἐς μάχην τὰ σημεῖα τοῦ στρατοῦ πάντα, ἵνα ὅλος ἐκτετάχθαι νομίζοιτο, μέρει τινὶ νυκτός τε καὶ ἡμέρας ἔκοπτεν ἐν τῷ ἕλει δίοδον στενήν, κείρων τε τὸν δόνακα καὶ χῶμα ἐπιβάλλων καὶ λίθους ἑκατέρωθεν, ἵνα μὴ τὸ χῶμα διαπίπτοι, τὰ δὲ βαθέα διεσταύρου καὶ ἐγεφύρου μετὰ σιωπῆς βαθυτάτης. ἀφῄρητο δὲ τὴν ὄψιν τοῦ ἔργου τοὺς πολεμίους ὁ πεφυκὼς ἔτι δόναξ ἀμφὶ τῇ διόδῳ. δέκα δʼ ἡμέρας ἐργασάμενος ὧδε ἐσέπεμψε λόχους ὀρθίους νυκτὸς ἄφνω καὶ τὰ ἐρυμνὰ τῶν ἐντὸς κατέλαβε καὶ ἐχαράκωσε φρούρια ὁμοῦ πολλά. ὁ δὲ Κάσσιος κατεπλάγη μὲν τοῦ ἔργου τὴν ἐπίνοιάν τε καὶ κλοπήν, ἀντεπινοῶν δὲ ἀποτεμέσθαι τὰ φρούρια τὸν Ἀντώνιον, διετείχιζε καὶ αὐτὸς ἐπικάρσιον τὸ ἕλος ἅπαν, ἀρχόμενον ἀπὸ τοῦ στρατοπέδου μέχρι τῆς θαλάσσης, κόπτων ὁμοίως καὶ γεφυρῶν καὶ τὸν χάρακα τοῖς στεριφώμασιν ἐπιτιθεὶς καὶ τὴν ὑπὸ Ἀντωνίου γεγενημένην δίοδον ἀπολαμβάνων, ἵνα μήτε ἐκδραμεῖν ἐς αὐτὸν οἱ ἔνδον ἔτι δυνηθεῖεν μήτε ἐκεῖνος αὐτοῖς ἐπιβοηθεῖν.

ταῦτα δὲ ὁ Ἀντώνιος ἰδὼν περὶ μεσημβρίαν, ὡς εἶχεν, αὐτίκα σὺν ὁρμῇ τε καὶ ὀργῇ τὸν στρατὸν τὸν ἴδιον, ἐπὶ θάτερα τεταγμένον, ἦγεν ἐπιστρέφων εἰς τὸ διατείχισμα τοῦ Κασσίου, μεταξὺ τοῦ ἕλους καὶ τοῦ στρατοπέδου, σιδήρια φέρων καὶ κλίμακας, ὡς ἐξελῶν αὐτὸ καὶ παροδεύσων ἐς τὸ τοῦ Κασσίου στρατόπεδον. γιγνομένου δὲ αὐτῷ τοῦ δρόμου σὺν τόλμῃ πλαγίου τε καὶ πρὸς ἄναντες, κατʼ αὐτὸ δὴ τὸ μεταίχμιον τῶν στρατιῶν ἑκατέρων, περιήλγησαν οἱ τοῦ Βρούτου στρατιῶται ἐπὶ τῇ ὕβρει, ὧδε μάλα θρασέως αὐτοὺς ὄντας ἐνόπλους ἐχθρῶν διαθεόντων, καὶ ἐπέδραμον αὐτοῖς αὐτοκέλευστοι πρό τινος ἐκ τῶν ἡγεμόνων ἐπιτάγματος καὶ ἔκτεινον οἷα πλαγίους ἀθρόως, οὓς καταλάβοιεν. ἀρξάμενοι δʼ ἅπαξ ἔργου καὶ τῷ Καίσαρος στρατῷ τεταγμένῳ μάλιστα κατὰ σφᾶς ἐπέδραμον καὶ τρέψαντες ἐδίωκον, μέχρι καὶ τὸ στρατόπεδον ἐξεῖλον, ὃ κοινὸν ἦν Ἀντωνίῳ τε καὶ Καίσαρι, Καίσαρος αὐτοῦ διʼ ἐνύπνιον ἔνδον οὐκ ὄντος, ἀλλὰ φυλαξαμένου τὴν ἡμέραν, ὡς αὐτὸς ἐν τοῖς ὑπομνήμασιν ἔγραψεν.

ὁ δὲ Ἀντώνιος ὁρῶν τὴν μάχην συνερρωγυῖαν ἥσθη μὲν ὡς ἀναγκάσας ʽπάνυ γὰρ ἐπὶ ταῖς ἀγοραῖς ἐδεδίεἰ, ἀναστρέφειν δὲ εἰς τὸ πεδίον οὐκ ἔκρινεν, μὴ τὴν φάλαγγα ἀνελίσσων ταράξειεν, ὡς ἀρξάμενος δʼ εἶχεν ὁρμῆς, ἐχεῖτο δρόμῳ καὶ ἀνέβαινε, βαλλόμενός τε καὶ χαλεπῶς, μέχρι βιαζόμενος ἐνέκυρσε τῇ φάλαγγι τῇ Κασσίου, τὴν τάξιν τὴν δεδομένην φυλασσούσῃ καὶ τὸ γιγνόμενον ὡς ἄλογον καταπεπληγμένῃ. ῥήξας δʼ αὐτὴν ὑπὸ τόλμης ἐπὶ τὸ διατείχισμα ὥρμα, τὸ μεταξὺ τοῦ τε ἕλους καὶ τοῦ στρατοπέδου, τόν τε χάρακα ἀνασπῶν καὶ τὴν τάφρον ἐγχωννὺς καὶ τὸ οἰκοδόμημα ὑπορύσσων καὶ τοὺς ἐν ταῖς πύλαις καταφονεύων καὶ τὰ ἐπιπίπτοντα ἐκ τοῦ τείχους ὑπομένων, ἕως αὐτὸς μὲν ἐσήλατο διὰ τῶν πυλῶν ἔνδον, ἕτεροι δὲ ταῖς ὑπωρυχίαις ἐσῆλθον, οἱ δὲ καὶ τοῖς πεπτωκόσιν ἐπανέβαινον. καὶ πάντα οὕτως ἐγίγνετο ὀξέως, ὥστε τοῖς τὸ ἕλος ἐργαζομένοις ἐπιβοηθοῦσιν ὑπήντων ἑλόντες ἤδη τὸ διατείχισμα. τρεψάμενοι δὲ καὶ τούσδε σὺν ὁρμῇ βιαίῳ καὶ ἐς τὸ ἕλος κατώσαντες ἐπανῄεσαν ἐς αὐτὸ ἤδη τὸ στρατόπεδον τοῦ Κασσίου, μόνοι σὺν τῷ Ἀντωνίῳ, ὅσοι τὸ διατείχισμα ὑπερῆλθον, τοῦ ἄλλου πλήθους, ἑκατέρων ἐκτὸς ἀλλήλοις μαχομένου.

τὸ δὲ στρατόπεδον ὡς ἐρυμνὸν ὀλίγοι πάμπαν ἐφύλασσον· ὅθεν αὐτῶν εὐμαρῶς ἐκράτησεν ὁ Ἀντώνιος. ἤδη δὲ καὶ ἔξω τοῦ Κασσίου στρατὸς ἡσσᾶτο καὶ τὴν κατάληψιν ἰδὼν τοῦ στρατοπέδου διεσκίδνατο ἀκόσμως. καὶ τὸ ἔργον ἦν ἐντελὲς ἑκατέροις καὶ ὅμοιον· Βροῦτός τε γὰρ τὸ λαιὸν τῶν πολεμίων ἐτέτραπτο καὶ τὸ στρατοπεδον ᾑρήκει, Ἀντώνιός τε Κασσίου κρατῶν σὺν ἀμηχάνῳ τόλμῃ τὸ στρατόπεδον ἐπόρθει. φόνος τε ἦν ἑκατέρων ποικίλος· ὑπὸ δὲ μεγέθους πεδίου τε καὶ κονιορτοῦ τὰ ἀλλήλων ἠγνόουν, μέχρι ποτὲ ἐπύθοντο καὶ τοὺς λοιποὺς ἀνεκάλουν. οἱ δὲ ἐπανῄεσαν, ἀχθοφόροις ἐοικότες μᾶλλον ἢ στρατιώταις· καὶ οὐδὲ τότε ἀλλήλων ᾐσθάνοντο οὐδὲ καθεώρων, ἐπεὶ ῥίψαντές γε, ὅσα ἔφερον, οἱ ἕτεροι μέγα ἂν εἰργάσαντο κατὰ τῶν ἑτέρων, ἀσυντάκτως ὧδε ἀχθοφορούντων. τὸν δʼ ἀριθμὸν τῶν ἀποθανόντων εἰκάζουσι τῶν μὲν ἀμφὶ τὸν Κάσσιον ἐς ὀκτακισχιλίους σὺν τοῖς παρασπίζουσι θεράπουσι γενέσθαι, τῶν δʼ ἀμφὶ τὸν Καίσαρα διπλασίονα.